|
2026 |
2026 |
|
Τῇ Τετάρτῃ | Τῌ Λʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
On Wednesday | September 30 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Τετάρτῃ τῆς ΙΗʹ Ἑβδομάδος |
Wednesday of the 18th Week |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
|
Εφ. 5:25 – 33 |
Eph. 5:25 – 33 |
Ἀδελφοί, οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. |
Brethren, husbands, love your wives, as Christ loved the church and gave himself up for her, that he might sanctify her, having cleansed her by the washing of water with the word, that he might present the church to himself in splendor, without spot or wrinkle or any such thing, that she might be holy and without blemish. Even so husbands should love their wives as their own bodies. He who loves his wife loves himself. For no man ever hates his own flesh, but nourishes and cherishes it, as the Lord does the church, because we are members of his body, of his flesh and of his bones. “For this reason a man shall leave his father and mother and be joined to his wife, and the two shall become one flesh.” This mystery is a great one, and I am saying that it refers to Christ and the church; however, let each one of you love his wife as himself, and let the wife see that she respects her husband. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Τετάρτῃ τῆς Βʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Wednesday of the 2nd Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 5:33 – 39 |
Lk. 5:33 – 39 |
Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ Φαρισαῖοι εἶπον αὐτῷ· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν; ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν; ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται. καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν. |
At that time, Pharisees came to Jesus and said to him, “Why do the disciples of John fast often and offer prayers, and so do the disciples of the Pharisees, but yours eat and drink?” And Jesus said to them, “Can you make wedding guests fast while the bridegroom is with them? The days will come, when the bridegroom is taken away from them, and then they will fast in those days.” He told them a parable also: “No one tears a piece from a new garment and puts it upon an old garment; if he does, he will tear the new, and the piece from the new will not match the old. And no one puts new wine into old wineskins; if he does, the new wine will burst the skins and it will be spilled, and the skins will be destroyed. But new wine must be put into fresh wineskins. And no one after drinking old wine desires new; for he says, ‘The old is better.’” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Ἱερομάρτυρος. |
For the Hieromartyr. |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 16:13 – 24 |
1 Cor. 16:13 – 24 |
Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν. |
Brethren, be watchful, stand firm in your faith, be courageous, be strong. Let all that you do be done in love. Now, brethren, you know that the household of Stephanas were the first converts in Achaia, and they have devoted themselves to the service of the saints; I urge you to be subject to such men and to every fellow worker and laborer. I rejoice at the coming of Stephanas and Fortunatus and Achaicus, because they have made up for your absence; for they refreshed my spirit as well as yours. Give recognition to such men. The churches of Asia send greetings. Aquila and Prisca, together with the church in their house, send you hearty greetings in the Lord. All the brethren send greetings. Greet one another with a holy kiss. I, Paul, write this greeting with my own hand. If any one has no love for the Lord, let him be anathema. Maranatha! The grace of the Lord Jesus be with you. My love be with you all in Christ Jesus. Amen. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τοῦ Ἱερομάρτυρος. |
For the Hieromartyr. |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 24:42 – 47 |
Mt. 24:42 – 47 |
Εἶπεν ὁ Κύριος· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. |
The Lord said, “Watch, for you do not know at what hour your Lord is coming. But know this, that if the householder had known in what part of the night the thief was coming, he would have watched and would not have let his house be broken into. Therefore you also must be ready; for the Son of man is coming at an hour you do not expect. Who then is the faithful and wise servant, whom his master has set over his household, to give them their food at the proper time? Blessed is that servant whom his master when he comes will find so doing. Truly, I say to you, he will set him over all his possessions.” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Λʹ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. |
On September 30, we commemorate the holy hieromartyr Gregory of Greater Armenia. |
Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς καὶ ἑτέρων λβʹ Ὁσιομαρτύρων γυναικῶν καὶ παρθένων. |
On this day we commemorate the holy women martyrs Rhipsime, Gaiana and another 32 monastic women martyrs and virgins. |
Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν ἁγίων ἐβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ Ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. |
On this day we commemorate the holy 70 martyrs who we killed along with St. Rhipsime; and commemoration of two other devout women. |
Τῇ αὐτῇ ἡμέρα μνήμη τοῦ ἁγίου Μάρτυρος Στρατονίκου. |
On this day we commemorate the holy martyr Stratonicus. |
Τῇ αὐτῇ ἡμέρα ὁ ἅγιος Μάρτυς Μαρδόνιος, ἄνθρακας ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος, τελειοῦται. |
On this day the holy martyr Mardonius died when live coals were place on his navel. |
Τῇ αὐτῇ ἡμέρα οἱ ἅγιοι χίλιοι Μάρτυρες ξίφει τελειοῦνται. |
On this day the holy 1,000 martyrs died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Τετάρτη ἢ Παρασκευή. |
It is a Wednesday or Friday. |