Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὡρολόγιον |
Horologion |
Ἀπολυτίκια τῆς Ὅλης Ἑβδομάδος |
Apolytikia for Weekdays |
Ὀκτώηχος - Ἦχος βʹ. |
Octoechos - Mode 2. |
Τῷ Σαββάτῳ Πρωΐ |
On Saturday Morning |
|
__________ |
__________ |
|
|
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
|
Ψαλμὸς 102. |
Psalm 102. |
|
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
|
Ἦχος βʹ. |
Mode 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
|
Τροπάρια. |
Troparia. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
|
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
|
Τοῦ Χριστοῦ τὰ παθήματα, μιμησάμενοι Μάρτυρες, πάθη ποικίλα βροτῶν, ἀεὶ θεραπεύετε. |
Holy Martyrs, since you have imitated Christ’s sufferings, * you continually cure all kinds of human suffering. [SD] |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
|
Σὺν Προφήταις Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, τῷ πάντων Δημιουργῷ, καλῶς εὐηρέστησαν. |
The Apostles, monastic Saints, holy Teachers and Prophets all * were well pleasing to the Lord and Creator of the universe. [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
|
Μετὰ πάντων ἀνάπαυσον, τῶν Ἁγίων σου Κύριε, οὓς προσελάβου πιστούς, δεόμεθα δούλους σου. |
We entreat You, O God on high, grant repose there with all Your saints * to Your faithful servants whom You took to yourself, O Lord. [SD] |
|
Δόξα. |
Glory. |
|
Ὦ Τριὰς ὁμοούσιε, τοὺς ὑμνοῦντάς σε οἴκτειρον, ἐκ τῶν σκανδάλων ἐχθροῦ, πάντας λυτρουμένη ἀεί. |
Consubstantial Trinity, have compassion on those who sing * glorifying You, and ever save them from the snares of the foe. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τὰς δεήσεις τῶν δούλων σου, μὴ παρίδῃς Πανάμωμε, σῴζουσα ἡμᾶς ἐκ πολλῶν πταισμάτων καὶ θλίψεων. |
Overlook not the prayers of us your servants, all-blameless Maid; * save us from afflictions that result from our many sins. [SD] |
|
|
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
|
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
|
Ἀπολυτίκιον τῆς Ἡμέρας. |
Apolytikion for the Day. |
|
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
|
Ἕτερον Ἀπολυτίκιον. |
Another Apolytikion. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν. |
Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τῶν Μαρτύρων. |
Kontakion for the Day. For the Martyrs. |
|
Ἦχος πλ. δʹ. Αὐτόμελον. |
Mode pl. 4. Automelon. |
|
Ὡς ἀπαρχάς. |
|
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
O Planter of creation, Lord, to You does the entire world bring as an offering the God-bearing martyr Saints, as being nature’s first fruits. At their earnest entreaties, keep Your Church in a state of profoundest peace, through the Theotokos, O Lord abundantly merciful. [SD] |
|
|
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Προκείμενον. Ἦχος πλ. βʹ. Ψαλμὸς 31. |
Prokeimenon. Mode pl. 2. Psalm 31. |
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. |
Be glad in the Lord and rejoice greatly. [SAAS] |
Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. |
Verse: Blessed are those whose transgressions are forgiven, and whose sins are covered. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Προφήτου. |
For the Prophet. |
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Romans. |
|
Ρωμ. 9:18 – 33 |
Rom. 9:18 – 33 |
Ἀδελφοί, ὃν θέλει ὁ Θεὸς ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν; καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, — ἃ προητοίμασεν εἰς δόξαν; οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν, ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἠσαΐας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως, Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. |
Brethren, God has mercy on whomever he wills, and he hardens the heart of whomever he wills. You will say to me then, “Why does he still find fault? For who can resist his will?” But who are you, a man, to answer back to God? Will what is molded say to its molder, “Why have you made me thus?” Has the potter no right over the clay, to make out of the same lump one vessel for beauty and another for menial use? What if God, desiring to show his wrath and to make known his power, has endured with much patience the vessels of wrath made for destruction, in order to make known the riches of his glory for the vessels of mercy, which he has prepared beforehand for glory, even us whom he has called, not from the Jews only but also from the Gentiles? As indeed he says in Hosea, “Those who were not my people I will call ‘my people,’ and her who was not beloved I will call ‘my beloved.’” “And in the very place where it was said to them, ‘You are not my people,’ they will be called ‘sons of the living God.’” And Isaiah cries out concerning Israel: “Though the number of the sons of Israel be as the sand of the sea, only a remnant of them will be saved; for he will finish his work and cut it short in righteousness, because the Lord will make the sentence shortened on the earth.” And as Isaiah predicted, “if the Lord of hosts had not left descendants to us, we would have fared like Sodom and been made like Gomorrah.” What shall we say, then? That Gentiles who did not pursue righteousness have attained it, that is, righteousness through faith; but that Israel who pursued the righteousness which is based on law did not succeed in fulfilling that law. Why? Because they did not pursue it through faith, but as if it were based on works. They have stumbled over the stumbling stone, as it is written, “Behold, I am laying in Zion a stone that will make men stumble, a rock that will make them fall; and he who believes in him will not be put to shame.” [RSV] |
|
|
|
|
Ἀλληλούϊα. Ἦχος πλ. βʹ. Ψαλμοὶ 64, 101. |
Alleluia. Mode pl. 2. Psalms 64, 101. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse 1: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse 2: And their memorial abides from generation to generation. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῷ Σαββάτῳ τῆς Δʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Saturday of the 4th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 6:1 – 10 |
Lk. 6:1 – 10 |
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί. τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι; καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες; ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾿ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. ὁ δὲ ἀναστὰς ἔστη. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς ἡ ἄλλη. |
At that time, Jesus was going through the grainfields, his disciples plucked and ate some heads of grain, rubbing them in their hands. But some of the Pharisees said, “Why are you doing what is not lawful to do on the sabbath?” And Jesus answered, “Have you not read what David did when he was hungry, he and those who were with him: how he entered the house of God, and took and ate the bread of the Presence, which it is not lawful for any but the priests to eat, and also gave it to those with him?” And he said to them, “The Son of man is lord of the sabbath.” On another sabbath, when he entered the synagogue and taught, a man was there whose right hand was withered. And the scribes and the Pharisees watched him, to see whether he would heal on the sabbath, so that they might find an accusation against him. But he knew their thoughts, and he said to the man who had the withered hand, “Come and stand here.” And he rose and stood there. And Jesus said to them, “I ask you, is it lawful on the sabbath to do good or to do harm, to save life or to destroy it?” And he looked around on them all, and said to him, “Stretch out your hand.” And he did so, and his hand was restored. [RSV] |
|
|
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
|
|
Κοινωνικόν. Ψαλμοὶ 64, 101. |
Communion Hymn. Psalms 64, 101. |
|
Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα. |
Blessed are they whom You have chosen and received, O Lord. Their memorial abides from generation to generation. Alleluia. [SAAS] |
|
|
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |