Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Ὀκτώηχος - Ἦχος πλ. δʹ.

Octoechos - Mode pl. 4.

Τῇ Πέμπτῃ Πρωΐ

On Thursday Morning

Μηναῖον - Τῌ Αʹ ΟΚΤΩΒΡΙΟΥ

Menaion - October 1

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

Memory of the holy Apostle Ananias, one of the Seventy, and our Devout Father Romanos the Melodist

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.

An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.

Ψαλμὸς 102.

Psalm 102.

Ψαλμὸς 145.

Psalm 145.

   

   

Οἱ Μακαρισμοί.

The Beatitudes.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV]

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted. [RSV]

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth. [RSV]

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV]

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy. [RSV]

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God. [RSV]

Τροπάρια.

Troparia.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.

Savior of the world, remember us Your servants * as upon the Cross You remembered the Robber, * only compassionate Christ, and account us worthy * of inheriting Your heavenly Rule. [SD]

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]

Σάλπιγγες Χριστοῦ, Ἀπόστολοι δειχθέντες, τοὺς ἐν τοῖς μνημείοις, τῆς κακοπιστίας, ἀνακειμένους ἠγείρατε καὶ ἐνθέου, ζωῆς μετόχους ἀπειργάσασθε.

You were shown to be * the trumpets of the Savior. * You raised those who lay * in false belief and error * as if in tombs, O Apostles of Christ, and made them * to be partakers of true life divine. [SD]

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]

Σπείραντες Χριστοῦ, τὸν λόγον Θεηγόροι, πάντων τῶν ἐθνῶν, καρδίας τὰς ἀκάρπους, καρποφορούσας εἰργάσασθε θείαν γνῶσιν· ὅθεν ἀξίως μακαρίζεσθε.

Mouthpieces of God, * you sowed in the unfruitful * Gentiles hearts the word * of Christ, as seed in good earth, * and made them fruitful in knowledge of God, and therefore * you have been worthily beatified. [SD]

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven. [RSV]

Μαρτυρικόν.

For the Martyrs.

Πάσης ἑαυτούς, γυμνώσαντες κακίας, μέσον τῶν δεινῶν, ἐχώρησαν γενναίως, καὶ οὐρανόθεν ἱμάτιον σωτηρίου, οἱ Ἀθληταὶ περιεβάλοντο.

When they stripped themselves * of every shred of evil, * the Athletes of Christ * went bravely to be tortured. * And they were clothed in the bright garment of salvation * from heaven, when they endured to the end. [SD]

Δόξα.

Glory.

Νέκρωσον σεπτή, Τριὰς ἡ παναγία, πάθη τὰ δεινά, ψυχῆς μου τῆς ἀθλίας, ταῖς ἱκεσίαις τῶν θείων σου Ἀποστόλων, ἵνα δοξάζω σε σωζόμενος.

At the earnest prayers * of Your divine Apostles, * wholly put to death * the awful sinful passions * of my sorry soul; and saved thus I shall sing glory * to You, divine all-holy Trinity. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Χαῖρε ἡ λαβίς, τοῦ ἄνθρακος τοῦ θείου· χαῖρε Προφητῶν, σφραγὶς καὶ Ἀποστόλων, τὸ περιήχημα ἄχραντε Θεοτόκε, διʼ ἧς φθορᾶς ἠλευθερώθημεν.

Rejoice, living tongs * of the divine and live coal! * Mother of our God, * the seal of all the Prophets, * all-pure one, you are the message of the Apostles, * for from corruption we were freed through you. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Τοῦ Ἁγ. Ἀνανίου.

For St. Ananias.

Ἦχος γʹ.

Mode 3.

Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

O holy Apostle Ananias, make intercession to our merciful God, that He grant our souls forgiveness of offenses. [SD]

Τοῦ Ἁγ. Ρωμανού

For St. Romanos.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατʼ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ρωμανέ, τὸ πνεῦμά σου.

In you, O Father, is preserved undistorted what was made in the image of God; for taking up the cross, you followed Christ and by example taught, that we should overlook the flesh, since it passes away, and instead look after the soul, since it is immortal. And therefore, O devout Romanos, your spirit rejoices with the angels. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀποστόλων.

Kontakion for the Day. For the Apostles.

Ἦχος βʹ. Αὐτόμελον.

Mode 2. Automelon.

Τοὺς ἀσφαλεῖς.

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

You have taken to yourself, O Lord, the pinnacles of Your Disciples, those unerring theologians and preachers, to enjoy Your blessings and repose. For You accepted their labors and their death as being higher than any whole-burnt offering, for only You know what is in the heart. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

THE READINGS

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 18.

Prokeimenon. Mode 4. Psalm 18.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

His proclamation went forth into all the earth. [SAAS]

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Verse: The heavens declare the glory of God. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πράξ. 9:10 – 19

Acts 9:10 – 19

Ἐν ταῖς ἡμεραῖς ἐκείναις, ἦν τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, Κύριε. ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. ἀπεκρίθη δὲ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.

In those days, there was a disciple at Damascus named Ananias. The Lord said to him in a vision, “Ananias.” And he said, “Here I am, Lord.” And the Lord said to him, “Rise and go to the street called Straight, and inquire in the house of Judas for a man of Tarsus named Saul; for behold, he is praying, and he has seen a man named Ananias come in and lay his hands on him so that he might regain his sight.” But Ananias answered, “Lord, I have heard from many about this man, how much evil he has done to thy saints at Jerusalem; and here he has authority from the chief priests to bind all who call upon thy name.” But the Lord said to him, “Go, for he is a chosen instrument of mine to carry my name before the Gentiles and kings and the sons of Israel; for I will show him how much he must suffer for the sake of my name.” So Ananias departed and entered the house. And laying his hands on him he said, “Brother Saul, the Lord Jesus who appeared to you on the road by which you came, has sent me that you may regain your sight and be filled with the Holy Spirit.” And immediately something like scales fell from his eyes and he regained his sight. Then he rose and was baptized, and took food and was strengthened. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88.

Alleluia. Mode 1. Psalm 88.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριεν.

Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Verse 2: God is glorified in the counsel of saints.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Βʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Thursday of the 2nd Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 6:12 – 19

Lk. 6:12 – 19

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

At that time, Jesus went out to the mountain to pray; and all night he continued in prayer to God. And when it was day, he called his disciples, and chose from them twelve, whom he named apostles; Simon, whom he named Peter, and Andrew his brother, and James and John, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the son of Alphaeus, and Simon who was called the Zealot, and Judas the son of James, and Judas Iscariot, who became a traitor. And he came down with them and stood on a level place, with a great crowd of his disciples and a great multitude of people from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

   

   

Κοινωνικόν. Ψαλμὸς 18.

Communion Hymn. Psalm 18.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.

Their proclamation went forth into all the earth, and their words to the ends of the world. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy Apostle Ananias, and our devout father Romanos the Melodist, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.