|
2026 |
2026 |
|
Τῇ Παρασκευῇ | Τῌ ΚΖʹ ΝΟΕΜΒΡΙΟΥ |
On Friday | November 27 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Παρασκευῇ τῆς ΚϚʹ Ἑβδομάδος |
Friday of the 26th Week |
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to Timothy. |
|
Αʹ Τιμ. 4:4 – 8, 16 |
1 Tim. 4:4 – 8, 16 |
Τέκνον Τιμόθεε, πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. |
Timothy, my son, everything created by God is good, and nothing is to be rejected if it is received with thanksgiving; for then it is consecrated by the word of God and prayer. If you put these instructions before the brethren, you will be a good minister of Christ Jesus, nourished on the words of the faith and of the good doctrine which you have followed. Have nothing to do with godless and silly myths. Train yourself in godliness; for while bodily training is of some value, godliness is of value in every way, as it holds promise for the present life and also for the life to come. Take heed to yourself and to your teaching; hold to that, for by so doing you will save both yourself and your hearers. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Παρασκευῇ τῆς Ιʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Friday of the 10th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 19:12 – 28 |
Lk. 19:12 – 28 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο. παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. καὶ ἕτερος ἦλθε λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ. ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας. λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς. λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. |
The Lord said this parable, “A nobleman went into a far country to receive a kingdom and then return. Calling ten of his servants, he gave them ten pounds, and said to them, ‘Trade with these till I come.’ But his citizens hated him and sent an embassy after him, saying, ‘We do not want this man to reign over us.’ When he returned, having received the kingdom, he commanded these servants, to whom he had given the money, to be called to him, that he might know what they had gained by trading. The first came before him, saying, ‘Lord, your pound has made ten pounds more.’ And he said to him, ‘Well done, good servant! Because you have been faithful in a very little, you shall have authority over ten cities.’ And the second came, saying, ‘Lord, your pound has made five pounds.’ And he said to him, ‘And you are to be over five cities.’ Then another came, saying, ‘Lord, here is your pound, which I kept laid away in a napkin; for I was afraid of you, because you are a severe man; you take up what you did not lay down, and reap what you did not sow.’ He said to him, ‘I will condemn you out of your own mouth, you wicked servant! You knew that I was a severe man, taking up what I did not lay down and reaping what I did not sow? Why then did you not put my money into the bank, and at my coming I should have collected it with interest?’ And he said to those who stood by, ‘Take the pound from him, and give it to him who has the ten pounds.’ (And they said to him, ‘Lord, he has ten pounds!’) ‘I tell you, that to every one who has will more be given; but from him who has not, even what he has will be taken away. But as for these enemies of mine, who did not want me to reign over them, bring them here and slay them before me.’” And when he had said this, he went on ahead, going up to Jerusalem. [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to Timothy. |
|
Βʹ Τιμ. 2:1 – 10 |
2 Tim. 2:1 – 10 |
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. |
Timothy, my son, be strong in the grace that is in Christ Jesus, and what you have heard from me before many witnesses entrust to faithful men who will be able to teach others also. Share in suffering as a good soldier of Christ Jesus. No soldier on service gets entangled in civilian pursuits, since his aim is to satisfy the one who enlisted him. An athlete is not crowned unless he competes according to the rules. It is the hard-working farmer who ought to have the first share of the crops. Think over what I say, for the Lord will grant you understanding in everything. Remember Jesus Christ, risen from the dead, descended from David, as preached in my gospel, the gospel for which I am suffering and wearing fetters like a criminal. But the word of God is not fettered. Therefore I endure everything for the sake of the elect, that they also may obtain salvation in Christ Jesus with its eternal glory. [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΖʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. |
On November 27, we commemorate the contest of the holy Great-martyr James the Persian. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται. |
On this day, devout St. Pinoufrios died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται. |
On this day, St. Nathaniel died in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἑλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us and save us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |