2026

2026

Τῇ Πέμπτῃ | Τῌ ΙΘʹ ΝΟΕΜΒΡΙΟΥ

On Thursday | November 19

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς ΚΕʹ Ἑβδομάδος

Thursday of the 25th Week

Πρὸς Θεσσαλονικεῖς Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Thessalonians.

Βʹ Θεσ. 2:13 – 17; 3:1 – 5

2 Th. 2:13 – 17; 3:1 – 5

Ἀδελφοί, ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ. Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾽ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

Brethren, we are bound to give thanks to God always for you, brethren beloved by the Lord, because God chose you from the beginning to be saved, through sanctification by the Spirit and belief in the truth. To this he called you through our gospel, so that you may obtain the glory of our Lord Jesus Christ. So then, brethren, stand firm and hold to the traditions which you were taught by us, either by word of mouth or by letter. Now may our Lord Jesus Christ himself, and God our Father, who loved us and gave us eternal comfort and good hope through grace, comfort your hearts and establish them in every good work and word. Finally, brethren, pray for us, that the word of the Lord may speed on and triumph, as it did among you, and that we may be delivered from wicked and evil men; for not all have faith. But the Lord is faithful; he will strengthen you and guard you from the evil one. And we have confidence in the Lord about you, that you are doing and will do the things which we command. May the Lord direct your hearts to the love of God and to the steadfastness of Christ. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Θʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Thursday of the 9th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 16:1 – 9

Lk. 16:1 – 9

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

The Lord said this parable, “There was a rich man who had a steward, and charges were brought to him that this man was wasting his goods. And he called him and said to him, ‘What is this that I hear about you? Turn in the account of your stewardship, for you can no longer be steward.’ And the steward said to himself, ‘What shall I do, since my master is taking the stewardship away from me? I am not strong enough to dig, and I am ashamed to beg. I have decided what to do, so that people may receive me into their houses when I am put out of the stewardship.’ So, summoning his master’s debtors one by one, he said to the first, ‘How much do you owe my master?’ He said, ‘A hundred measures of oil.’ And he said to him, ‘Take your bill, and sit down quickly and write fifty.’ Then he said to another, ‘And how much do you owe?’ He said, ‘A hundred measures of wheat.’ He said to him, ‘Take your bill, and write eighty.’ The master commended the dishonest steward for his shrewdness; for the sons of this age are more shrewd in dealing with their own generation than the sons of light. And I tell you, make friends for yourselves by means of unrighteous mammon, so that when it fails they may receive you into the eternal habitations.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΘʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Προφήτου Ἀβδιού.

On November 19, we commemorate the holy Prophet Obadiah.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Βαρλαάμ.

On this day we also commemorate the holy Martyr Barlaam.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ.

On this day we also commemorate the holy Martyr Azes the wonder-worker.

Αἱ Ἅγιαι, ἥ τε γυνὴ καὶ θυγάτηρ τοῦ ἐπάρχου, ξίφει τελειοῦνται.

The holy women, the wife and daughter of a governor, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Ἑκατὸν Πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται.

On this day the holy 150 soldiers died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Δώδεκα στρατιῶται ξίφει τελειοῦνται.

On this day the holy 12 soldiers died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἀγαπίου.

On this day we commemorate the holy Martyr Agapios.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.

On this day we commemorate the holy Martyr Heliodoros of Magido, Pamphylia.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ τῶν τέκνων αὐτῶν· καὶ τοῦ ἁγίου Παγχαρίου.

On this day we commemorate the holy Martyrs Anthimos, Thalleleos, Christopher, Euphemia, and their children; and St. Pancharios.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σίμωνος τοῦ Θαυματουργοῦ, τοῦ ἐκ Καλαβρίας.

On this day we commemorate our devout father Simon the Wonder-worker of Calabria.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέημον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.