Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος πλ. αʹ. |
Octoechos - Mode pl. 1. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ Ϛʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion - September 6 |
Ἀνάμνησις τοῦ ἐν Κολασσαῖς Θαύματος τοῦ Ἀρχαγγέλου Μιχαήλ |
Miracle of Archangel Michael in Colossae (Chonae) |
|
__________ |
__________ |
|
|
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
|
Ψαλμὸς 102. |
Psalm 102. |
|
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. |
|
Ἀναστάσιμα. |
Resurrectional. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
|
Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου. |
When the robber had believed * that You the crucified were truly God, * he wholeheartedly and sincerely confessed You, * and he cried aloud to You, O Christ, “In Your kingdom, remember me.” [SD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
|
Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτῆρα καὶ Δημιουργόν, συμφώνως ὑμνήσωμεν. |
Crucified upon the tree * of the Cross, He blossomed life for our race, * and He dried up the curse from the tree, as our Savior; * whom, as our Creator, let us all in unison extol in song. [SD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
|
Τῷ θανάτῳ σου Χριστέ, θανάτου ἔλυσας τὴν δύναμιν, καὶ συνήγειρας τοὺς ἀπʼ αἰῶνος θανέντας, σὲ ὑμνοῦντας τόν, ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν. |
By Your death, O Christ our Lord, * You released us from the power of death, * and raised with yourself those who had died from the ages; * for You are our Savior and true God, whom all now extol in song. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Χαῖρε ἔμψυχε ναὲ Θεοῦ, καὶ πύλη ἀδιόδευτε, χαῖρε ἄφλεκτε καὶ πυρίμορφε θρόνε, χαῖρε Μήτηρ τοῦ Ἐμμανουήλ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. |
Rejoice, living temple of God, * rejoice, O impassable gate, * and throne that is fiery and yet not burning. * Rejoice, holy Mother of the Lord Emmanuel Christ our God. [SD] |
|
Κανὼν τοῦ Ἀρχαγγέλου. |
Canon for the Archangel. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Ἐβόησε προτυπῶν. |
Ode vi. Mode 4. N/M (Prefiguing in the whale.) |
|
|
Ἐβόησε προτυπῶν. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
|
Ἀγάλλεται, τῶν πιστῶν ἡ πληθὺς εὐφημοῦσά σε, καὶ δοξάζει, τὸν πανάγιον Λόγον συνάψαντα, τοὺς βροτοὺς Ἀγγέλοις, Μιχαὴλ τῇ αὐτοῦ ἀγαθότητι. |
O Michael, the faithful congregants celebrate and extol you, and they glorify the all-holy Logos, who in His goodness has brought Angels and humans together. [GOASD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
|
Στρατόπεδα, Ἰσραὴλ διεσώσω φαινόμενος· καὶ τὰς θείας προσταγὰς ἐκτελῶν Ἀρχιστράτηγε, καὶ τοὺς ἐχθροὺς καθεῖλες, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισας. |
O Chief Commander, you appeared and rescued the camp of Israel. Executing God's commands, you defeated the enemies and utterly vanquished them. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ὡς εἶδέ σε, Ἰησοῦς τοῦ Ναυῆ προσεκύνησεν, ἐρωτήσας, τὸ σεπτόν σου καὶ ἅγιον ὄνομα, Ἀρχηγὲ Ἀγγέλων, εὐλαβείᾳ καὶ φόβῳ κρατούμενος. |
O Commander of the Angels, when Joshua the son of Nun saw you, he was overcome by reverence and fear, and he bowed to you and asked you your divine and holy name. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μακάριος, ὁ λαὸς ὁ ἀεὶ μακαρίζων σε, μακαρία, ἡ τεκοῦσα Θεὸν τὸν μακάριον, τοὺς βροτοὺς διʼ οἶκτον, ἀποῤῥήτῳ ἑνώσει θεώσαντα. |
Blessed are the people who forever call you blessed, O blessed Lady, who gave birth to our blessed God, when through an ineffable union He deified humanity in His tender mercy. [GOASD] |
|
|
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
|
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
|
|
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος πλ. αʹ. Αὐτόμελον. |
Mode pl. 1. Automelon. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. |
As the Father and Spirit are unoriginate, * so the Word, who was born from the Virgin for us. * Let us praise Him, O believers, and let us worship Him. * For our salvation He was pleased * to be crucified in the flesh, * and to undergo death, * and to resurrect the dead, by His glorious resurrection. [GOASD] |
|
Τοῦ Ἀρχαγγέλου. |
For the Archangel. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
|
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων. |
