2026

2026

Τῇ Τετάρτῃ | Τῌ Ζʹ ΟΚΤΩΒΡΙΟΥ

On Wednesday | October 7

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τετάρτῃ τῆς ΙΘʹ Ἑβδομάδος

Wednesday of the 19th Week

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ. 1:12 – 20

Phil. 1:12 – 20

Ἀδελφοί, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.

Brethren, I want you to know that what has happened to me has really served to advance the gospel, so that it has become known throughout the whole praetorium and to all the rest that my imprisonment is for Christ; and most of the brethren have been made confident in the Lord because of my imprisonment, and are much more bold to speak the word without fear. Some indeed preach Christ from envy and rivalry, but others from good will. The latter do it out of love, knowing that I am put here for the defense of the gospel; the former proclaim Christ out of partisanship, not sincerely but thinking to afflict me in my imprisonment. What then? Only that in every way, whether in pretense or in truth, Christ is proclaimed; and in that I rejoice. Yes, and I shall rejoice. For I know that through your prayers and the help of the Spirit of Jesus Christ this will turn out for my deliverance, as it is my eager expectation and hope. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τετάρτῃ τῆς Γʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Wednesday of the 3rd Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 6:46 – 49, 7:1

Lk. 6:46 – 49; 7:1

Εἶπεν ὁ Κύριος· Τί με καλεῖτε Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ εὐθὺς ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.

The Lord said, “Why do you call me ‘Lord, Lord,’ and not do what I tell you? Every one who comes to me and hears my words and does them, I will show you what he is like: he is like a man building a house, who dug deep, and laid the foundation upon rock; and when a flood arose, the stream broke against that house, and could not shake it, because it had been well built. But he who hears and does not do them is like a man who built a house on the ground without a foundation; against which the stream broke, and immediately it fell, and the ruin of that house was great.” After he had ended all his sayings in the hearing of the people he entered Capernaum. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Μαρτύρων.

For the Martyrs.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ. 11:33 – 40; 12:1 – 2

Heb. 11:33 – 40; 12:1 – 2

Ἀδελφοί, οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

Brethren, all the saints through faith conquered kingdoms, enforced justice, received promises, stopped the mouths of lions, quenched raging fire, escaped the edge of the sword, won strength out of weakness, became mighty in war, put foreign armies to flight. Women received their dead by resurrection. Some were tortured, refusing to accept release, that they might rise again to a better life. Others suffered mocking and scourging, and even chains and imprisonment. They were stoned, they were sawn in two, they were tempted, they were killed with the sword; they went about in skins of sheep and goats, destitute, afflicted, ill-treated — of whom the world was not worthy — wandering over deserts and mountains and in dens and caves of the earth. And all these, though well attested by their faith, did not receive what was promised, since God had foreseen something better for us, that apart from us they should not be made perfect. Therefore, since we are surrounded by so great a cloud of witnesses, let us also lay aside every weight, and sin that easily distracts, and let us run with perseverance the race that is set before us, looking to Jesus the pioneer and perfecter of faith. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ζʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Μαρτυρων, Σεργίου καὶ Βάκχου.

On October 7, we commemorate the holy martyrs Sergius and Bacchus.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτυρων Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου.

On this day we commemorate the holy martyrs Julian Presbyter and Caesarius Deacon.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Ἱερομάτυρος Πολυχρονίου.

On this day we commemorate the holy hieromartyr Polychronius.

Ὁ ἅγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται.

The holy Leontius the Consular, who believed in Christ and prayed to Him, reposed in peace.

Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται.

The holy martyrs Eusebius and Felix died by the sword.

Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα Πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτη ἀσκήσαντες, ἐν εἰρήνῃ τελειουνται.

The ninety-nine devout Fathers, who lived as ascetics on the island of Crete, reposed in peace.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.