|
2026 |
2026 |
|
Τῇ Δευτέρᾳ | Τῌ Γʹ ΑΥΓΟΥΣΤΟΥ |
On Monday | August 3 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Δευτέρᾳ τῆς Ιʹ Ἑβδομάδος |
Monday of the 10th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 15:12 – 19 |
1 Cor. 15:12 – 19 |
Ἀδελφοί, εἰ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται· εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. |
Brethren, if Christ is preached as raised from the dead, how can some of you say that there is no resurrection of the dead? But if there is no resurrection of the dead, then Christ has not been raised; if Christ has not been raised, then our preaching is in vain. We are even found to be misrepresenting God, because we testified of God that he raised Christ, whom he did not raise if it is true that the dead are not raised. For if the dead are not raised, then Christ has not been raised. If Christ has not been raised, your faith is futile and you are still in your sins. Then those also who have fallen asleep in Christ have perished. If for this life only we have hoped in Christ, we are of all men most to be pitied. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Δευτέρᾳ τῆς Ιʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Monday of the 10th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 21:18 – 22 |
Mt. 21:18 – 22 |
Τῷ καιρῷ ἐκείνῳ ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε. |
At that time, as Jesus was returning to the city, he was hungry. And seeing a fig tree by the wayside he went to it, and found nothing on it but leaves only. And he said to it, “May no fruit ever come from you again!” And the fig tree withered at once. When the disciples saw it they marveled, saying, “How did the fig tree wither at once?” And Jesus answered them, “Truly, I say to you, if you have faith and never doubt, you will not only do what has been done to the fig tree, but even if you say to this mountain, ‘Be taken up and cast into the sea,’ it will be done. And whatever you ask in prayer, you will receive, if you have faith.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῶν Ὁσίων. |
For the Devout Saints. |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Galatians. |
|
Γαλ. 5:22 – 26; 6:1 – 2 |
Gal. 5:22 – 26; 6:1 – 2 |
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. |
Brethren, the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, self-control; against such there is no law. And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires. If we live by the Spirit, let us also walk by the Spirit. Let us have no self-conceit, no provoking of one another, no envy of one another. Brethren, if a man is overtaken in any trespass, you who are spiritual should restore him in a spirit of gentleness. Look to yourself, lest you too be tempted. Bear one another’s burdens, and so fulfill the law of Christ. [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Γʹ τοῦ αὐτοῦ μηνός μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Δαλμάτου, Φαύστου, καὶ Ἰσαακίου. |
On August 3, we commemorate our devout fathers Dalmatus, Faustus, and Isaakius. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Στεφάνου, Πάπα Ῥώμης. |
On this day we also commemorate the holy Martyr Stephan, Pope of Rome. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου Μονῆς τῆς Παταλαραίας. |
On this day we also commemorate our devout father John the Confessor, Abbot of the Monastery of Patalaria. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Σαλώμη ἡ Μυροφόρος, ἐν εἰρήνη τελειοῦται. |
On this day, Saint Salome the Myrrh-bearer died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ὁσία Θεοκλητὼ, ἐν εἰρήνη τελειοῦται. |
On this day, the devout Theoclito died in peace. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου. |
It is the Dormition fast. |