|
2026 |
2026 |
|
Τῷ Σαββάτῳ | Τῌ ΚϚʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Saturday | December 26 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῷ Σαββάτῳ τῆς Λʹ Ἑβδομάδος |
Saturday of the 30th Week |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
|
Εφ. 5:1 – 8 |
Eph. 5:1 – 8 |
Ἀδελφοί, γίνεσθε μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. |
Brethren, be imitators of God, as beloved children. And walk in love, as Christ loved us and gave himself up for us, a fragrant offering and sacrifice to God. But fornication and all impurity or covetousness must not even be named among you, as is fitting among saints. Let there be no filthiness, nor silly talk, nor levity, which are not fitting; but instead let there be thanksgiving. Be sure of this, that no fornicator or impure man, or one who is covetous (that is, an idolater), has any inheritance in the kingdom of Christ and of God. Let no one deceive you with empty words, for it is because of these things that the wrath of God comes upon the sons of disobedience. Therefore do not associate with them, for once you were darkness, but now you are light in the Lord. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῷ Σαββάτῳ μετά τὴν Χριστοῦ Γέννησιν |
Saturday after Nativity |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 12:15 – 21 |
Mt. 12:15 – 21 |
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. |
At that time, many crowds followed Jesus, and he healed them all, and ordered them not to make him known. This was to fulfill what was spoken by the prophet Isaiah: “Behold, my servant whom I have chosen, my beloved with whom my soul is well pleased. I will put my Spirit upon him, and he shall proclaim justice to the Gentiles. He will not wrangle or cry aloud, nor will anyone hear his voice in the streets; he will not break a bruised reed or quench a smoldering wick, till he brings justice to victory; and in his name will the Gentiles hope.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Μεθέορτον. |
Post-festal. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
|
Εβρ. 2:11 – 18 |
Heb. 2:11 – 18 |
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος ᾿Αβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. |
Brethren, he who sanctifies and those who are sanctified have all one origin. That is why he is not ashamed to call them brethren, saying, “I will proclaim your name to my brethren, in the midst of the congregation I will praise you.” And again, “I will put my trust in him.” And again, “Here am I, and the children God has given me.” Since therefore the children share in flesh and blood, he himself likewise partook of the same nature, that through death he might destroy him who has the power of death, that is, the devil, and deliver all those who through fear of death were subject to lifelong bondage. For surely it is not with angels that he is concerned but with the descendants of Abraham. Therefore he had to be made like his brethren in every respect, so that he might become a merciful and faithful high priest in the service of God, to make expiation for the sins of the people. For because he himself has suffered and been tempted, he is able to help those who are tempted. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Μεθέορτον. |
Post-festal. |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 2:13 – 23 |
Mt. 2:13 – 23 |
Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται. |
When the magi had departed, behold, an angel of the Lord appeared to Joseph in a dream and said, “Rise, take the child and his mother, and flee to Egypt, and remain there till I tell you; for Herod is about to search for the child, to destroy him.” And he rose and took the child and his mother by night, and departed to Egypt, and remained there until the death of Herod. This was to fulfill what the Lord had spoken by the prophet, “Out of Egypt have I called my son.” Then Herod, when he saw that he had been tricked by the magi, was in a furious rage, and he sent and killed all the male children in Bethlehem and in all that region who were two years old or under, according to the time which he had ascertained from the magi. Then was fulfilled what was spoken by the prophet Jeremiah: “A voice was heard in Ramah, wailing and loud lamentation, Rachel weeping for her children; she refused to be consoled, because they were no more.” But when Herod died, behold, an angel of the Lord appeared in a dream to Joseph in Egypt, saying, “Rise, take the child and his mother, and go to the land of Israel, for those who sought the child’s life are dead.” And he rose and took the child and his mother, and went to the land of Israel. But when he heard that Archelaus reigned over Judea in place of his father Herod, he was afraid to go there, and being warned in a dream he withdrew to the district of Galilee. And he went and dwelt in a city called Nazareth, that what was spoken by the prophets might be fulfilled, “He shall be called a Nazarene.” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. |
On December 26 is the Synaxis in honor of our all-holy Lady Theotokos. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. |
On this day we also commemorate our father among the saints Efthymios the Confessor, Bishop of Sardis. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ Ἰουδαίων. |
On this day we also commemorate our devout father Constantine who was of Jewish origin. |
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐαρέστου. |
We also commemorate our devout father Evarestos. |
Καὶ μνήμη τοῦ ἁγίου νέου Ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινουπόλει κατὰ τὸ ͵αψμγʹ (1743) ἔτος. |
We also commemorate the holy New Hieromartyr Constantine the Russian, who contested in Constantinople in the year 1743. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us and save us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι τὸ Δωδεκαήμερον. |
It is the Twelve Days of Christmas |