|
2026 |
2026 |
|
Τῇ Πέμπτῃ | Τῌ ΚΔʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Thursday | December 24 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Πέμτῃ τῆς Λʹ Ἑβδομάδος |
Thursday of the 30th Week |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
|
Εβρ. 10:35 – 39; 11:1 – 7 |
Heb. 10:35 – 39; 11:1 – 7 |
Ἀδελφοί, μὴ ἀποβάλητε τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ· χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. |
Brethren, do not throw away your confidence, which has a great reward. For you have need of endurance, so that you may do the will of God and receive what is promised. “For yet a little while, and the coming one shall come and shall not tarry; but my righteous one shall live by faith, and if he shrinks back, my soul has no pleasure in him.” But we are not of those who shrink back and are destroyed, but of those who have faith and keep their souls. Now faith is the assurance of things hoped for, the conviction of things not seen. For by it the men of old received divine approval. By faith we understand that the world was created by the word of God, so that what is seen was made out of things which do not appear. By faith Abel offered to God a more acceptable sacrifice than Cain, through which he received approval as righteous, God bearing witness by accepting his gifts; he died, but through his faith he is still speaking. By faith Enoch was taken up so that he should not see death; and he was not found, because God had taken him. Now before he was taken he was attested as having pleased God. And without faith it is impossible to please him. For whoever would draw near to God must believe that he exists and that he rewards those who seek him. By faith Noah, being warned by God concerning events as yet unseen, took heed and constructed an ark for the saving of his household; by this he condemned the world and became an heir of the righteousness which comes by faith. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Πέμπτῃ τῆς ΙΔʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 14th Week of Luke |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
|
Μάρκ. 10:17 – 27 |
Mk. 10:17 – 27 |
Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. |
At that time, as Jesus was setting out on his journey, a man ran up and knelt before him, and asked him, “Good Teacher, what must I do to inherit eternal life?” And Jesus said to him, “Why do you call me good? No one is good but God alone. You know the commandments: ‘Do not kill, Do not commit adultery, Do not steal, Do not bear false witness, Do not defraud, Honor your father and mother.’” And he said to him, “Teacher, all these I have observed from my youth.” And Jesus looking upon him loved him, and said to him, “You lack one thing; go, sell what you have, and give to the poor, and you will have treasure in heaven; and come, follow me.” At that saying his countenance fell, and he went away sorrowful; for he had great possessions. And Jesus looked around and said to his disciples, “How hard it will be for those who have riches to enter the kingdom of God!” And the disciples were amazed at his words. But Jesus said to them again, “Children, how hard it is for those who trust in riches to enter the kingdom of God! It is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God.” And they were exceedingly astonished, and said to one another, “Then who can be saved?” Jesus looked at them and said, “With men it is impossible, but not with God; for all things are possible with God.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ |
AT VESPERS |
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῆς Ἑορτῆς. |
For the Feast. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
|
Εβρ. 1:1 – 12 |
Heb. 1:1 – 12 |
Ἀδελφοί, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίμησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· καί· σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. |
Brethren, in many and various ways God spoke of old to our fathers by the prophets; but in these last days he has spoken to us by a Son, whom he appointed the heir of all things, through whom also he created the world. He reflects the glory of God and bears the very stamp of his nature, upholding the universe by his word of power. When he had made purification for sins, he sat down at the right hand of the Majesty on high, having become as much superior to angels as the name he has obtained is more excellent than theirs. For to what angel did he ever say, “You are my Son; today I have begotten you”? Or again, “I will be his Father, and he will be my Son”? And again, when he brings the firstborn into the world, he says, “Let all God’s angels worship him.” Of the angels he says, “He makes his angels winds and his servants flames of fire.” But of the Son he says, “Your throne, O God, is forever and ever, and the scepter of righteousness is the scepter of your kingdom. You have loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness beyond your companions.” And, “In the beginning, Lord, you founded the earth, and the heavens are the work of your hands; they will perish, but you remain; they will all wear out like clothing; like a cloak you will roll them up, and like clothing they will be changed. But you are the same, and your years will never end.” [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῆς Ἑορτῆς |
For the Feast |
|
Λουκ. 2:1 – 20 |
Lk. 2:1 – 20 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ. καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου· καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. |
In those days a decree went out from Caesar Augustus that all the world should be enrolled. This was the first enrollment, when Quirinius was governor of Syria. And all went to be enrolled, each to his own city. And Joseph also went up from Galilee, from the city of Nazareth, to Judea, to the city of David, which is called Bethlehem, because he was of the house and lineage of David, to be enrolled with Mary, his betrothed, who was with child. And while they were there, the time came for her to be delivered. And she gave birth to her first born son and wrapped him in swaddling clothes, and laid him in a manger, because there was no place for them in the inn. And in that region there were shepherds out in the field, keeping watch over their flock by night. And an angel of the Lord appeared to them, and the glory of the Lord shone around them, and they were filled with fear. And the angel said to them, “Be not afraid; for behold, I bring you good news of a great joy which will come to all the people; for to you is born this day in the city of David a Savior, who is Christ the Lord. And this will be a sign for you: you will find a babe wrapped in swaddling clothes and lying in a manger.” And suddenly there was with the angel a multitude of the heavenly host praising God and saying, “Glory to God in the highest, and on earth peace, good will among men!” When the angels went away from them into heaven, the shepherds said to one another, “Let us go over to Bethlehem and see this thing that has happened, which the Lord has made known to us.” And they went with haste, and found Mary and Joseph, and the babe lying in a manger. And when they saw it they made known the saying which had been told them concerning this child; and all who heard it wondered at what the shepherds told them. But Mary kept all these things, pondering them in her heart. And the shepherds returned, glorifying and praising God for all they had heard and seen, as it had been told them. [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΔʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Ὁσιοπαρθενομάτυρος Εὐγενίας, καὶ τῶν σὺν αὐτῇ. |
On December 24, we commemorate the holy, devout, virgin Martyr Eugenia, and those with her. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται. |
On this day the holy Martyr Basilla, who witnessed together with St. Eugenia, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς ἁγίας Εὐγενίας, ξίφει τελειοῦται. |
On this day the holy Martyr Philip, the father of St. Eugenia, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Πρῶτας καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται. |
On this day Sts. Protas and Hyacinth, the eunuchs and fellow ascetics of St. Eugenia, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικολάου Μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος. |
On this day we also commemorate our devout father Nicholas the Monk, who had been a soldier. There is also an edifying story. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Ἀχαϊκός, ξίφει τελειοῦται. |
On this day the holy Martyr Achaikos died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἀντίοχος, ἐν εἰρήνῃ τελειοῦται. |
On this day devout St. Antiochos reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us and save us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |