2026

2026

Τῇ Δευτέρᾳ | Τῌ ΛΑʹ ΑΥΓΟΥΣΤΟΥ

On Monday | August 31

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς ΙΔʹ Ἑβδομάδος

Monday of the 14th Week

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Corinthians.

Βʹ Κορ. 12:10 – 19

2 Cor. 12:10 – 19

Ἀδελφοί, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις. ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι. Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.

Brethren, for the sake of Christ, then, I am content with weaknesses, insults, hardships, persecutions, and calamities; for when I am weak, then I am strong. I have been a fool! You forced me to it, for I ought to have been commended by you. For I was not at all inferior to these superlative apostles, even though I am nothing. The signs of a true apostle were performed among you in all patience, with signs and wonders and mighty works. For in what were you less favored than the rest of the churches, except that I myself did not burden you? Forgive me this wrong! Here for the third time I am ready to come to you. And I will not be a burden, for I seek not what is yours but you; for children ought not to lay up for their parents, but parents for their children. I will most gladly spend and be spent for your souls. If I love you the more, am I to be loved the less? But granting that I myself did not burden you, I was crafty, you say, and got the better of you by guile. Did I take advantage of you through any of those whom I sent to you? I urged Titus to go, and sent the brother with him. Did Titus take advantage of you? Did we not act in the same spirit? Did we not take the same steps? Have you been thinking all along that we have been defending ourselves before you? It is in the sight of God that we have been speaking in Christ, and all for your upbuilding, beloved. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΔʹ Ἑβδομάδος τοῦ Ματθαίου

Monday of the 14th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μάρκ. 4:10 – 23

Mk. 4:10 – 23

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ κατὰ μόνας καὶ ἠρώτησαν αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν τοῦ σπόρου. καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα. Kαὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; ὁ σπείρων τὸν λόγον σπείρει. οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. καὶ οὗτοι ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται. καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. Καὶ ἔλεγεν αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα ἔλθῃ εἰς φανερόν. εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.

At that time, when Jesus was alone, the disciples with the twelve asked him concerning the parable of the seed. And he said to them, “To you it has been given to know the mysteries of the kingdom of God, but for those outside everything is in parables; so that they may indeed see but not perceive, and may indeed hear but not understand; lest they should turn again, and be forgiven.” And he said to them, “Do you not understand this parable? How then will you understand all the parables? The sower sows the word. And these are the ones along the path, where the word is sown; when they hear, Satan immediately comes and takes away the word which is sown in them. And these in like manner are the ones sown upon rocky ground, who, when they hear the word, immediately receive it with joy; and they have no root in themselves, but endure for a while; then, when tribulation or persecution arises on account of the word, immediately they stumble. And others are the ones sown among thorns; they are those who hear the word, but the cares of the world, and the delight in riches, and the desire for other things, enter in and choke the word, and it proves unfruitful. But those that were sown upon the good soil are the ones who hear the word and accept it and bear fruit, thirtyfold and sixtyfold and a hundredfold.” And he said to them, “Is a lamp brought in to be put under a bushel, or under a bed, and not on a stand? For there is nothing hid, except to be made manifest; nor is anything secret, except to come to light. If any man has ears to hear, let him hear.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Θεοτόκου.

For the Theotokos.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ. 9:1 – 7

Heb. 9:1 – 7

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Brethren, the first tent had regulations for worship and an earthly sanctuary. For a tent was prepared, the first one, in which were the lamp stand and the table and the bread of the Presence; it is called the Holy Place. Behind the second curtain stood a tent called the Holy of Holies, having the golden altar of incense and the ark of the covenant covered on all sides with gold, which contained a golden urn holding the manna, and Aaron’s rod that budded, and the tables of the covenant; above it were the cherubim of glory overshadowing the mercy seat. Of these things we cannot now speak in detail. These preparations having thus been made, the priests go continually into the outer tent, performing their ritual duties; but into the second only the high priest goes, and he but once a year, and not without taking blood which he offers for himself and for the sins committed unintentionally by the people. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Θεοτόκου.

For the Theotokos.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λουκ. 10:38 – 42, 11:27 – 28

Lk. 10:38 – 42; 11:27 – 28

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord’s feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, “Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me.” But the Lord answered her, “Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her.” As he said this, a woman in the crowd raised her voice and said to him, “Blessed is the womb that bore you, and the breasts that nursed you!” But he said, “Blessed rather are those who hear the word of God and keep it!” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΛAʹ τοῦ αὐτου μηνὸς ἀνάμνησις τῆς ἐν τῇ ἁγία σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλης ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ βασιλέως.

On August 31 we remember the installation of the Precious Belt of the Most Holy Theotokos in the church dedicated to her in Chalkoprateia in Constantinople, to where it was transferred from the Diocese of Zela in Cappadocia by the Emperor Justinian. We also remember the miracle that occurred when the Precious Belt was placed on the Empress Zoe, the wife of Emperor Leo.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου ἐν τῶ Νεωρίῳ.

On this day we commemorate the restoration of the church of the Most Holy Theotokos in Neorion.

Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Through the intercessions of Your undefiled Mother, Christ our God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.