2026

2026

Τῇ Τετάρτῃ | Τῌ Εʹ ΑΥΓΟΥΣΤΟΥ

On Wednesday | August 5

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος

Wednesday of the 10th Week

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ. 16:4 – 12

1 Cor. 16:4 – 12

Ἀδελφοί, ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ. ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

Brethren, if it seems advisable that I should go also, they will accompany me. I will visit you after passing through Macedonia, for I intend to pass through Macedonia, and perhaps I will stay with you or even spend the winter, so that you may speed me on my journey, wherever I go. For I do not want to see you now just in passing; I hope to spend some time with you, if the Lord permits. But I will stay in Ephesus until Pentecost, for a wide door for effective work has opened to me, and there are many adversaries. When Timothy comes, see that you put him at ease among you, for he is doing the work of the Lord, as I am. So let no one despise him. Speed him on his way in peace, that he may return to me; for I am expecting him with the brethren. As for our brother Apollos, I strongly urge him to visit you with the other brethren, but it was not all his will to come now. He will come when he has the opportunity. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος τοῦ Ματθαίου

Wednesday of the 10th Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Ματθ. 21:28 – 32

Mt. 21:28 – 32

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

The Lord said this parable, “A man had two sons; and he went to the first and said, ‘Son, go and work in the vineyard today.’ And he answered, ‘I will not’; but afterward he repented and went. And he went to the second and said the same; and he answered, ‘I go, sir,’ but did not go. Which of the two did the will of his father?” They said, “The first.” Jesus said to them, “Truly, I say to you, the tax collectors and the harlots go into the kingdom of God before you. For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the harlots believed him and even when you saw it, you did not afterward repent and believe him.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Προεόρτιος.

For the Forefeast.

Καθολικῆς Αʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s First Universal Letter.

Αʹ Πέτρ. 1:1 – 25, 2:1 – 10

1 Pet. 1:1 – 25, 2:1 – 10

Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ὑμᾶς τοὺς δι᾽ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῤῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ· διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.

Peter, an apostle of Jesus Christ, to the exiles of the Dispersion in Pontos, Galatia, Cappadocia, Asia, and Bithynia, chosen and destined by God the Father and sanctified by the Spirit for obedience to Jesus Christ and for sprinkling with his blood: May grace and peace be multiplied to you. Blessed be the God and Father of our Lord Jesus Christ! By his great mercy we have been born anew to a living hope through the resurrection of Jesus Christ from the dead, and to an inheritance which is imperishable, undefiled, and unfading, kept in heaven for you, who by God’s power are guarded through faith for a salvation ready to be revealed in the last time. Rejoice in this, though now for a little while you may have to suffer various trials, so that the genuineness of your faith, more precious than gold which though perishable is tested by fire, may redound to praise and glory and honor at the revelation of Jesus Christ. Without having seen him you love him; though you do not now see him you believe in him and rejoice with unutterable and exalted joy. As the outcome of your faith you obtain the salvation of your souls. The prophets who prophesied of the grace that was to be yours searched and inquired about this salvation; they inquired what person or time was indicated by the Spirit of Christ within them when predicting the sufferings of Christ and the subsequent glory. It was revealed to them that they were serving not themselves but you, in the things which have now been announced to you by those who preached the good news to you through the Holy Spirit sent from heaven, things into which angels long to look. Therefore gird up your minds, be sober, set your hope fully upon the grace that is coming to you at the revelation of Jesus Christ. As obedient children, do not be conformed to the passions of your former ignorance, but as he who called you is holy, be holy yourselves in all your conduct; since it is written, “You shall be holy, for I am holy.” And if you invoke as Father him who judges each one impartially according to his deeds, conduct yourselves with fear throughout the time of your exile. You know that you were ransomed from the futile ways inherited from your fathers, not with perishable things such as silver or gold, but with the precious blood of Christ, like that of a lamb without blemish or spot. He was destined before the foundation of the world but was made manifest at the end of the times for your sake. Through him you have confidence in God, who raised him from the dead and gave him glory, so that your faith and hope are in God. Having purified your souls through the Spirit by your obedience to the truth for a sincere love of the brethren, love one another earnestly from a pure heart. You have been born anew, not of perishable seed but of imperishable, through the living and abiding word of God; for “All flesh is like grass and all its glory like the flower of grass. The grass withers, and the flower falls, but the word of the Lord abides for ever.” That word is the good news which was preached to you. So put away all malice and all guile and insincerity and envy and all slander. Like newborn babes, long for the pure spiritual milk, that by it you may grow up to salvation; for you have tasted that the Lord is good. Come to him, to that living stone. rejected by men but in God’s sight chosen and precious; and like living stones be yourselves built into a spiritual house, to be a holy priesthood, to offer spiritual sacrifices acceptable to God through Jesus Christ. 6 For it stands in scripture: “Behold, I am laying in Zion a stone, a cornerstone chosen and precious, and he who believes in him will not be put to shame.” To you therefore who believe, he is precious, but for those who do not believe, “The very stone which the builders rejected has become the head of the corner,” and “a stone that will make men stumble, a rock that will make them fall”; for they stumble because they disobey the word, as they were destined to do. But you are a chosen people, a royal priesthood, a holy nation, God’s own people, that you may declare the wonderful deeds of him who called you out of darkness into his marvelous light. Once you were no people but now you are God’s people; once you had not received mercy but now you have received mercy. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Εʹ τοῦ αὐτοῦ μηνός προεόρτια τῆς ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ μνήμη τοῦ ἁγίου Μάρτυρος Εὐσιγνίου.

On August 5 is the Forefeast of the holy Transfiguration of our Lord, God and Savior Jesus Christ. We also commemorate the holy Martyr Eusignius.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβοληθέντες τελειοῦνται.

On this day, the two holy Martyrs and brothers Cattidius and Cattidianus were stoned to death.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνη τελειοῦται.

On this day, Saint Nonna, the mother of Saint Gregory the Theologian, died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.

On this day, the holy Martyr Soleb the Egyptian died when he was shot with arrows.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἱερομάρτυς Φάβιος (ἢ Φαβιανός), Ἐπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.

On this day the holy Hieromartyr Fabian, Bishop of Rome, died by the sword.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου.

It is the Dormition fast.