2026

2026

Τῇ Δευτέρᾳ | Τῌ ΚΑʹ ΔΕΚΕΜΒΡΙΟΥ

On Monday | December 21

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς Λʹ Ἑβδομάδος

Monday of the 30th Week

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ. 8:7 – 13

Heb. 8:7 – 13

Ἀδελφοί, εἰ ἡ πρώτη διαθήκη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

Brethren, if that first covenant had been faultless, there would have been no occasion for a second. For he finds fault with them when he says: “The days will come, says the Lord, when I will establish a new covenant with the house of Israel and with the house of Judah; not like the covenant that I made with their fathers on the day when I took them by the hand to lead them out of the land of Egypt; for they did not continue in my covenant, and so I paid no heed to them, says the Lord. This is the covenant that I will make with the house of Israel after those days, says the Lord: I will put my laws into their minds, and write them on their hearts, and I will be their God, and they shall be my people. And they shall not teach every one his fellow or every one his brother, saying, ‘Know the Lord,’ for all shall know me, from the least of them to the greatest. For I will be merciful toward their iniquities, and I will remember their sins and their lawless deeds no more.” In speaking of a new covenant he treats the first as obsolete. And what is becoming obsolete and growing old is ready to vanish away. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΔʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 14th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μάρκ. 9:42 – 50, 10:1

Mk. 9:42 – 50; 10:1

Εἶπεν ὁ Κύριος· ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.

The Lord said, “Whoever causes one of these little ones who believe in me to sin, it would be better for him if a great millstone were hung round his neck and he were thrown into the sea. And if your hand causes you to sin, cut it off; it is better for you to enter life maimed than with two hands to go to hell, to the unquenchable fire, where their worm does not die, and the fire is not quenched. And if your foot causes you to sin, cut it off; it is better for you to enter life lame than with two feet to be thrown into hell, to the unquenchable fire, where their worm does not die, and the fire is not quenched. And if your eye causes you to sin, pluck it out; it is better for you to enter the kingdom of God with one eye than with two eyes to be thrown into hell, where their worm does not die, and the fire is not quenched. For every one will be salted with fire and every sacrifice will be salted with salt. Salt is good; but if the salt has lost its saltness, how will you season it? Have salt in yourselves, and be at peace with one another.” And he left there and went to the region of Judea and beyond the Jordan, and crowds gathered to him again; and again, as his custom was, he taught them. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Μάρτυρος Ἰουλιανῆς.

On December 21 we commemorate the holy Martyr Julianna.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.

On this day we also commemorate the holy 500 Martyrs who believed through St. Julianna and died by the sword in Nicomedia.

Τῇ αὐτῇ ἡμέρᾳ αἱ ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες, αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.

On this day the holy 130 Martyrs died by the sword in Nicomedia.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους.

On this day we commemorate the holy Martyr Themistocles.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.