O Chief Commander of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commander of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. |
Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD] |
|
|
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Προκείμενον. Ἦχος πλ. αʹ. Ψαλμὸς 11. |
Prokeimenon. Mode pl. 1. Psalm 11. |
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς. |
You shall guard us, O Lord; You shall preserve us. [SAAS] |
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. |
Verse: Save me, O Lord, for the holy man has ceased. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Κυριακῇ Δεκάτῃ Τετάρτῃ |
Fourteenth Sunday |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
|
Βʹ Κορ. 1:21 – 24. 2:1 – 4 |
2 Cor. 1:21 – 24; 2:1 – 4 |
Ἀδελφοί, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. |
Brethren, it is God who establishes us with you in Christ, and has commissioned us; he has put his seal upon us and given us his Spirit in our hearts as a guarantee. But I call God to witness against me — it was to spare you that I refrained from coming to Corinth. Not that we lord it over your faith; we work with you for your joy, for you stand firm in your faith. For I made up my mind not to make you another painful visit. For if I cause you pain, who is there to make me glad but the one whom I have pained? And I wrote as I did, so that when I came I might not suffer pain from those who should have made me rejoice, for I felt sure of all of you, that my joy would be the joy of you all. For I wrote you out of much affliction and anguish of heart and with many tears, not to cause you pain but to let you know the abundant love that I have for you. [RSV] |
|
|
|
|
Ἀλληλούϊα. Ἦχος πλ. αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode pl. 1. Psalm 88. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. |
Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. |
Verse 2: For You said, “Mercy shall be built up forever.” |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Κυριακῇ Δεκάτῃ Τετάρτῃ τοῦ Ματθαίου |
Fourteenth Sunday of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 22:2 – 14 |
Mt. 22:2 – 14 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. |
The Lord said this parable, “The kingdom of heaven may be compared to a king who gave a marriage feast for his son, and sent his servants to call those who were invited to the marriage feast; but they would not come. Again he sent other servants, saying, ‘Tell those who are invited, Behold, I have made ready my dinner, my oxen and my fat calves are killed, and everything is ready; come to the marriage feast.’ But they made light of it and went off, one to his farm, another to his business, while the rest seized his servants, treated them shamefully, and killed them. The king was angry, and he sent his troops and destroyed those murderers and burned their city. Then he said to his servants, ‘The wedding is ready, but those invited were not worthy. Go therefore to the thoroughfares, and invite to the marriage feast as many as you find.’ And those servants went out into the streets and gathered all whom they found, both bad and good; so the wedding hall was filled with guests. But when the king came in to look at the guests, he saw there a man who had no wedding garment; and he said to him, ‘Friend, how did you get in here without a wedding garment?’ And he was speechless. Then the king said to the attendants, ‘Bind him hand and foot, and cast him into the outer darkness; there men will weep and gnash their teeth.’ For many are called, but few are chosen.” [RSV] |
|
|
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
|
|
Κοινωνικόν. Ψαλμὸς 148. |
Communion Hymn. Psalm 148. |
|
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. |
Praise the Lord from the heavens. Alleluia. [SAAS] |
καὶ τὸ ἑξῆς· |
and the following: |
|
Κοινωνικόν. Ψαλμὸς 103. |
Communion Hymn. Psalm 103. |
|
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα. |
He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS] |
|
|
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου καὶ ἐνδόξου Ἀρχαγγέλου Μιχαήλ, οὗ τὸ ἐν Κολασσαῖς θαύμα μνημονεύομεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Archangel Michael, whose miracle in Colossae we commemorate, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |