2026

2026

Τῇ Κυριακῇ | Τῌ Λʹ ΑΥΓΟΥΣΤΟΥ

On Sunday | August 30

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακῇ Δεκάτῃ Τρίτῃ

Thirteenth Sunday

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ. 16:13 – 24

1 Cor. 16:13 – 24

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Brethren, be watchful, stand firm in your faith, be courageous, be strong. Let all that you do be done in love. Now, brethren, you know that the household of Stephanas were the first converts in Achaia, and they have devoted themselves to the service of the saints; I urge you to be subject to such men and to every fellow worker and laborer. I rejoice at the coming of Stephanas and Fortunatus and Achaicus, because they have made up for your absence; for they refreshed my spirit as well as yours. Give recognition to such men. The churches of Asia send greetings. Aquila and Prisca, together with the church in their house, send you hearty greetings in the Lord. All the brethren send greetings. Greet one another with a holy kiss. I, Paul, write this greeting with my own hand. If any one has no love for the Lord, let him be anathema. Maranatha! The grace of the Lord Jesus be with you. My love be with you all in Christ Jesus. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακῇ Δεκάτῃ Τρίτῃ τοῦ Ματθαίου

Thirteenth Sunday of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Ματθ. 21:33 – 42

Mt. 21:33 – 42

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

The Lord said this parable, “There was a householder who planted a vineyard, and set a hedge around it, and dug a wine press in it, and built a tower, and let it out to tenants, and went into another country. When the season of fruit drew near, he sent his servants to the tenants, to get his fruit; and the tenants took his servants and beat one, killed another, and stoned another. Again he sent other servants, more than the first; and they did the same to them. Afterward he sent his son to them, saying ‘They will respect my son.’ But when the tenants saw the son, they said to themselves, ‘This is the heir; come, let us kill him and have his inheritance.’ And they took him and cast him out of the vineyard and killed him. When therefore the owner of the vineyard comes, what will he do to those tenants?” They said to him, “He will put those wretches to a miserable death, and let out the vineyard to other tenants who will give him the fruits in their seasons.” Jesus said to them, “Have you never read in the scriptures: ‘The very stone which the builders rejected has become the head of the corner; this was the Lord’s doing, and it was marvelous in our eyes?’” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Λʹ τοῦ αὐτου μηνὸς μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως Ἀλεξάνδρου, Ἰωάννου, καὶ Παῦλου τοῦ νέου.

On August 30, we commemorate the holy Patriarchs of Constantinople Alexander, John and Paul the New.

Τῇ αὐτῇ ἡμέρᾷ μνήμη τοῦ Ὁσίου καὶ θαυματουργοῦ Φαντίνου.

Today, we also commemorate devout Fantinus the miracle-worker.

Τῇ αὐτῇ ἡμέρᾷ μνήμη τῶν ἁγίων δεκαὲξ Μαρτύρων τῶν Θηβαίων.

Today, we also commemorate the holy sixteen Martyrs of Thebes.

Τῇ αὐτῇ ἡμέρᾷ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτινῇ, ἐν τῇ θαλάσσῃ βληθέντες, τελειοῦνται.

Today, the six martyrs in Melitini died when they were thrown into the ocean.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.