2026

2026

Τῇ Πέμπτῃ | Τῌ ΙΑʹ ΙΟΥΝΙΟΥ

On Thursday | June 11

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς Βʹ Ἑβδομάδος

Thursday of the 2nd Week

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Romans.

Ρωμ 5:10 – 16

Rom. 5:10 – 16

Ἀδελφοί, εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον· — ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. καὶ οὐχ ὡς δι᾿ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.

Brethren, if while we were enemies we were reconciled to God by the death of his Son, much more, now that we are reconciled, shall we be saved by his life. Not only so, but we also rejoice in God through our Lord Jesus Christ, through whom we have now received our reconciliation. Therefore as sin came into the world through one man and death through sin, and so death spread to all men because all men sinned — sin indeed was in the world before the law was given, but sin is not counted where there is no law. Yet death reigned from Adam to Moses, even over those whose sins were not like the transgression of Adam, who was a type of the one who was to come. But the free gift is not like the trespass. For if many died through one man’s trespass, much more have the grace of God and the free gift in the grace of that one man Jesus Christ abounded for many. And the free gift is not like the effect of that one man’s sin. For the judgment following one trespass brought condemnation, but the free gift following many trespasses brings justification. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Βʹ Ἑβδομάδος τοῦ Ματθαίου

Thursday of the 2nd Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 8:23 – 27

Mt. 8:23 – 27

Τῷ καιρῷ ἐκείνῳ, ἐμβάντι τῷ Ἰησοῦ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;

At that time, when Jesus got into the boat, his disciples followed him. And behold, there arose a great storm on the sea, so that the boat was being swamped by the waves; but he was asleep. And they went and woke him, saying, “Save us, O Lord; we are perishing.” And he said to them, “Why are you afraid, O men of little faith?” Then he rose and rebuked the winds and the sea; and there was a great calm. And the men marveled, saying, “What sort of man is this, that even winds and sea obey him?” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 11:19 – 30

Acts 11:19 – 30

Ἐν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

In those days, the apostles who were scattered because of the persecution that arose over Stephen traveled as far as Phoenicia and Cyprus and Antioch, speaking the word to none except Jews. But there were some of them, men of Cyprus and Cyrene, who on coming to Antioch spoke to the Hellenists also, preaching the Lord Jesus. And the hand of the Lord was with them, and a great number that believed turned to the Lord. News of this came to the ears of the church in Jerusalem, and they sent Barnabas to Antioch. When he came and saw the grace of God, he was glad; and he exhorted them all to remain faithful to the Lord with steadfast purpose; for he was a good man, full of the Holy Spirit and of faith. And a large company was added to the Lord. So Barnabas went to Tarsus to look for Saul; and when he had found him, he brought him to Antioch. For a whole year they met with the church, and taught a large company of people; and in Antioch the disciples were for the first time called Christians. Now in these days prophets came down from Jerusalem to Antioch. And one of them named Agabos stood up and foretold by the Spirit that there would be a great famine over all the world; and this took place in the days of Claudius. And the disciples determined, every one according to his ability, to send relief to the brethren who lived in Judea, and they did so, sending it to the elders by the hand of Barnabas and Saul. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἀποστόλων.

For the Apostles.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 10:16 – 21

Lk. 10:16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.

On June 11 we commemorate the Holy Apostles Bartholomew and Barnabas.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.

On this day we commemorate the Synaxis of the Archangel Gabriel in Adein on the Holy Mountain.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία τῶν ἁγ. Ἀποστόλων.

It is the fast of the holy Apostles.