|
2026 |
2026 |
|
Τῇ Δευτέρᾳ | Τῌ ΚΓʹ ΝΟΕΜΒΡΙΟΥ |
On Monday | November 23 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Δευτέρᾳ τῆς ΚϚʹ Ἑβδομάδος |
Monday of the 26th Week |
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to Timothy. |
|
Αʹ Τιμ. 1:1 – 7 |
1 Tim. 1:1 – 7 |
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. |
Paul, an apostle of Christ Jesus by command of God our Savior and of Christ Jesus our hope. To Timothy, my true child in the faith: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord. As I urged you when I was going to Macedonia, remain at Ephesus that you may charge certain persons not to teach any different doctrine, nor to occupy themselves with myths and endless genealogies which promote speculations rather than the divine order that is in faith; whereas the aim of our charge is love that issues from a pure heart and a good conscience and sincere faith. Certain persons by swerving from these have wandered away into vain discussion, desiring to be teachers of the law, without understanding either what they are saying or the things about which they make assertions. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Δευτέρᾳ τῆς Ιʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 10th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 17:20 – 25 |
Lk. 17:20 – 25 |
Τῷ καιρῷ ἐκείνῳ, ἐπερωτηθεὶς ὁ Ἰησοῦς ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως, οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. |
At that time, when Jesus was asked by the Pharisees when the kingdom of God was coming, he answered them, “The kingdom of God is not coming with signs to be observed; nor will they say, ‘Lo, here it is!’ or ‘There!’ for behold, the kingdom of God is in the midst of you.” And he said to the disciples, “The days are coming when you will desire to see one of the days of the Son of man, and you will not see it. And they will say to you, ‘Lo, there!’ or ‘Lo, here!’ Do not go, do not follow them. For as the lightning flashes and lights up the sky from one side to the other, so will the Son of man be in his day. But first he must suffer many things and be rejected by this generation.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῶν Ἁγίων. |
For the Saints. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
|
Εβρ. 13:7 – 16 |
Heb. 13:7 – 16 |
Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. |
Brethren, remember your leaders, those who spoke to you the word of God; consider the outcome of their lives, and imitate their faith. Jesus Christ is the same yesterday and today and for ever. Do not be led away by diverse and strange teachings; for it is well that the heart be strengthened by grace, not by foods, which have not benefited their adherents. We have an altar from which those who serve the tent have no right to eat. For the bodies of those animals whose blood is brought into the sanctuary by the high priest as a sacrifice for sin are burned outside the camp. So Jesus also suffered outside the gate in order to sanctify the people through his own blood. Therefore let us go forth to him outside the camp and bear the abuse he endured. For here we have no lasting city, but we seek the city which is to come. Through him then let us continually offer up a sacrifice of praise to God, that is, the fruit of lips that acknowledge his name. Do not neglect to do good and to share what you have, for such sacrifices are pleasing to God. [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου. |
On November 23 we commemorate our father among the saints Amphilochios, Bishop of Iconium. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς Ἀκραγαντίνων Ἐκκλησίας. |
On this day we also commemorate our father among the saints Gregory, Bishop of the Akragantian Church. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος. |
On this day we also commemorate our devout father Sisinios the Martyr. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται. |
On this day the holy Bishop Ischyrion died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἕλενος, Ἐκπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Helenos, Bishop of Tarsus, died in peace. |
Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος. |
A very edifying account of a vision of a certain John. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἑλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις ἰχθύος. |
Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |