|
2026 |
2026 |
|
Τῇ Τετάρτῃ | Τῌ Ηʹ ΙΟΥΛΙΟΥ |
On Wednesday | July 8 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Τετάρτῃ τῆς Ϛʹ Ἑβδομάδος |
Wednesday of the 6th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
|
Αʹ Κορ. 2:9 – 16; 3:1 – 8 |
1 Cor. 2:9 – 16; 3:1 – 8 |
Ἀδελφοί, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται. τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα. οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε; Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. |
Brethren, “What no eye has seen, nor ear heard, nor the heart of man conceived, what God has prepared for those who love him,” God has revealed to us through the Spirit. For the Spirit searches everything, even the depths of God. For what person knows a man’s thoughts except the spirit of the man which is in him? So also no one comprehends the thoughts of God except the Spirit of God. Now we have received not the spirit of the world, but the Spirit which is from God, that we might understand the gifts bestowed on us by God. And we impart this in words not taught by human wisdom but taught by the Holy Spirit, interpreting spiritual things to those who are spiritual. The unspiritual man does not receive the gifts of the Spirit of God, for they are folly to him, and he is not able to understand them because they are spiritually discerned. The spiritual man judges all things, but is himself to be judged by no one. “For who has known the mind of the Lord so as to instruct him?” But we have the mind of Christ. But I, brethren, could not address you as spiritual men, but as men of the flesh, as babes in Christ. I fed you with milk, not solid food; for you were not ready for it; and even yet you are not ready, for you are still of the flesh. For while there is jealousy and strife among you, are you not of the flesh, and behaving like ordinary men? For when one says, “I belong to Paul,” and another, “I belong to Apollos,” are you not merely men? What then is Apollos? What is Paul? Servants through whom you believed, as the Lord assigned to each. I planted, Apollos watered, but God gave the growth. So neither he who plants nor he who waters is anything, but only God who gives the growth. He who plants and he who waters are equal, and each shall receive his wages according to his labor. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Τετάρτῃ τῆς Ϛʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Wednesday of the 6th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Ματθ. 13:31 – 36 |
Mt. 13:31 – 36 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. |
The Lord said this parable, “The kingdom of heaven is like a grain of mustard seed which a man took and sowed in his field; it is the smallest of all seeds, but when it has grown it is the greatest of shrubs and becomes a tree, so that the birds of the air come and make nests in its branches.” He told them another parable. “The kingdom of heaven is like leaven which a woman took and hid in three measures of flour, till it was all leavened.” All this Jesus said to the crowds in parables; indeed he said nothing to them without a parable. This was to fulfill what was spoken by the prophet: “I will open my mouth in parables, I will utter what has been hidden since the foundation of the world.” Then he left the crowds and went into the house. [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to Timothy. |
|
Αʹ Τιμ. 4:9 – 15 |
1 Tim. 4:9 – 15 |
Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν. |
Timothy, my son, the saying is sure and worthy of full acceptance. For to this end we toil and suffer reproach, because we have our hope set on the living God, who is the Savior of all men, especially of those who believe. Command and teach these things. Let no one despise your youth, but set the believers an example in speech and conduct, in love, in faith, in purity. Till I come, attend to reading, to preaching, to teaching. Do not neglect the gift you have, which was given you by prophetic utterance when the council of elders laid their hands upon you. Practice these duties, devote yourself to them, so that all may see your progress. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λουκ. 6:17 – 19, 9:1 – 2, 10:16 – 22 |
Lk. 6:17 – 19, 9:1 – 2, 10:16 – 22 |
Τῷ καιρῷ ἐκείνῳ, ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. |
At that time, there came to Jesus a great crowd of his disciples and a great multitude of people from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. And he called his twelve disciples together and gave them power and authority over all demons and to cure diseases, and sent them out to preach the kingdom of God and to heal the sick. And he said to them, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you: but rejoice that your names are written in heaven.” In that same hour Jesus rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you. All things have been delivered to me by my Father; and no one knows who the Son is except the Father, or who the Father is except the Son and any one to whom the Son chooses to reveal him.” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ηʹ τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου. |
On July 8 we commemorate the holy Great-martyr Procopius. |
Ἡ Ἁγία Θεοδοσία, ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται. |
Saint Theodosia, the mother of Saint Procopius, died by the sword. |
Αἱ Ἅγιαι Δώδεκα γυναῖκες αἱ Συγκλητικαί, ξίφει τελειοῦνται. |
The Twelve Women of senatorial rank died by the sword. |
Οἱ Ἅγιοι Μάρτυρες Ἀντίοχος, Νικόστρατος, Ἀβδᾶς καὶ Σάββας, ξίφει τελειοῦνται. |
The holy Martyrs Antiochus, Nicostratus, Abdas and Sabbas died by the sword. |
Ὁ Ὅσιος Θεόφιλος, ὁ κατὰ τὸ Ἅγιον Ὅρος τοῦ Ἄθω ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται. |
The devout Theophilus, who lived in asceticism on the Holy Mountain of Athos, reposed in peace. |
Ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀναστάσιος, ὁ ἐξ Ἁγίου Βλασίου Ἡγουμενίτσης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτη ͵αψμγʹ (1743), ξίφει τελειοῦται. |
The holy New Hieromartyr Anastasius, who was from Hagios Vlasios, Hegoumenitsa, witnessed in Constantinople and died by the sword in the year 1743. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Τετάρτη ἢ Παρασκευή. |
It is a Wednesday or Friday. |