2026

2026

Τῇ Πέμπτῃ | Τῌ ΙΕʹ ΟΚΤΩΒΡΙΟΥ

On Thursday | October 15

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς Κʹ Ἑβδομάδος

Thursday of the 20th Week

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ. 3:1 – 8

Phil. 3:1 – 8

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω.

Brethren, rejoice in the Lord. To write the same things to you is not irksome to me, and is safe for you. Look out for the dogs, look out for the evil-workers, look out for those who mutilate the flesh. For we are the true circumcision, who worship in the Spirit of God, and glory in Christ Jesus, and put no confidence in the flesh. Though I myself have reason for confidence in the flesh also. If any other man thinks he has reason for confidence in the flesh, I have more: circumcised on the eighth day, of the people of Israel, of the tribe of Benjamin, a Hebrew born of Hebrews; as to the law a Pharisee, as to zeal a persecutor of the church, as to righteousness under the law blameless. But whatever gain I had, I counted as loss for the sake of Christ. Indeed I count everything as loss because of the surpassing worth of knowing Christ Jesus my Lord. For his sake I have suffered the loss of all things, and count them as refuse, in order that I may gain Christ. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Δʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Thursday of the 4th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 9:7 – 11

Lk. 9:7 – 11

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσε Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. καὶ εἶπεν ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.

At that time, Herod the tetrarch heard of all that was done, and he was perplexed, because it was said by some that John had been raised from the dead, by some that Elijah had appeared, and by others that one of the old prophets had risen. Herod said, “John I beheaded; but who is this about whom I hear such things?” And he sought to see him. On their return the apostles told him what they had done. And he took them and withdrew apart to a city called Bethsaida. When the crowds learned it, they followed him; and he welcomed them and spoke to them of the kingdom of God, and cured those who had need of healing. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ

Memory of the Holy Hieromartyr Lucian

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to Timothy.

Βʹ Τιμ. 1:8 – 18

2 Tim. 1:8 – 18

Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

Timothy, my son, do not be ashamed of testifying to our Lord, nor of me his prisoner, but share in suffering for the gospel in the power of God, who saved us and called us with a holy calling, not in virtue of our works but in virtue of his own purpose and the grace which he gave us in Christ Jesus ages ago, and now has manifested through the appearing of our Savior Christ Jesus, who abolished death and brought life and immortality to light through the gospel. For this gospel I was appointed a preacher and apostle and teacher, and therefore I suffer as I do. But I am not ashamed, for I know whom I have believed, and I am sure that he is able to guard until that Day what has been entrusted to me. Follow the pattern of the sound words which you have heard from me, in the faith and love which are in Christ Jesus; guard the truth that has been entrusted to you by the Holy Spirit who dwells within us. You are aware that all who are in Asia turned away from me, and among them Phygelus and Hermogenes. May the Lord grant mercy to the household of Onesiphorus, for he often refreshed me; he was not ashamed of my chains, but when he arrived in Rome he searched for me eagerly and found me — may the Lord grant him to find mercy from the Lord on that Day — and you well know all the service he rendered at Ephesus. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΕʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης.

On October 15, we commemorate the holy hieromartyr Lucian, Presbyter of Greater Antioch.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου.

On this day we commemorate our devout father Sabinus the Bishop.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης.

On this day we commemorate our devout father Barsus the Confessor, Bishop of Edessa.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ.

On this day we remember the contest of a Monk who became a martyr. There is an edifying story about him.

Μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου τοῦ νέου, τοῦ ἀπὸ Ἀγκύρας.

We also commemorate our devout and God-bearing father Euthymius the New of Ancyra.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.