Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος βαρύς. |
Octoechos - Grave Mode. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ ΙΕʹ ΝΟΕΜΒΡΙΟΥ |
Menaion - November 15 |
Μνήμη τῶν Ἁγίων Μαρτύρων Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου |
Memory of the Holy Martyrs Guria, Shamuna and Habib |
|
__________ |
__________ |
|
|
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
|
Ψαλμὸς 102. |
Psalm 102. |
|
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
|
Ἦχος βαρύς. |
Grave Mode. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. |
|
Ἀναστάσιμα. |
Resurrectional. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
|
Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. |
The fruit that killed me of old was good for food and beautiful to contemplate. But Christ is the very tree of life, from which I eat and die not. And echoing the Robber’s words, I cry out, “Remember me in Your kingdom, O Lord.” [SD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
|
Ἐν τῷ Σταυρῷ ὑψωθεὶς οἰκτίρμον, τοῦ Ἀδὰμ τὸ χειρόγραφον, τῆς πάλαι ἁμαρτίας ἐξήλειψας, καὶ ἔσωσας ἐκ πλάνης, ἄπαν τὸ γένος τῶν βροτῶν· ὅθεν ἀνυμνοῦμέν σε, εὐεργέτα Κύριε. |
When You, O merciful Lord, were lifted on the Cross, You cancelled and erased the bond and record of the primal sin of Adam, and You saved us, the human race, from all deceit. Therefore we extol You, our Benefactor and Lord. [SD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
|
Προσήλωσας ἐν Σταυρῷ Οἰκτίρμον, τὰς ἡμῶν ἁμαρτίας Χριστέ, καὶ τῷ σῷ θανάτῳ, τὸν θάνατον ἐνέκρωσας, ἐγείρας τοὺς τεθνεῶτας ἐκ νεκρῶν· ὅθεν προσκυνοῦμέν σου, τὴν σεπτὴν Ἀνάστασιν. |
You nailed our sins to the Cross, O Master all-compassionate Lord Jesus Christ; and You put death to death by Your death and also resurrected from the dead those who had died. Therefore we all worship You and Your resurrection, O God. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
|
Ἐξέχεε τὸν ἰὸν ὁ ὄφις, ἀκοαῖς ταῖς τῆς Εὔας ποτέ, Χριστὸς δὲ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἐπήγασε τῷ κόσμῳ, τῆς ζωῆς τὸν γλυκασμόν. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου. |
The serpent spat out the bitter poison into the ears of Eve of old. But Christ, on the tree of the Cross, poured out onto the world sweetness of eternal life. I cry out, “Remember me in Your kingdom, O Lord.” [SD] |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
|
Ἐν μνήματι ὡς θνητὸς ἐτέθης, ἡ ζωὴ τῶν ἁπάντων Χριστέ, καὶ ἔθλασας τοῦ ᾅδου τοὺς μοχλούς, καὶ ἀναστὰς ἐν δόξῃ, τριήμερος ὡς δυνατός, πάντας κατεφώτισας. Δόξα τῇ ἐγέρσει σου. |
They buried You in a tomb, O Savior, as one mortal, Christ the life of all. You smashed the bars of Hades and its gates, and then on the third day You rose, as the almighty God, and illumined everyone. Glory to Your resurrection! [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
|
Ὁ Κύριος ἀναστὰς τριήμερος ἐκ νεκρῶν, ἐδωρήσατο εἰρήνην τὴν ἰδίαν τοῖς μαθηταῖς, καὶ τούτους εὐλογήσας, ἐξαπέστειλεν εἰπών· Πάντας προσαγάγετε, εἰς τὴν Βασιλείαν μου. |
When Christ the Savior had truly risen from the dead on the third day He gave to His disciples and His friends His peace; and He blessed them and sent them out commanding them: “Make disciples of all men, and bring them to my kingdom.” [SD] |
|
Δόξα. |
Glory. |
|
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς καὶ Λόγος, φῶς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλʼ ἓν φῶς τὰ τρία· εἷς γὰρ Θεός, ἐν τρισὶ μὲν προσώποις, μιᾷ δὲ φύσει καὶ ἀρχῇ, ἄτμητος, ἀσύγχυτος, πέλων προαιώνιος. |
Light is the Father; the Son and Logos is light; the Holy Spirit is light. The three are one uncreated light, one God in three persons, and one in nature, one in rule, undivided, unconfused, pre-eternal single God. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἐκύησας τὸν Υἱὸν καὶ Λόγον τοῦ Πατρός, ἐν σαρκὶ ἐπὶ γῆς, ὡς οἶδε Θεοτόκε ὁ αὐτός· διὸ Παρθενομῆτορ, οἱ θεωθέντες διὰ σοῦ· Χαῖρέ σοι κραυγάζομεν, τῶν Χριστιανῶν ἡ ἐλπίς. |
On earth you carried and bore the Father’s Son and Logos, when He became flesh, as He knew how, all-holy Theotokos. Therefore, Virgin Mother, we who are deified through you, cry aloud, saluting you: Hope of Christians all, rejoice! [SD] |
|
|
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
|
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
|
|
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
You destroyed death by Your Cross, You opened Paradise to the Robber. You turned the Myrrh-bearing Women’s lament into joy, and You commanded Your Apostles to preach that You rose, O Christ God, granting the world the great mercy. [GOASD] |
|
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
|
|
|
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. |
You have given us the miracles of Your holy Martyrs as an impregnable fortress, O Christ our God. At their entreaties, frustrate the plots of foreign enemies, and strengthen our nation, for You alone are good and benevolent. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
|
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. |
The Savior’s most pure and immaculate temple, the very precious bridal chamber and Virgin, who is the sacred treasure of the glory of God, on this day is introduced into the House of the Lord, and with herself she brings the grace in the divine Spirit. She is extolled by the Angels of God. A heavenly tabernacle is she. [SD] |
|
|
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 28. |
Prokeimenon. Grave Mode. Psalm 28. |
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. |
The Lord will give strength to His people; the Lord will bless His people with peace. [SAAS] |
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. |
Verse: Bring to the Lord, O you sons of God, bring to the Lord glory and honor. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Κυριακῇ Εἰκοστῇ Τετάρτῃ |
Twenty-Fourth Sunday |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
|
Εφ. 2:14 – 22 |
Eph. 2:14 – 22 |
Ἀδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. |
Brethren, Christ is our peace, who has made us both one, and has broken down the dividing wall of hostility, by abolishing in his flesh the law of commandments and ordinances, that he might create in himself one new man in place of the two, so making peace, and might reconcile us both to God in one body through the cross, thereby bringing the hostility to an end. And he came and preached peace to you who were far off and peace to those who were near; for through him we both have access in one Spirit to the Father. So then you are no longer strangers and sojourners, but you are fellow citizens with the saints and members of the household of God, built upon the foundation of the apostles and prophets, Christ Jesus himself being the cornerstone, in whom the whole structure is joined together and grows into a holy temple in the Lord; in whom you also are built into it for a dwelling place of God in the Spirit. [RSV] |
|
|
|
|
Ἀλληλούϊα. Ἦχος βαρύς. Ψαλμὸς 91. |
Alleluia. Grave Mode. Psalm 91. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. |
Verse 1: It is good to give thanks to the Lord and to sing to Your name, O Most High. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
Verse 2: To proclaim Your mercy in the morning and Your truth at night. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Κυριακῇ Ὀγδόῃ τοῦ Λουκᾶ |
Eighth Sunday of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 10:25 – 37 |
Lk. 10:25 – 37 |
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως. |
At that time, a lawyer stood up to put Jesus to the test, saying, “Teacher, what shall I do to inherit eternal life?” He said to him, “What is written in the law? How do you read?” And he answered, “You shall love the Lord your God with all your heart, and with all your soul, and with all your strength, and with all your mind; and your neighbor as yourself.” And he said to him, “You have answered right; do this, and you will live.” But he, desiring to justify himself, said to Jesus, “And who is my neighbor?” Jesus replied, “A man was going down from Jerusalem to Jericho, and he fell among robbers, who stripped him and beat him, and departed, leaving him half dead. Now by chance a priest was going down that road; and when he saw him he passed by on the other side. So likewise a Levite, when he came to the place and saw him, passed by on the other side. But a Samaritan, as he journeyed, came to where he was; and when he saw him, he had compassion, and went to him and bound up his wounds, pouring on oil and wine; then he set him on his own beast and brought him to an inn, and took care of him. And the next day he took out two denarii and gave them to the innkeeper, saying, ‘Take care of him; and whatever more you spend, I will repay you when I come back.’ Which of these three, do you think, proved neighbor to the man who fell among the robbers?” He said, “The one who showed mercy on him.” And Jesus said to him, “Go and do likewise.” [RSV] |
|
|
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
|
|
Κοινωνικόν. Ψαλμὸς 148. |
Communion Hymn. Psalm 148. |
|
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. |
Praise the Lord from the heavens. Alleluia. [SAAS] |
|
|
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῶν ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Martyrs and Confessors Guria, Shamuna and Habib, whose memory we are observing, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις ἰχθύος. |
Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |