|
2026 |
2026 |
|
Τῷ Σαββάτῳ | Τῌ ΙΕʹ ΑΥΓΟΥΣΤΟΥ |
On Saturday | August 15 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῷ Σαββάτῳ τῆς ΙΑʹ Ἑβδομάδος |
Saturday of the 11th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 1:3 – 9 |
1 Cor. 1:3 – 9 |
Ἀδελφοί, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείση ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. |
Brethren, grace to you and peace from God our Father and Lord Jesus Christ. I give thanks to my God always for you because of the grace of God which was given you in Christ Jesus, that in every way you were enriched in him with all speech and all knowledge — even as the testimony of Christ was confirmed among you — so that you are not lacking in any spiritual gift, as you wait for the revealing of our Lord Jesus Christ; who will sustain you to the end, guiltless in the day of our Lord Jesus Christ. God is faithful, by whom you were called into the fellowship of his Son, Jesus Christ our Lord. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῷ Σαββάτῳ τῆς ΙΑʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Saturday of the 11th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 19:3 – 12 |
Mt. 19:3 – 12 |
Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ Φαρισαῖοι τῷ Ἰησοῦ πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν; λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται. λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται· εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω. |
At that time, Pharisees came up to Jesus and tested him by asking, “Is it lawful to divorce one’s wife for any cause?” He answered, “Have you not read that he who made them from the beginning made them male and female, and said, ‘For this reason a man shall leave his father and mother and be joined to his wife, and the two shall become one flesh’? So they are no longer two but one flesh. What therefore God has joined together, let not man put asunder.” They said to him, “Why then did Moses command one to give a certificate of divorce, and to put her away?” He said to them, “For your hardness of heart Moses allowed you to divorce your wives, but from the beginning it was not so. And I say to you: whoever divorces his wife, except for unchastity, and marries another, commits adultery, and he who marries a divorced woman commits adultery.” His disciples said to him, “If such is the case of a man with his wife; it is not expedient to marry.” But he said to them, “Not all men can receive this saying, but only those to whom it is given. For there are eunuchs who have been so from birth, and there are eunuchs who have been made eunuchs by men, and there are eunuchs who have made themselves eunuchs for the sake of the kingdom of heaven. He who is able to receive this, let him receive it.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
2026 |
2026 |
|
Τῌ ΙΕʹ ΑΥΓΟΥΣΤΟΥ |
August 15 |
|
Μνήμη τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Θεοτόκου |
Dormition of our Most Holy Lady Theotokos |
|
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Γεν. κηʹ 10 |
Gn 28:10 – 17 |
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπʼ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλʼ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. |
Now Jacob went out from the Well of Oath and went toward Haran. So he came to a certain place and stayed there all night, because the sun had set. Then he took one of the stones of that place and put it at his head, and he lay down in that place to sleep. Then he dreamed, and behold, a ladder was set up on the earth, and its top reached to heaven; and there the angels of God were ascending and descending on it. So behold, the Lord stood above it and said, “I am the Lord God of Abraham your father and the God of Isaac. Do not fear, the land on which you lie I will give to you and your seed. Also, your seed shall be as the dust of the earth; you shall spread abroad to the west and the east, to the north and the south; and in you and in your seed all the tribes of the earth shall be blessed. Behold, I am with you and will keep you wherever you go, and will bring you back to this land; for I will not leave you until I have done what I have spoken to you.” Then Jacob awoke from his sleep and said, “The Lord is in this place, and I did not know it.” So he was afraid and said, “How awesome is this place! This is none other than the house of God, and this is the gate of heaven.” [SAAS] |
|
Ιεζ. 43:27 – 44:4 |
Ezk 43:27 – 44:4 |
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. |
Thus says the Lord: “When they have completed these days, then from the eighth day onward the priests shall offer upon the altar your burnt offerings and your peace offerings; and I will accept you, says the Lord God.” Then he brought me back to the outer gate of the sanctuary, which faces east; and it was shut. And the Lord said to me, “This gate shall remain shut; it shall not be opened, and no one shall enter by it; for the Lord, the God of Israel, shall enter by it; therefore it shall remain shut. Only the prince shall sit in it to eat bread before the Lord; he shall enter by way of the vestibule of the gate, and shall go out by the same way.” Then he brought me by way of the north gate to the front of the temple; and I looked, and behold, the glory of the Lord filled the house of the Lord. [SAAS] |
|
Παρ. θʹ 1 |
Pr 9:1 – 11 |
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. |
Wisdom has built her house, she has set up her seven pillars. She has slaughtered her beasts, she has mixed her wine, she has also set her table. She has sent out her servants to call from the highest places in the town, “Whoever is simple, let him turn in here!” To him who is without sense she says, “Come, eat of my bread and drink of the wine I have mixed. Leave simpleness, that you may reign forever; seek wisdom, and live; and improve understanding by knowledge. He who corrects a scoffer gets himself abuse, and he who reproves a wicked man incurs injury. Do not reprove a scoffer, or he will hate you; reprove a wise man, and he will love you. Give instruction to a wise man, and he will be still wiser; teach a righteous man and he will increase in learning. The fear of the Lord is the beginning of wisdom, and the counsel of saints is understanding. For to know the law is the character of a sound mind. For by me your days will be multiplied, and years will be added to your life.” [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῆς Ἑορτῆς. |
For the Feast. |
Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Philippians. |
|
Φιλ. 2:5 – 11 |
Phil. 2:5 – 11 |
Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός. |
Brethren, have this mind among yourselves, which you have in Christ Jesus, who, though he was in the form of God, did not count equality with God a thing to be grasped, but emptied himself, taking the form of a servant, being born in the likeness of men. And being found in human form he humbled himself and became obedient unto death, even death on a cross. Therefore God has highly exalted him and bestowed on him the name which is above every name, that at the name of Jesus every knee should bow, in heaven and on earth and under the earth, and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῆς Ἑορτῆς. |
For the Feast. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 10:38 – 42, 11:27 – 28 |
Lk. 10:38 – 42; 11:27 – 28 |
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. |
At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord’s feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, “Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me.” But the Lord answered her, “Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her.” As he said this, a woman in the crowd raised her voice and said to him, “Blessed is the womb that bore you, and the breasts that nursed you!” But he said, “Blessed rather are those who hear the word of God and keep it!” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΕʹ τοῦ αὐτου μηνὸς μνήμη τῆς σεβασμίας Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. |
On August 15 we commemorate the august Translation [i.e. Assumption] of our most glorious Lady Theotokos and ever-virgin Mary. |
Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν. |
By her holy intercessions, have mercy and save us, O God, since You are good and benevolent. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |