2026

2026

Τῇ Τετάρτῃ | Τῌ ΙΓʹ ΜΑΪΟΥ

On Wednesday | May 13

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τετάρτῃ τῆς Εʹ Ἑβδομάδος

Wednesday of the 5th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 13:13 – 24

Acts 13:13 – 24

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναχθέντες ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

In those days, Paul and his company set sail from Paphos, and came to Perga in Pamphylia. And John left them and returned to Jerusalem; but they passed on from Perga and came to Antioch of Pisidia. And on the sabbath day they went into the synagogue and sat down. After the reading of the law and the prophets, the rulers of the synagogue sent to them, saying, “Brethren, if you have any word of exhortation for the people, say it.” So Paul stood up, and motioning with his hand said: “Men of Israel, and you that fear God, listen. The God of this people Israel chose our fathers and made the people great during their stay in the land of Egypt, and with uplifted arm he led them out of it. And for about forty years he bore with them in the wilderness. And when he had destroyed seven nations in the land of Canaan, he gave them their land as an inheritance, for about four hundred and fifty years. And after that he gave them judges until Samuel the prophet. Then they asked for a king; and God gave them Saul the son of Kish, a man of the tribe of Benjamin, for forty years. And when he had removed him, he raised up David to be their king; of whom he testified and said, ‘I have found in David the son of Jesse a man after my heart, who will do all my will.’ Of this man’s posterity God has brought to Israel a Savior, Jesus, as he promised. Before his coming John had preached a baptism of repentance to all the people of Israel.” [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τετάρτῃ τῆς Εʹ Ἑβδομάδος

Wednesday of the 5th Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 6:5 – 14

Jn. 6:5 – 14

Τῷ καιρῷ ἐκείνῳ ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου. ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; εἶπε δὲ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν. Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

At that time, Jesus, lifting up his eyes and seeing that a multitude was coming to him, said to Philip, “How are we to buy bread, so that these people may eat?” This he said to test him, for he himself knew what he would do. Philip answered him, “Two hundred denarii would not buy enough bread for each of them to get a little.” One of his disciples, Andrew, Simon Peter’s brother, said to him, “There is a lad here who has five barley loaves and two fish; but what are they among so many?” Jesus said, “Make the people sit down.” Now there was much grass in the place; so the men sat down, in number about five thousand. Jesus then took the loaves, and when he had given thanks, he distributed them to those who were seated; so also the fish, as much as they wanted. And when they had eaten their fill, he told his disciples, “Gather up the fragments left over, that nothing may be lost.” So they gathered them up and filled twelve baskets with fragments from the five barley loaves, left by those who had eaten. When the people saw the sign which he had done, they said, “This is indeed the prophet who is to come into the world!” [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΓʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.

On May 13 we commemorate the holy Martyr Glykeria.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ.

On this day we also commemorate our devout Father Sergius the Confessor.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων.

On this day we also commemorate our devout Father Pafsicacos, Bishop of Synnada.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ ξίφει τελειοῦται.

On this day Saint Laodicius the prison-guard was perfected in martyrdom by the sword.

Ὁ Ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, Ἐπισκόπος Τιβεριανῶν, ξίφει τελειοῦται.

On this day the holy Hieromartyr Alexander, Bishop of Tiberiani, was perfected in martyrdom by the sword.

Ὁ Ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν Ἄθῳ μονῆς τῶν Ἰβήρων, καὶ Ἰωάννης ὀ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται.

Our devout Father Efthymios the New, Founder of the sacred Monastery of Iveron and his father John the Iberian, and George their relative, reposed in peace.

Ὁ Ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοὼς καὶ ἐξαγαγὼν ἐκ τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορτραϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.

Devout Saint Gabriel the Iberian, who heard the divine voice and retrieved the wonderworking Portress Icon of the Theotokos from the sea, reposed in peace.

Οἱ Μοναχοὶ Ὁσιομάρτυρες Ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες, τελειοῦνται.

The devout Martyrs, the monks of Iveron Monastery who censured the Latin-minded Emperor Michael Paleologus and the Patriarch John Beccus, died when they were thrown into the sea.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.