2026

2026

Τῇ Δευτέρᾳ | Τῌ Ζʹ ΣΕΠΤΕΜΒΡΙΟΥ

On Monday | September 7

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος

Monday of the 15th Week

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Galatians.

Γαλ. 2:11 – 16

Gal. 2:11 – 16

Ἀδελφοί, ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.

Brethren, when Peter came to Antioch I opposed him to his face, because he stood condemned. For before certain men came from James, he ate with the Gentiles; but when they came he drew back and separated himself, fearing the circumcision party. And with him the rest of the Jews acted insincerely, so that even Barnabas was carried away by their insincerity. But when I saw that they were not straightforward about the truth of the gospel, I said to Peter before them all, “if you, though a Jew, live like a Gentile and not like a Jew, how can you compel the Gentiles to live like Jews?” We ourselves, who are Jews by birth and not Gentile sinners, yet who know that a man is not justified by works of the law but through faith in Jesus Christ, even we have believed in Christ Jesus, in order to be justified by faith in Christ, and not by works of the law, because by works of the law shall no one be justified. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος τοῦ Ματθαίου

Monday of the 15th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μάρκ. 5:24 – 34

Mk. 5:24 – 34

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

At that time, a great crowd followed Jesus and thronged about him. And there was a woman who had had a flow of blood for twelve years, and who had suffered much under many physicians, and had spent all that she had, and was no better but rather grew worse. She had heard the reports about Jesus, and came up behind him in the crowd and touched his garment. For she said, “If I touch even his garments, I shall be made well.” And immediately the hemorrhage ceased; and she felt in her body that she was healed of her disease. And Jesus, perceiving in himself that power had gone forth from him, immediately turned about in the crowd, and said, “Who touched my garments?” And his disciples said to him, “You see the crowd pressing around you, and yet you say, ‘Who touched me?’” And he looked around to see who had done it. But the woman, knowing what had been done to her, came in fear and trembling and fell down before him, and told him the whole truth. And he said to her, “Daughter, your faith has made you well; go in peace, and be healed of your disease.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος

Memory of the Holy Martyr Sozon

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Μάρτυρος.

For the Martyr.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 21:12 – 19

Lk. 21:12 – 19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

The Lord said to his disciples, “Beware of men; for they will lay their hands on you and persecute you, delivering you up to the synagogues and prisons, and you will be brought before kings and governors for my name’s sake. This will be a time for you to bear testimony. Settle it therefore in your minds, not to meditate beforehand how to answer; for I will give you a mouth and wisdom, which none of your adversaries will be able to withstand or contradict. You will be delivered up even by parents and brothers and kinsmen and friends, and some of you they will put to death; you will be hated by all for my name’s sake. But not a hair of your head will perish. By your endurance you will gain your souls.” [RSV]

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2026

2026

Τῌ Ζʹ ΣΕΠΤΕΜΒΡΙΟΥ

September 7

Μνήμη τῆς Ὁσίας Κασσιανῆς τῆς Ὑμνογράφου

Devout St. Kassiane the Hymnographer

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Παρ. κε΄, 2 – 12

Pr 25:2 – 14

Δόξα Θεοῦ κρύπτει λόγον, δόξα βασιλέως τιμᾷ πράγματα. Οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. Τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν, κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. Μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο. Κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι, ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. Ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε. Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῆς ἐπ’ ἐσχάτων. Ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει, μὴ σὲ ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ ἔχθρα οὐκ ἀπέσται ἀλλὰ ἔσται σοι ἴσῃ θανάτῳ. Χάρις καὶ φιλία ἐλευθεροῖ, ἂς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένη, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτω. Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον. Εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελές, δέδεται. Λόγος σοφός, εἰς εὐηκοον οὖς.

The Glory of God hides a word, and the glory of the king honors deeds. Heaven is high, and earth is deep, but he heart of the king is incapable of disproof. Beat drossy silver, and it will be made entirely clean. Slay the ungodly from before the kings, and his throne shall be established in righteousness. Do not brag on yourself in the presence of the king, neither stand in the places of princes; for it is better that it be said to you, “Come up to me,” than for you to be humbled in the presence of the prince. Speak the things your eyes see. Do not enter into a quarrel quickly, that you may not be sorry in the end. When your frined reproaches you, retreat and do not despise him, lest your friend continue to reproach you, and your quarrel and enmity shall not depart, but be equal to death for you. Grace and friendship free a man; keep these for yourself, that you may not be reproached, but guard your ways peaceably. As a golden apple in a small necklace of sardius stone, thus it is to speak a wise word. As a very expensive sardius stone set in a golden earring, so is a wise word to an obedient ear. [SAAS]

Παρ. ΛΑʹ, 10, 12 – 19, 25

Pr 31:10, 12 – 19, 25

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Who will find a courageous [woman]? For such a one is more valuable than precious stones. She weaves wool and linen cloth and is productive with her hands. She is like a ship trading afar off, so she procures her livelihood. She also rises before dawn and gives food to her household, and appoints tasks for her maidservants. Seeing a farm, she buys it, and from the fruits of her hands she plants her plot of land. Strongly girding her loins, she strengthens her arms for work. She experiences work as a good thing, and her lamp is not quenched all night. She extends her arms to do profitable things, and she applies her hands to the spindle. She opens her hands to the poor and reaches out with her fruit to the needy. She clothes herself with strength and dignity and rejoices in the last days. [SAAS]

Σολ. 4:7 – 15

WSol 4:7 – 15

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Though a righteous man may die before his time, he shall be at rest. For old age is not honored for its length of existence, nor measured by its number of years; but discernment is gray hair for mankind, and a spotless life is the maturity of old age. There was once a man pleasing to God and loved by Him, and while living among sinners he was taken up. He was caught up lest evil change his understanding or deceit deceive his soul. For envy arising from lack of judgment obscures what is good, and a whirling of desire undermines an innocent heart. He was made perfect, for in a short time he fulfilled long years, for his soul was pleasing to the Lord; therefore, He took him early from the midst of evil. Yet peoples saw this but did not understand, nor take such a thing to heart, that the Lord’s grace and mercy are with His elect and that He watches over His holy ones. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἁγίας.

For the Holy Woman.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Galatians.

Γαλ. 3:23 – 29; 4:1 – 5

Gal. 3:23 – 29; 4:1 – 5

Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Brethren, before faith came, we were confined under the law, kept under restraint until faith should be revealed. So that the law was our custodian until Christ came, that we might be justified by faith. But now that faith has come, we are no longer under a custodian; for in Christ Jesus you are all sons of God, through faith. For as many of you as were baptized into Christ have put on Christ. There is neither Jew nor Greek, there is neither slave nor free, there is neither male nor female; for you are all one in Christ Jesus. And if you are Christ’s, then you are Abraham’s offspring, heirs according to promise. I mean that the heir, as long as he is a child, is no better than a slave, though he is the owner of all the estate; but he is under guardians and trustees until the date set by the father. So with us; when we were children, we were slaves to the elemental principles of the universe. But when the time had fully come, God sent forth his Son, born of a woman, born under the law, to redeem those who were under the law, so that we might receive adoption as sons. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ὁσίας.

For the Devout Woman.

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μάρκ. 5:24 – 34

Mk. 5:24 – 34

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

At that time, a great crowd followed Jesus and thronged about him. And there was a woman who had had a flow of blood for twelve years, and who had suffered much under many physicians, and had spent all that she had, and was no better but rather grew worse. She had heard the reports about Jesus, and came up behind him in the crowd and touched his garment. For she said, “If I touch even his garments, I shall be made well.” And immediately the hemorrhage ceased; and she felt in her body that she was healed of her disease. And Jesus, perceiving in himself that power had gone forth from him, immediately turned about in the crowd, and said, “Who touched my garments?” And his disciples said to him, “You see the crowd pressing around you, and yet you say, ‘Who touched me?’” And he looked around to see who had done it. But the woman, knowing what had been done to her, came in fear and trembling and fell down before him, and told him the whole truth. And he said to her, “Daughter, your faith has made you well; go in peace, and be healed of your disease.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου Μάρτυρος Σῴζοντος.

On September 7, we commemorate the holy Martyr Sozon.

Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὁνησιφόρου.

On this day we also commemorate the holy Apostles Evodos and Onisiphoros.

Ὁ ἅγιος Εὐψύχιος, ξίφει τελειοῦται.

St. Efpsichios died by the sword.

Τῇ αὐτῇ ἡμέρα ἑορτάζεται ἡ κοίμησις τοῦ Ὁσίου Λουκᾶ, τοῦ τῆς Λυκαόνων Ἐπαρχίας, τρίτου δὲ ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος.

On this day is celebrated the dormition of devout St. Luke, from the eparchy of Lycaonia, the third abbot of the Monastery of the Savior, which is called Deep Stream.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ὁσίας Κασσιανῆς τῆς Ποιήτριας.

On this day we also commemorate devout St. Kassiane the Poet.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.