|
2026 |
2026 |
|
Τῇ Πέμπτῃ | Τῌ Θʹ ΙΟΥΛΙΟΥ |
On Thursday | July 9 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Πέμτῃ τῆς Ϛʹ Ἑβδομάδος |
Thursday of the 6th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 3:18 – 23 |
1 Cor. 3:18 – 23 |
Ἀδελφοί, μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. |
Brethren, let no one deceive himself. If any one among you thinks that he is wise in this age, let him become a fool that he may become wise. For the wisdom of this world is folly with God. For it is written, “He catches the wise in their craftiness,” and again, “The Lord knows that the thoughts of the wise are futile.” So let no one boast of men. For all things are yours, whether Paul or Apollos or Cephas or the world or life or death or the present or the future, all are yours; and you are Christ’s; and Christ is God’s. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Πέμπτῃ τῆς Ϛʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Thursday of the 6th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 13:36 – 43 |
Mt. 13:36 – 43 |
Τῷ καιρῷ ἐκείνῳ ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
At that time, Jesus went into the house. And his disciples came to him, saying, “Explain to us the parable of the weeds of the field.” He answered, “He who sows the good seed is the Son of man; the field is the world, and the good seed means the sons of the kingdom; the weeds are the sons of the evil one, and the enemy who sowed them is the devil; the harvest is the close of the age, and the reapers are angels. Just as the weeds are gathered and burned with fire, so will it be at the close of the age. The Son of man will send his angels, and they will gather out of his kingdom all causes of sin and all evildoers, and throw them into the furnace of fire; there men will weep and gnash their teeth. Then the righteous will shine like the sun in the kingdom of their Father. He who has ears to hear, let him hear.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Ἱερομάρτυρος. |
For the Hieromartyr. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
|
Εβρ. 7:26 – 28, 8:1 – 2 |
Heb. 7:26 – 28; 8:1 – 2 |
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. |
Brethren, it was fitting that we should have such a high priest, holy, blameless, unstained, separated from sinners, exalted above the heavens. He has no need, like those high priests, to offer sacrifices daily, first for his own sins and then for those of the people; he did this once for all when he offered up himself. Indeed, the law appoints men in their weakness as high priests, but the word of the oath, which came later than the law, appoints a Son who has been made perfect for ever. Now the point in what we are saying is this: we have such a high priest, one who is seated at the right hand of the throne of the Majesty in heaven, a minister in the sanctuary and the true tent which is set up not by man but by the Lord. [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Θʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. |
On July 9, we commemorate the holy Hieromartyr Pancratios, Bishop of Tauromenium. |
Οἱ Ἅγιοι Μάρτυρες Ἀνδρέας καὶ Πρόβος, πυρὶ τελειοῦνται. |
The holy Martyrs Andrew and Probus died by fire. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐγκανίων τοῦ σεβασμίου Ναοῦ τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ὄντος ἐν τῇ Πηγῇ. |
On this day we also commemorate the consecration of the venerable church of our all-immaculate Lady Theotokos and ever-virgin Mary, which is at the Spring. |
Μνήμη τῶν Ὁσίων Πατέρων Διονυσίου τοῦ ῥήτορος καὶ Μητροφάνους, τῶν ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω ἀσκητικῶς διαλαμψάντων καὶ δὴ ἐν τῇ μικρᾷ Σκήτῃ τῆς Ἁγίας Ἄννης κειμένων. |
We also commemorate the devout Fathers Dionysius the Rhetor and Metrophanes, who excelled in asceticism on the Holy Mountain of Athos, and specifically in Saint Anne’s Skete Minor. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |