|
2026 |
2026 |
|
Τῇ Τετάρτῃ | Τῌ ΙΕʹ ΙΟΥΛΙΟΥ |
On Wednesday | July 15 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Τετάρτῃ τῆς Ζʹ Ἑβδομάδος |
Wednesday of the 7th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 7:12 – 24 |
1 Cor. 7:12 – 24 |
Ἀδελφοί, εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ. |
Brethren, if any brother has a wife who is an unbeliever, and she consents to live with him, he should not divorce her. If any woman has a husband who is an unbeliever, and he consents to live with her, she should not divorce him. For the unbelieving husband is consecrated through his wife, and the unbelieving wife is consecrated through her husband. Otherwise, your children would be unclean, but as it is they are holy. But if the unbelieving partner desires to separate, let it be so; in such a case the brother or sister is not bound. For God has called us to peace. Wife, how do you know whether you will save your husband? Husband, how do you know whether you will save your wife? Only, let every one lead the life which the Lord has assigned to him, and in which God has called him. This is my rule in all the churches. Was any one at the time of his call already circumcised? Let him not seek to remove the marks of circumcision. Was any one at the time of his call uncircumcised? Let him not seek circumcision. For neither circumcision counts for anything nor uncircumcision, but keeping the commandments of God. Every one should remain in the state in which he was called. Were you a slave when called? Never mind. But if you can gain your freedom, make use of your present condition instead. For he who was called in the Lord as a slave is a freedman of the Lord. Likewise he who was free when called is a slave of Christ. You were bought with a price; do not become slaves of men. So, brethren, in whatever state each was called, there let him remain with God. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Τετάρτῃ τῆς Ζʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Wednesday of the 7th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 14:35 – 15:11 |
Mt. 14:35 – 36; 15:1 – 11 |
Τῷ καιρῷ ἐκείνῳ ἐπιγνόντες τὸν Ἰησοῦν οἱ ἄνδρες τῆς γῆς Γεννησαρέτ, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν. Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων· τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί! καλῶς προεφήτευσε περὶ ὑμῶν Ἠσαΐας λέγων· ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. |
At that time, when the men of Gennesaret recognized Jesus, they sent round to all that region and brought to him all that were sick, and besought him that they might only touch the fringe of his garment; and as many touched it were made well. Then Pharisees and scribes came to Jesus from Jerusalem and said, “Why do your disciples transgress the tradition of the elders? For they do not wash their hands when they eat.” He answered them, “And why do you transgress the commandment of God for the sake of your tradition? For God commanded, saying, ‘Honor your father and your mother,’ and, ‘He who speaks evil of father or mother, let him surely die.’ But you say, ‘If any one tells his father or his mother, What you would have gained from me is an offering, he need not honor his father or mother.’ So, for the sake of your tradition, you have made void the commandment of God. You hypocrites! Well did Isaiah prophesy of you, when he said: ‘This people honors me with their lips, but their heart is far from me; in vain do they worship me, teaching as doctrines the precepts of men.’” And he called the people to him and said to them, “Hear and understand: not what goes into the mouth defiles a man, but what comes out of the mouth, this defiles a man.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης |
Memory of the Holy Martyrs Cyricus and Julitta |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 13:11 – 13, 14:1 – 5 |
1 Cor. 13:11 – 14; 14:1 – 5 |
Ἀδελφοί, ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. |
Brethren, when I was a child, I spoke like a child, I thought like a child, I reasoned like a child; when I became a man, I gave up childish ways. For now we see in a mirror dimly, but then face to face. Now I know in part; then I shall understand fully, even as I have been fully understood. So faith, hope, love abide, these three; but the greatest of these is love. Make love your aim, and earnestly desire the spiritual gifts, especially that you may prophesy. For one who speaks in a tongue speaks not to men but to God; for no one hears, but he utters mysteries in the spirit. On the other hand, he who prophesies speaks to men for their upbuilding and encouragement and consolation. He who speaks in a tongue edifies himself, but he who prophesies edifies the church. Now I want you all to speak in tongues, but even more to prophesy. He who prophesies is greater than he who speaks in tongues, unless some one interprets, so that the church may be edified. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 17:24 – 27, 18:1 – 4 |
Mt. 17:24 – 27; 18:1 – 4 |
Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. |
At that time, the collectors of the half-shekel tax went up to Peter and said, “Does not your teacher pay the tax?” He said, “Yes.” And when he came home, Jesus spoke to him first, saying, “What do you think, Simon? From whom do kings of the earth take toll or tribute? From their sons or from others?” And when he said, “From others,” Jesus said to him, “Then the sons are free. However, not to give offense to them, go to the sea and cast a hook, and take the first fish that comes up, and when you open its mouth you will find a shekel; take that and give it to them for me and for yourself.” At that time the disciples came to Jesus, saying, “Who is the greatest in the kingdom of heaven?” And calling to him a child, he put him in the midst of them, and said, “Truly, I say to you, unless you turn and become like children, you will never enter the kingdom of heaven. Whoever humbles himself like this child, he is the greatest in the kingdom of heaven.” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΕʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης. |
On July 15, we commemorate the holy Martyrs Cyricus and Julitta. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλιανοῦ. |
On this day we also commemorate the holy Martyr Lollianus. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου. |
On this day we also commemorate the holy Martyr Abudimus. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Τετάρτη ἢ Παρασκευή. |
It is a Wednesday or Friday. |