|
2026 |
2026 |
|
Τῇ Δευτέρᾳ | Τῌ ΚΕʹ ΜΑΪΟΥ |
On Monday | May 25 |
|
|
|
|
---------- |
---------- |
|
|
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Δευτέρᾳ τῆς Ζʹ Ἑβδομάδος |
Monday of the 7th Week |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
|
Πραξ 21:8 – 14 |
Acts 21:8 – 14 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξελθόντες οἱ ἀπόστολοι ἀπὸ Τύρου ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ. τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. ἀπεκρίθη τε ὁ Παῦλος· τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· τὸ θέλημα τοῦ Κυρίου γινέσθω. |
In those days, the apostles departed and came to Caesarea; and we entered the house of Philip the evangelist, who was one of the seven, and stayed with him. And he had four daughters, virgins, who prophesied. While we were staying for some days, a prophet named Agabus came down from Judea. And coming to us he took Paul’s girdle and bound his own feet and hands, and said, “Thus says the Holy Spirit, ‘So shall the Jews at Jerusalem bind the man who owns this girdle and deliver him into the hands of the Gentiles.’” When we heard this, we and the people there begged him not to go up to Jerusalem. Then Paul answered, “What are you doing, weeping and breaking my heart? For I am ready not only to be imprisoned but even to die at Jerusalem for the name of the Lord Jesus.” And when he would not be persuaded, we ceased and said, “The will of the Lord be done.” [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Δευτέρᾳ τῆς Ζʹ Ἑβδομάδος |
Monday of the 7th Week |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
|
Ιω 14:27 – 15:7 |
Jn. 14:27 – 15:7 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι· καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν. |
The Lord said to his disciples, “Let not your hearts be troubled, neither let them be afraid. You heard me say to you, ‘I go away, and I will come to you.’ If you loved me, you would have rejoiced because I said, ‘I go to the Father’; for the Father is greater than I. And now I have told you before it takes place, so that when it does take place, you may believe. I will no longer talk much with you, for the ruler of this world is coming. He has no power over me; but I do as the Father has commanded me, so that the world may know that I love the Father. Rise, let us go hence. I am the true vine, and my Father is the vinedresser. Every branch of mine that bears no fruit, he takes away, and every branch that does bear fruit he prunes, that it may bear more fruit. You are already made clean by the word which I have spoken to you. Abide in me, and I in you. As the branch cannot bear fruit by itself, unless it abides in the vine, neither can you, unless you abide in me. I am the vine, you are the branches. He who abides in me, and I in him, he it is that bears much fruit, for apart from me you can do nothing. If a man does not abide in me, he is cast forth as a branch and withers; and the branches are gathered, thrown into the fire and burned. If you abide in me, and my words abide in you, ask whatever you will, and it shall be done for you.” [RSV] |
|
__________ |
__________ |
|
|
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
|
2026 |
2026 |
|
Τῌ ΚΕʹ ΜΑΪΟΥ |
May 25 |
|
Ἡ Γʹ Εὕρεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Προδρόμου |
Third Finding of the Forerunner’s Head |
|
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ησ 40, 1 καὶ ἐκλογή |
Is 40:1 – 5, 9; 41:17b – 18; 45:8; 48:20b – 21a; 54:1 |
Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπʼ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεός, Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐκ τῶν ὀρέων ποταμούς, καὶ ἐν μέσῳ πεδίων πηγάς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι διʼ ἐρήμων, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοήθησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. |
Thus says the Lord: “Comfort, yes, comfort My people,” says God. “O priests, speak to the heart of Jerusalem, comfort her, for her humiliation is ended, her sin is pardoned; for she received from the Lord’s hand double for her sins.” The voice of one crying in the wilderness: “Prepare the way of the Lord; make straight the paths of our God. Every valley shall be filled, and every mountain and hill humbled; the crooked places shall be made straight, and the rough places into plains. The glory of the Lord shall be revealed, and all flesh shall see the salvation of God; for the Lord has spoken.” O you who bring good tidings to Zion, go into the high mountain; O you who bring good tidings to Jerusalem, lift up your voice with strength; lift it up, be not afraid. Say to the cities of Judah, “Behold your God.” I, the God of Israel, will not forsake them. But I will open rivers in the mountain and fountains in the midst of the plains. I will make the desert into marsh-meadows, and the dry land into aqueducts. Let heaven above be glad, and let the clouds sprinkle righteousness. Let the earth bring forth mercy and righteousness together. Proclaim a voice of gladness and let it become well known. Proclaim it to the end of the earth, and say, “The Lord delivered His servant Jacob.” If they shall thirst, He will lead them through the desert, and water shall flow from the rock for them. Be glad, O barren woman who does not bear; break forth and cry out, you who are not in travail, for more are the children of the desolate than the children of the married woman. [SAAS] |
|
Μαλ 3 καὶ 4, ἐκλογή. |
Mal 3:1a, 2, 3a, 5a, 5c, 6a, 7b, 12a, 17, 18b, 24, 22 – 23 |
Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ ἥξει εἰς τὸν ναόν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Καὶ προσελεύσεται πρὸς ἡμᾶς ἐν κρίσει, καὶ ἔσται μάρτυς ταχύς ἐπὶ τοὺς πονηρούς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματι αὐτοῦ ἐπὶ ψευδῆ, καὶ τοὺς μὴ φοβουμένους αὐτόν, λέγει Κύριος παντοκράτωρ. Διότι ἐγὼ Κύριος ὁ Θεός, ὑμῶν, καὶ οὐκ ἡλλοίωμαι καὶ ὑμεῖς υἱοί, Ἰακὼβ ἐξεκλίνατε νόμιμα, καὶ οὐκ ἐφυλάξατε. Διὰ τοῦτο ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος, ἐπιβλέπων ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ᾗ ἐγὼ ποιῶ εἰς περιποίησιν τῶν ἀγαπώντων με. Ἐπίγνωτε οὖν, καὶ μνήσθητε τοῦ νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρήβ, πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα. Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, λέγει Κύριος παντοκράτωρ, ὁ Θεός Ἅγιος Ἰσραήλ. |
Thus says the Lord Almighty: “Behold, I send My messenger, and he will prepare the way before Me, and the Lord, whom you seek, will suddenly come into His temple, but who can endure the day of His coming? And who can withstand His appearance? For He enters like a refiner’s fire and as soap in one’s wash. He will sit as a refiner and a purifier of silver and gold. And I will draw near to you in judgment, a swift witness against sorcerers, adulterers, those who swear falsely by My name, and those who do not fear Me,” says the Lord Almighty. “For I am the Lord your God; I have not changed. But you, O sons of Jacob, you have turned away from My ordinances and have not kept them. Return to Me and I will return to you,” says the Lord Almighty. “And all nations will call you blessed. They shall be mine,” says the Lord Almighty, “in the day that I make them My possession, and I will choose them as a man chooses his own son who serves him. Then you shall return, and you will discern between the righteous and the wicked. Be in remembrance of the Law of Moses My servant as I commanded him, with its statutes and judgments, at Horeb for all Israel. Behold, I will send you Elijah before the coming of the great and glorious day of the Lord. And he will turn the heart of the father to his son, and a man’s heart to his neighbor, lest I come and strike the earth completely,” says the Lord Almighty, God, the Holy One of Israel. [SAAS] |
|
Σολ 4, ἐκλογή, καὶ 5, 17 |
WSol 4:7a, 16a, 17a, 19b-20; 5:1 – 7 |
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ συνήσουσι τί ἐβουλεύσαντο περὶ αὐτοῦ. Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες; Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. |
But though a righteous man may die before his time, he shall be at rest. But a righteous man who is dead shall condemn the ungodly who are living. For they will see the end of the wise man, but will not understand what the Lord purposed for him, because He will dash them headlong and speechless to the ground and shake them from the foundations. They shall be left dry and barren to the very end; they shall be in pain, and their memory shall perish. They will come with dread in the day of reckoning for their sins, and their lawless deeds will convict them to their face. Then the righteous man will stand with confidence in the presence of those who afflict him; and those who reject his labors, when they see him, will be shaken with dreadful fear; and they shall be amazed at his unexpected salvation. They will speak among themselves with regret, and in anguish of spirit they will groan and say, “This is the man whom we fools once held in derision and made a byword of disgrace. We considered his life to be madness and his death as without honor. How has he been numbered among the sons of God? and how is his portion among the saints? Therefore we went astray from the way of truth, for the light of righteousness did not shine on us, and the sun did not rise upon us. We were satisfied with the paths of lawlessness, and we traveled through impassable deserts; but the way of the Lord we have not known. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Προδρόμου. |
For the Forerunner. |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
|
Βʹ Κορ 4:6 – 15 |
2 Cor. 4:6 – 15 |
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. |
Brethren, it is the God who said, “Let light shine out of darkness,” who has shone in our hearts to give the light of the knowledge of the glory of God in the face of Christ. But we have this treasure in earthen vessels, to show that the transcendent power belongs to God and not to us. We are afflicted in every way, but not crushed; perplexed, but not driven to despair; persecuted, but not forsaken; struck down, but not destroyed; always carrying in the body the death of Jesus, so that the life of Jesus may also be manifested in our bodies. For while we live we are always being given up to death for Jesus’ sake, so that the life of Jesus may be manifested in our mortal flesh. So death is at work in us, but life in you. Since we have the same spirit of faith as he had who wrote, “I believed, and so I spoke,” we too believed, and so we speak, knowing that he who raised the Lord Jesus will raise us also with Jesus and bring us with you into his presence. For it is all for your sake, so that as grace extends to more and more people it may increase thanksgiving, to the glory of God. [RSV] |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τοῦ Προδρόμου. |
For the Forerunner. |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
|
Μτ 11:2 – 15 |
Mt. 11:2 – 15 |
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
At that time, when John heard in prison about the deeds of the Christ, he sent word by two of his disciples and said to him, “Are you he who is to come, or shall we look for another?” And Jesus answered them, “Go and tell John what you hear and see: the blind receive their sight and the lame walk, lepers are cleansed and the deaf hear, and the dead are raised up, and the poor have good news preached to them. And blessed is he who takes no offense at me.” As they went away, Jesus began to speak to the crowds concerning John: “What did you go out into the wilderness to behold? A reed shaken by the wind? What then did you go out to see? A man clothed in soft raiment? Behold, those who wear soft raiment are in kings’ houses. What then did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet. This is he of whom it is written, ‘Behold, I send my messenger before your face, who shall prepare your way before you.’ Truly, I say to you, among those born of women there has risen no one greater than John the Baptist; yet he who is least in the kingdom of heaven is greater than he. From the days of John the Baptist until now the kingdom of heaven has been coming violently and men of violence take it by force. For all the prophets and the law prophesied until John; and if you are willing to accept it, he is Elijah who is to come. He who has ears to hear, let him hear.” [RSV] |
|
__________ |
__________ |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΕʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς τρίτης Εὐρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. |
On May 25 we commemorate the Third Finding of the Precious Head of the holy and glorious Prophet, Forerunner, John the Baptist. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Κελεστίνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται. |
On this day the holy Martyr Celestine died after his heels were pierced with iron spikes. |
Ὁ Ὅσιος Ὀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται. |
Our devout Father Olbian reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O Christ our God, have mercy on us. Amen. |
|
__________ |
__________ |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |