2026

2026

Τῇ Τρίτῃ | Τῌ ΙΖʹ ΝΟΕΜΒΡΙΟΥ

On Tuesday | November 17

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς ΚΕʹ Ἑβδομάδος

Tuesday of the 25th Week

Πρὸς Θεσσαλονικεῖς Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Thessalonians.

Βʹ Θεσ. 1:10 – 12; 2:1 – 2

2 Th. 1:10 – 12; 2:1 – 2

Ἀδελφοί, τὸ μαρτύριον ἡμῶν ἐπιστεύθη ἐφʼ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.

Brethren, our testimony to you was believed. To this end we always pray for you, that our God may make you worthy of his call, and may fulfill every good resolve and work of faith by his power, so that the name of our Lord Jesus may be glorified in you, and you in him, according to the grace of our God and the Lord Jesus Christ. Now concerning the coming of our Lord Jesus Christ and our assembling to meet him, we beg you, brethren, not to be quickly shaken in mind or excited, either by spirit or by word, or by letter purporting to be from us, to the effect that the day of Christ has come. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τρίτῃ τῆς Θʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Tuesday of the 9th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 14:25 – 35

Lk. 14:25 – 35

Τῷ καιρῷ ἐκείνῳ, συνεπορεύοντο τῷ Ἰησοῦ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

At that time, great multitudes accompanied Jesus; and he turned and said to them, “If any one comes to me and does not hate his own father and mother and wife and children and brothers and sisters, yes, and even his own life, he cannot be my disciple. Whoever does not bear his own cross and come after me, cannot be my disciple. For which of you, desiring to build a tower, does not first sit down and count the cost, whether he has enough to complete it? Otherwise, when he has laid a foundation, and is not able to finish, all who see it begin to mock him, saying, ‘This man began to build, and was not able to finish.’ Or what king, going to encounter another king in war, will not sit down first and take counsel whether he is able with ten thousand to meet him who comes against him with twenty thousand? And if not, while the other is yet a great way off, he sends an embassy and asks terms of peace. So therefore, whoever of you does not renounce all that he has cannot be my disciple. Salt is good; but if salt has lost its taste, how shall its saltness be restored? It is fit neither for the land nor for the dunghill; men throw it away. He who has ears to hear, let him hear.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ. 12:7 – 11

1 Cor. 12:7 – 11

Ἀδελφοί, ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

Brethren, to each is given the manifestation of the Spirit for the common good. To one is given through the Spirit the utterance of wisdom, and to another the utterance of knowledge according to the same Spirit, to another faith by the same Spirit, to another gifts of healing by the one Spirit, to another the working of miracles, to another prophecy, to another the ability to distinguish between spirits, to another various kinds of tongues, to another the interpretation of tongues. All these are inspired by one and the same Spirit, who apportions to each one individually as he wills. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἁγίου.

For the Saint.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Ματθ. 10:1, 5 – 8

Mt. 10:1, 5 – 8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

At that time, Jesus called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. These twelve Jesus sent out, charging them, “Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, ‘The kingdom of heaven is at hand.’ Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΖʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ Θαυματουργοῦ.

On November 17, we commemorate our father among the saints Gregory the Wonder-worker, Bishop of Neocaesarea.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου, τοῦ Ζωγράφου.

On this day we also commemorate devout Saint Lazarus the Confessor, the Iconographer.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου καὶ Ἰωάννου· καὶ διήγησις ὠφέλιμος.

On this day we also commemorate devout Saints Zacharias the Leather-worker and John. We also relate an edifying story.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται.

On this day devout Saint Longinus died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

On this day Saint Gennadios, Patriarch of Constantinople, died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάξιμος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

On this day Saint Maximos, Patriarch of Constantinople, died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἰουστῖνος ἐν εἰρήνῃ τελειοῦται.

On this day devout Saint Justin died in peace.

Ὁ ὅσιος Γεννάδιος, ὁ ἐν τῇ Μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης αὐτῆς ὤν, ὁ ἀξιωθεὶς ἰδεῖν πίθον κενὸν βλύζοντα ἔλαιον, διὰ θαύματος τῆς Θεοτόκου, ἐν εἰρήνῃ τελειοῦται.

Devout Saint Gennadios, who lived as a monk in the Monastery of Vatopedi and served as its cellarer, and who was counted worthy to see an empty container overflowing with oil by a miracle of the Theotokos, died in peace.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.