Βιβλία - Πηγαί |
Books - Sources |
Πεντηκοστάριον |
Pentecostarion |
Δευτέρα τῆς Ϛʹ Ἑβδομάδος |
Monday of the Sixth Week |
Μηναῖον - Τῌ ΙΗʹ ΜΑΪΟΥ |
Menaion - May 18 |
Μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Ἀνδρέου, Παύλου, Χριστίνης, Ἡρακλείου, Παυλίνου καὶ Βενεδίμου |
Memory of the Holy Martyrs Peter, Dionysius, Andrew, Paul, and Christina; and Heraclius, Paulinus and Benedimus |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
|
Ἀρχὴ τοῦ Ὄρθρου |
Matins Ordinary |
|
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
|
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. |
O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Again we pray for our Archbishop (name). |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
Amen. In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3) |
Glory to God in the highest, and on earth peace, good will among men. (3) |
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς) |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2) |
|
Ψαλμὸς Γʹ (3). |
Psalm 3. |
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. |
O Lord, why do those who afflict me multiply? Many are those who rise up against me. Many are those who say to my soul, “There is no salvation for him in his God.” But You, O Lord, are my protector, my glory and the One who lifts up my head. I cried to the Lord with my voice, and He heard me from His holy hill. I lay down and slept; I awoke, for the Lord will help me. I will not be afraid of ten thousands of people who set themselves against me all around. Arise, O Lord, and save me, O my God, for You struck all those who were foolishly at enmity with me; You broke the teeth of sinners. Salvation is of the Lord, and Your blessing is upon Your people. |
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. |
I lay down and slept; I awoke, for the Lord will help me. [SAAS] |
|
Ψαλμὸς ΛΖʹ (37). |
Psalm 37 (38). |
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετʼ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. For Your arrows are fixed in me, and Your hand rests on me; there is no healing in my flesh because of Your wrath; there is no peace in my bones because of my sins. For my transgressions rise up over my head; like a heavy burden they are heavy on me. My wounds grow foul and fester because of my folly. I suffer misery, and I am utterly bowed down; I go all the day long with a sad face. For my loins are filled with mockeries, and there is no healing in my flesh. I am afflicted and greatly humbled; I roar because of the groaning of my heart. O Lord, all my desire is before You, and my groaning is not hidden from You. My heart is troubled; my strength fails me, and the light of my eyes, even this is not with me. My friends and neighbors draw near and stand against me, and my near of kin stand far off; and those who seek my soul use violence, and those who seek evil for me speak folly; and they meditate on deceit all the day long. But I like a deaf man do not hear, and I am like a mute who does not open his mouth. I am like a man who does not hear, and who has no reproofs in his mouth. For in You, O Lord, I hope; You will hear, O Lord my God. For I said, “Let not my enemies rejoice over me, for when my foot was shaken, they boasted against me.” For I am ready for wounds, and my pain is continually with me. For I will declare my transgression, and I will be anxious about my sin. But my enemies live, and are become stronger than I; and those who hate me unjustly are multiplied; those who repaid me evil for good slandered me, because I pursue righteousness; and they threw away my love as though it were a stinking corpse. Do not forsake me, O Lord; O my God, do not depart from me; give heed to help me, O Lord of my salvation. |
Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
Do not forsake me, O Lord; O my God, do not depart from me. Give heed to help me, O Lord of my salvation. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
(χῦμα) |
(intoned) |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You. |
|
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE LITANY OF PEACE |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν) |
Lord, have mercy. (after each petition) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from above and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord. |
Ὑπὲρ… |
(Use for institutions, e.g. Holy Cross.) |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος πλ. αʹ. Αὐτόμελον. |
Mode pl. 1. Automelon. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. |
As the Father and Spirit are unoriginate, * so the Word, who was born from the Virgin for us. * Let us praise Him, O believers, and let us worship Him. * For our salvation He was pleased * to be crucified in the flesh, * and to undergo death, * and to resurrect the dead, by His glorious resurrection. [GOASD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. |
Hail, gate of the Lord, through which no man has passed! * Wall and shelter of all who rely on you, rejoice! * Port and haven undisturbed by any tempest, rejoice! * You gave birth to your Creator and God in the flesh, * ever remaining a virgin. * Never cease interceding for us who worship and extol your Son. [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Κοντάκιον. Τοῦ Τυφλοῦ. |
Kontakion. For the Blindman. |
|
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. You revealed yourself today. |
|
Ἐπεφάνης σήμερον. |
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον. |
In the eyes of soul have I * become unseeing. * Unto You I come, O Christ, * as did of old the man born blind, * and in repentance I cry to You. * For those in darkness You are the most resplendent light. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΗʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ Ἡρακλείου. |
On May 18 we commemorate the holy Martyrs Peter, Dionysius, Christina the Virgin, Andrew, Paul, Benedimus, Paulinus, and Heraclios. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου καὶ Τεκούσης καὶ τῶν ἁγίων ἑπτὰ παρθένων γυναικῶν, τῶν ἐν Ἀγκύρᾳ, Ἀλεξανδρείας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας, Ματρώνης, Ἰουλίας καὶ Θεοδότης. |
On this day we also commemorate the holy Martyrs Theodotus and Tekusa, and the holy seven virgins of Ancyra: Alexandria, Claudia, Phaeina, Euphrasia, Matrona, Julia, and Theodota. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος δʹ. |
Ode viii. Heirmos. Mode 4. |
|
|
Λυτρωτὰ τοῦ παντός. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. |
O almighty Redeemer of all the world, * You came down in the midst of the furnace fire, * and You bedewed those pious men, * and You taught them to sing praise, * “O all you works, to the Lord sing * a hymn as you bless the Lord.” [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Εὕα μὲν τῷ τῆς παρακοῆς. |
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. |
Because of the malady of disobedience, Eve received the curse within herself. * But you, O Virgin Theotokos, have blossomed forth the blessing to all the world, * by means of the One who sprang from your pregnancy. * And therefore you do we all magnify. [SD] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάρια. Τοῦ Τυφλοῦ. |
Exaposteilaria. For the Blindman. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος βʹ. Σαρκὶ ὑπνώσας. |
Mode 2. When You had slumbered. |
|
|
|
|
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθάρας με δάκρυσιν. |
The eyes of my noetic soul * have become blind, O loving Lord, * because of dark and sinful deeds. * O Savior, lead me to the light; * implant in me humility, Master, and purify me * with tears of repentance. [SD] |
|
Ἕτερον. |
Another. |
|
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
|
|
|
Παράγων ὁ Σωτὴρ ἡμῶν, εὗρε Τυφλὸν ἀόμματον, πτύσας χαμαὶ καὶ ποιήσας, πηλὸν ἐπέχρισε τοῦτον, πρὸς Σιλωὰμ ἀπέστειλε, τοῦ ἀπελθεῖν καὶ νίψασθαι, ὁ δὲ νιψάμενος ἦλθε, βλέπων τὸ φῶς σου Χριστέ μου. |
Our Savior once was passing by, * and found a man who was born blind. * He spat on the ground and made clay * of the saliva, anointing * his eyes with it and sent him to * the pool of Siloam to wash. * So he went and washed and came back * seeing Your light, O Christ my God. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
|
Δοξολογία (διαβαστά) |
Doxology (read) |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστιχα. Τοῦ Τυφλοῦ. |
Aposticha. For the Blindman. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. αʹ. Ὅσιε Πάτερ. |
Mode pl. 1. N/M (Devout and God-bearing father.) |
|
|
|
|
Τύφλωσις ὤφθη, ὁ Τυφλὸς τοῖς τάχα βλέπουσι, σκοτίζων καὶ τὰς φρένας, καὶ τὰς ψυχάς, καὶ τὸν νοῦν, τὴν τούτου θεωροῦσιν ἄωρον βλέψιν· καὶ φωνήσαντες ἠρώτων δεινῶς· Πῶς ἄρτι ὁρᾶσαι, ὡς εἷς τῶν φῶς ὁρώντων, τυφλὸς ὑπάρχων ἐκ γενετῆς, καὶ προκαθήμενος τρίβοις, καὶ προσαιτῶν; Ὅθεν ὑπέδειξε τὸν τὸ φῶς χορηγοῦντα, καὶ πλαστουργήσαντα τὰ φῶτα ἐν τῷ κόσμῳ· ἐξ ὧν κηρύττεται, Υἱὸς Θεοῦ προάναρχος, ἐπʼ ἐσχάτων ἐκ τῆς Παρθένου βροτὸς φανείς, διʼ οἶκτον ἐκ θείου Πνεύματος. |
The Blindman became blindness for those who thought they saw. For when they observed that he regained his sight so late in life, it darkened their hearts, their souls, and their minds. They summoned him and harshly interrogated him. “How do you now see, like one of us who see the light? You were born blind, and you sat on the sidewalk and begged.” Then he pointed out the One who gave him his sight, the One who fashioned lights in the world. He is One who is therefore proclaimed to be God’s pre-eternal Son, who for mercy’s sake in latter days became incarnate of the Virgin and the Holy Spirit. [SD] |
Στίχ. Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με. |
Verse: Look upon me and have mercy on me. [SAAS] |
|
Ὥσπερ φορτίον, καὶ γεῶδες ἀχθοφόρημα, ὡρᾶτο τοῖς ἐν κόσμῳ, περιπατῶν ὁ Τυφλός, καὶ ἐν ταῖς πλατείαις πόδας συντρίβων, τάχα ὡς ὅρασιν τὴν ῥάβδον πλουτῶν· ὅθεν καταφεύγει πρὸς τὸν Φωτοδότην, ἐξ οὗ λαμβάνει τὸ φῶς ὁρᾶν, καὶ ὀφθαλμοῖς αὐτοῦ βλέπειν τὸν Ποιητήν, τὸν καθʼ ὁμοίωσιν αὐτοῦ καὶ κατʼ εἰκόνα, δημιουργήσαντα τὴν φύσιν τῶν ἀνθρώπων, ἐκ γῆς τὸ πρότερον, καὶ νῦν χοῒ καὶ πτύσματι, καταυγάσαντα τούτου τὰς κόρας, καὶ δόντα φιλανθρώπως βλέπειν τὸν ἥλιον. |
When the Blindman walked, possessing a cane in place of vision, and stubbing his toes in the public square, it appeared to those in the world to be such a heavy load and burden. So he turned to Giver of light, and from Him he received his sense of vision, and with his very own eyes he saw his Maker, who of old fashioned human nature from earth in His image and likeness, and who now with soil and saliva gave sight to his eyes, and benevolently granted him to see the sun. [SD] |
Στίχ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. |
Verse: Direct my steps according to Your teaching. [SAAS] |
|
Σύμμορφον εἶδε, τῆς ἀνθρώπων διαπλάσεως, τὸν Λόγον τὸν πατρῷον, τὸ φῶς ἰδὼν ὁ Τυφλός· ἐξ οὗ καὶ τὸν φωσφόρον καὶ ἡμεράρχην, ἔβλεψεν Ἥλιον, ὡς ἄλλοι βροτοί, χαίρων τῇ ὁράσει τῇ καινοπρεπεστέρᾳ, διʼ ἧς ὠράθη εὐθυπορῶν, καὶ ἀπροσκόπτως βαδίζων τὰς ἀτραπούς· καὶ φωτίσαντα Υἱὸν Θεοῦ γνωρίζων, ἐνανθρωπήσαντα διʼ ἄκραν εὐσπλαγχνίαν, καὶ ὃ ἦν μείναντα, Θεὸν βροτὸν γενόμενον, καὶ λαβόντα ὃ οὐχ ὑπῆρχεν, ἀσύγχυτόν τε τηροῦντα τὴν τούτου ἕνωσιν. |
When the Blindman saw the light, he saw the Father’s Logos, conformed to human nature, who granted him to see the shining sun that rules the day, just like other people do. He rejoiced at his newfound vision, because of which he was seen to walk straight, and to take the paths without stumbling. He also recognized God’s Son, who had given him his sight, and who in His extreme compassion became man, remaining what He was, God become human, taking on what He was not, and preserving His oneness without confusion. [SD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς. |
O Lord, as You passed by on the road, You found a man who was blind from birth. Your Disciples wondered and they asked You, “Teacher, who was it that sinned, this man or his parents, that he was born blind?” And You, my Savior, said to them, “Neither this man nor his parents sinned, but that the works of God should be revealed in him. I must work the works of Him who sent Me, which no one can work.” When you had said these things, You spat on the ground and made clay; and You anointed his eyes, and said to him, “Go, wash in the Pool of Siloam.” So he went and washed and became well, and he cried out to You: “Lord, I believe!” And he worshipped You. Therefore we also likewise cry out: Have mercy on us! [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος πλ. αʹ. Αὐτόμελον. |
Mode pl. 1. Automelon. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. |
