Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Μηναῖον - Τῌ Ζʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion - September 7 |
Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. |
Forefeast of the Nativity of the Most Holy Theotokos; and Memory of the Holy Martyr Sozon. |
|
__________ |
__________ |
|
|
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
|
Ψαλμὸς 102. |
Psalm 102. |
|
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
|
Ἦχος δʹ. |
Mode 4. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
|
Κανὼν Προεόρτιος. |
Canon for the Forefeast. |
|
ᾨδὴ γʹ. Ἦχος δʹ. Ὅτι στεῖρα ἔτεκεν. |
Ode iii. Mode 4. N/M (Since the barren woman.) |
|
|
Ὅτι στεῖρα ἔτεκεν. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
|
Ἡ γῆ ἡ κατάκαρπος, ἐκ γῆς ἀκάρπου γεννᾶται, ἥτις καρπογονήσει, τὸν γεωργὸν τῶν ἀγαθῶν, καὶ ζωηφόρον ἄσταχυν, τὸν τρέφοντα πάντας θείῳ νεύματι. |
From fruitless earth is born the very fruitful earth, which will produce the Farmer of blessings, the vivifying ear of grain that feeds all by the command of God. [GOASD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
|
Σήμερον ἐβλάστησε, τῆς Παρθενίας ἡ ῥάβδος, ἐξ ἧς ἀνθήσει ἄνθος, ὁ φυτουργὸς ἡμῶν Θεός, τὰ πονηρὰ βλαστήματα, ἀποτέμνων ἄκρᾳ ἀγαθότητι. |
The rod of virginity has blossomed forth today, and from it will bloom a flower, namely our God and Planter, who in supreme benevolence cuts down the outgrowths of evil. [GOASD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
|
Ἴδε τὸ ἀλάξευτον, ὄρος ἐκ πέτρας ἀγόνου, ἀποτεχθὲν τὸν λίθον, καρπογονεῖ τὸν νοητόν, ὃς συντριβὴν ἐργάσεται, τῶν ξοάνων πάντων τοῦ ἀλάστορος. |
Behold, born from a childless rock is the unquarried mountain, which will produce the spiritual Stone, who will crush all the idols of the evil one. [GOASD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
|
Νόμου προχαράγματα, σὲ προεδήλωσαν Κόρη· τὸν νομοδότην σὺ γάρ, νομίμων δίχα ἐν γαστρί, κυοφορεῖς τηροῦντά σε, ὑπὲρ λόγον ἄφθορον ἀμίαντον. |
O Virgin, the writings in the Law predicted you. You carry in your womb the Giver of the Law, without the laws of nature, and He ineffably preserved you unharmed and undefiled. [GOASD] |
|
Κανὼν Προεόρτιος. |
Canon for the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Τὴν θείαν ταύτην. |
Ode vi. Mode 4. N/M (O godly-minded believers.) |
|
|
Τὴν θείαν ταύτην. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
|
Ἐτέχθη σήμερον γέφυρα, μετάγουσα πρὸς φῶς τὸ ἀνθρώπινον, κλῖμαξ οὐράνιος, ὄρος Θεοῦ ἐμφανέστατον, ἡ Θεοτόκος Κόρη ἣν μακαρίσωμεν. |
The virgin Theotokos is born today. She is the bridge that leads humanity to the light, the heavenly ladder, the manifest mountain of God, and we call her blessed. [GOASD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
|
Ὁ κόχλος Ἄννα προήγαγε, πορφύραν τὴν τὸ ἔριον βάψασαν, τῆς σωματώσεως, τοῦ Βασιλέως εἰς ὕστερον, ἣν ἐπαξίως πάντες ὑμνολογήσωμεν. |
Anna is like a shell-fish that produces royal purple dye. For Mary’s blood will dye the wool of the incarnation of the King. Let us all extol her worthily. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Πηγὴ νυνὶ προελήλυθε, ῥανίδος ἐκ μικρᾶς ἡ Πανάμωμος, ἥτις τὴν ἄβυσσον, τῆς σωτηρίας κυήσασα, πολυθεΐας παύσει ἄπειρα ῥεύματα. |
From a small drop has now come the well, namely the all-blameless Virgin, who will give birth to the ocean of salvation and put an end to the many streams of paganism. [GOASD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἀκάρπου ῥίζης ἐβλάστησας, καὶ πρόῤῥιζον κακίας τὴν ἄκανθαν, τῷ ὑπὲρ φύσιν σου, θείῳ βλαστῷ ἐναπέτεμες, Θεογεννῆτορ Κόρη ἀειμακάριστε. |
O ever-blessed virgin Mother of God, you sprouted from an unfruitful root, and eradicated the thorns of evil, by the divine shoot that supernaturally came from you. [GOASD] |
|
|
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
|
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται· συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν. Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφόν τῆς ζωῆς ἡμῶν. |
Unto us is born today Mary the child of God, * as the branch from Jesse’s root, and as the fruit of David’s loins, * and all creation is re-created and deified. * O heaven and the earth, rejoice in unison. * Sing praises unto her, O all you Gentile clans. * Joachim is exultant, and Anna is keeping festival, crying out: * “The barren woman bears the Theotokos, * the nourisher of our Life.” [SD] |
|
Τοῦ Μάρτυρος. |
For the Martyr. |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyr, O Lord, was worthily awarded by You * the crown of incorruption, in that he contested for You our immortal God. * Since he possessed Your power, he defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at his fervent entreaties, save our souls. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον. |
Mode 3. On this day. |
|
Ἡ Παρθένος σήμερον. |
|
Ἡ Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς. |
On this day the virgin Maid, Mary the true Theotokos, * the inviolate bridal room of the heavenly Bridegroom, * by the will of God is born of a barren woman, * to prepare to be the carriage of God the Logos, * as for this she had been destined, * to be the gateway of God and Mother of Life. [SD] |
|
|
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
He makes His angels spirits and His ministers a flame of fire. [SAAS] |
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος |
Monday of the 15th Week |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Galatians. |
|
Γαλ. 2:11 – 16 |
Gal. 2:11 – 16 |
Ἀδελφοί, ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. |
Brethren, when Peter came to Antioch I opposed him to his face, because he stood condemned. For before certain men came from James, he ate with the Gentiles; but when they came he drew back and separated himself, fearing the circumcision party. And with him the rest of the Jews acted insincerely, so that even Barnabas was carried away by their insincerity. But when I saw that they were not straightforward about the truth of the gospel, I said to Peter before them all, “if you, though a Jew, live like a Gentile and not like a Jew, how can you compel the Gentiles to live like Jews?” We ourselves, who are Jews by birth and not Gentile sinners, yet who know that a man is not justified by works of the law but through faith in Jesus Christ, even we have believed in Christ Jesus, in order to be justified by faith in Christ, and not by works of the law, because by works of the law shall no one be justified. [RSV] |
|
|
|
|
Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148. |
Alleluia. Mode 2. Psalm 148. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. |
Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. |
Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Monday of the 15th Week of Matthew |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
|
Μάρκ. 5:24 – 34 |
Mk. 5:24 – 34 |
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. |
At that time, a great crowd followed Jesus and thronged about him. And there was a woman who had had a flow of blood for twelve years, and who had suffered much under many physicians, and had spent all that she had, and was no better but rather grew worse. She had heard the reports about Jesus, and came up behind him in the crowd and touched his garment. For she said, “If I touch even his garments, I shall be made well.” And immediately the hemorrhage ceased; and she felt in her body that she was healed of her disease. And Jesus, perceiving in himself that power had gone forth from him, immediately turned about in the crowd, and said, “Who touched my garments?” And his disciples said to him, “You see the crowd pressing around you, and yet you say, ‘Who touched me?’” And he looked around to see who had done it. But the woman, knowing what had been done to her, came in fear and trembling and fell down before him, and told him the whole truth. And he said to her, “Daughter, your faith has made you well; go in peace, and be healed of your disease.” [RSV] |
|
|
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
|
|
Κοινωνικόν. Ψαλμὸς 103. |
Communion Hymn. Psalm 103. |
|
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα. |
He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS] |
|
|
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |