Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Ὡρολόγιον

Horologion

Ἀπολυτίκια τῆς Ὅλης Ἑβδομάδος

Apolytikia for Weekdays

Ὀκτώηχος - Ἦχος γʹ.

Octoechos - Mode 3.

Τῇ Δευτέρᾳ Πρωΐ

On Monday Morning

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἀντίφωνον Αʹ. Ἦχος βʹ.

Antiphon 1. Mode 2.

Στίχ. αʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Verse 1: It is good to give thanks to the Lord and to sing to Your name, O Most High. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. βʹ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Verse 2: To proclaim Your mercy in the morning and Your truth at night.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. γʹ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Verse 3: The Lord my God is upright, and there is no wrongdoing in Him.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ.

Antiphon 2. Mode 2.

Στίχ. αʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse 1: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

ἤ·

or:

Στίχ. αʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Verse 1: Come, let us greatly rejoice in the Lord; let us shout aloud to God our savior. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Στίχ. βʹ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse 2: And He established the world, which shall not be moved.

ἤ·

or:

Στίχ. βʹ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Verse 2: Let us come before His face with thanksgiving, and let us shout aloud to Him with psalms. For the Lord is a great God, a great King over all the earth.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Στίχ. γʹ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Verse 3: Holiness is proper to Your house, O Lord, unto length of days.

ἤ·

or:

Στίχ. γʹ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

Verse 3: For in His hand are the ends of the earth, and the heights of the mountains are His. For the sea is His, and He made it, and His hands formed the dry land.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.

   

   

Ἀντίφωνον Γʹ.

Antiphon 3.

Ἀπολυτίκιον τῆς Ἡμέρας.

Apolytikion for the Day.

Τῶν Ἀσωμάτων.

For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

O Chief Commanders of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commanders of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἡμέρας.

Apolytikion for the Day.

Τῶν Ἀσωμάτων.

For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

O Chief Commanders of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commanders of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀσωμάτων.

Kontakion for the Day. For the Angels.

Ἦχος βʹ.

Mode 2.

Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγοι.

As God’s Chief Commanders and ministers of His divine glory, guides of humanity and leaders of the Angels, pray for what will benefit us and for great mercy, as Chief Commanders of the Bodiless Hosts. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

THE READINGS

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103.

Prokeimenon. Mode 4. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

He makes His angels spirits and His ministers a flame of fire. [SAAS]

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς ΙΓʹ Ἑβδομάδος

Monday of the 13th Week

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Corinthians.

Βʹ Κορ. 8:7 – 15

2 Cor. 8:7 – 15

Ἀδελφοί, ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις, ἀλλ᾿ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε.

Brethren, as you excel in everything — in faith, in utterance, in knowledge, in all earnestness, and in your love for us — see that you excel in this gracious work also. I say this not as a command, but to prove by the earnestness of others that your love also is genuine. For you know the grace of our Lord Jesus Christ, that though he was rich, yet for your sake he became poor, so that by his poverty you might become rich. And in this matter I give my advice: it is best for you now to complete what a year ago you began not only to do but to desire, so that your readiness in desiring it may be matched by your completing it out of what you have. For if the readiness is there, it is acceptable according to what a man has, not according to what he has not. I do not mean that others should be eased and you burdened, but that as a matter of equality your abundance at the present time should supply their want, so that their abundance may supply your want, that there may be equality. As it is written, “He who gathered much has nothing over, and he who gathered little had no lack.” [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148.

Alleluia. Mode 2. Psalm 148.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΓʹ Ἑβδομάδος τοῦ Ματθαίου

Monday of the 13th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μάρκ. 3:6 – 12

Mk. 3:6 – 12

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ μετὰ τῶν Ἡρῳδιανῶν, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας· καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.

At that time, the Pharisees held counsel with the Herodians against Jesus, how to destroy him. Jesus withdrew with his disciples to the sea, and a great multitude from Galilee followed; also from Judea and Jerusalem and Idumea and from beyond the Jordan and from about Tyre and Sidon a great multitude, hearing all that he did, came to him. And he told his disciples to have a boat ready for him because of the crowd, lest they should crush him; for he had healed many, so that all who had diseases pressed upon him to touch him. And whenever the unclean spirits beheld him, they fell down before him and cried out, “You are the Son of God.” And he strictly ordered them not to make him known. [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

   

   

Κοινωνικόν. Ψαλμὸς 103.

Communion Hymn. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.

He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.