As the Father and Spirit are unoriginate, * so the Word, who was born from the Virgin for us. * Let us praise Him, O believers, and let us worship Him. * For our salvation He was pleased * to be crucified in the flesh, * and to undergo death, * and to resurrect the dead, by His glorious resurrection. [GOASD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. |
Hail, gate of the Lord, through which no man has passed! * Wall and shelter of all who rely on you, rejoice! * Port and haven undisturbed by any tempest, rejoice! * You gave birth to your Creator and God in the flesh, * ever remaining a virgin. * Never cease interceding for us who worship and extol your Son. [GOASD] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τῇ Δευτέρᾳ τῆς Ϛʹ Ἑβδομάδος |
Monday of the 6th Week |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
He makes His angels spirits and His ministers a flame of fire. [SAAS] |
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS] |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Πραξ 17:1 – 9 |
Acts 17:1 – 9 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, διοδεύσαντες οἱ ἀπόστολοι τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. |
In those days, when the apostles had passed through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a synagogue of the Jews. And Paul went in, as was his custom, and for three weeks he argued with them from the scriptures, explaining and proving that it was necessary for the Christ to suffer and to rise from the dead, and saying, “This Jesus, whom I proclaim to you, is the Christ.” And some of them were persuaded, and joined Paul and Silas; as did a great many of the devout Greeks and not a few of the leading women. But the Jews were jealous, and taking some wicked fellows of the rabble, they gathered a crowd, set the city in an uproar, and attacked the house of Jason, seeking to bring them out to the people. And when they could not find them, they dragged Jason and some of the brethren before the city authorities, crying, “These men who have turned the world upside down have come here also, and Jason has received them; and they are all acting against the decrees of Caesar, saying that there is another king, Jesus.” And the people and the city authorities were disturbed when they heard this. And when they had taken security from Jason and the rest, they let them go. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace be with you the reader. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τῇ Δευτέρᾳ τῆς Ϛʹ Ἑβδομάδος |
Monday of the 6th Week |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
ΧΟΡΟΣ |
CHOIR |
Καὶ τῷ πνεύματί σου. |
And with your spirit. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Πρόσχωμεν. |
Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
|
Ιω 11:47 – 54 |
Jn. 11:47 – 54 |
Τῷ καιρῷ ἐκείνῳ συνήγαγον οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον κατὰ τοῦ Ἰησοῦ λέγοντες· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. |
At that time, the chief priests and the Pharisees gathered the council, and said, “What are we to do? For this man performs many signs. If we let him go on thus, every one will believe in him, and the Romans will come and destroy both our place and our nation.” But one of them, Caiaphas, who was high priest that year, said to them, “You know nothing at all; you do not understand that it is expedient for you that one man should die for the people, and that the whole nation should not perish.” He did not say this of his own accord, but being high priest that year he prophesied that Jesus should die for the nation, and not for the nation only, but to gather into one the children of God who are scattered abroad. So from that day on they took counsel how to put him to death. Jesus therefore no longer went about openly among the Jews, but went from there to the country near the wilderness, to a town called Ephraim; and there he stayed with the disciples. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Κατὰ τὸ Παρτριαρχικὸν Ἡμερολόγιον: |
According to the Patriarchal Hemerologion: |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ἤ· |
or: |
Σύμφωνα μέ τὴν κρατοῦσαν συνήθειαν: |
According to common practice: |
ΙΕΡΕΥΣ |
PRIEST |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. |
ΛΑΟΣ |
PEOPLE |
Ἀληθῶς ἀνέστη ὁ Κύριος. |
Truly the Lord is risen! |
|
|