2026

2026

Τῇ Δευτέρᾳ | Τῌ Δʹ ΜΑΪΟΥ

On Monday | May 4

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς Δʹ Ἑβδομάδος

Monday of the 4th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 10:1 – 16

Acts 10:1 – 16

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀνήρ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

In those days, at Caesarea there was a man named Cornelius, a centurion of what was known as the Italian Cohort, a devout man who feared God with all his household, gave alms liberally to the people, and prayed constantly to God. About the ninth hour of the day he saw clearly in a vision an angel of God coming in and saying to him, “Cornelius.” And he stared at him in terror, and said, “What is it, Lord?” And he said to him, “Your prayers and your alms have ascended as a memorial before God. And now send men to Joppa, and bring one Simon who is called Peter; he is lodging with Simon, a tanner, whose house is by the seaside.” When the angel who spoke to him had departed, he called two of his servants and a devout soldier from among those that waited on him, and having related everything to them, he sent them to Joppa. The next day, as they were on their journey and coming near the city, Peter went up on the housetop to pray, about the sixth hour. And he became hungry and desired something to eat; but while they were preparing it, he fell into a trance and saw the heaven opened, and something descending, like a great sheet, let down by four corners upon the earth. In it were all kinds of animals and reptiles and birds of the air. And there came a voice to him, “Rise, Peter; kill and eat.” But Peter said, “No, Lord; for I have never eaten anything that is common or unclean.” And the voice came to him again a second time, “What God has cleansed, you must not call common.” This happened three times, and the thing was taken up at once to heaven. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς Δʹ Ἑβδομάδος

Monday of the 4th Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 6:56 – 69

Jn. 6:56 – 69

Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

The Lord said to the Jews who had believed in him, “He who eats my flesh and drinks my blood abides in me, and I in him. As the living Father sent me, and I live because of the Father, so he who eats me will live because of me. This is the bread which came down from heaven, not such as the fathers ate and died; he who eats this bread will live forever.” This he said in the synagogue, as he taught at Capernaum. Many of his disciples, when they heard it, said, “This is a hard saying; who can listen to it?” But Jesus, knowing in himself that his disciples murmured at it, said to them, “Do you take offense at this? Then what if you were to see the Son of man ascending where he was before? It is the spirit that gives life, the flesh is of no avail; the words that I have spoken to you are spirit and life. But there are some of you that do not believe.” For Jesus knew from the first who those were that did not believe, and who it was that would betray him. And he said, “This is why I told you that no one can come to me unless it is granted him by the Father.” After this many of his disciples drew back and no longer went about with him. Jesus said to the twelve, “Do you also wish to go away?” Simon Peter answered him, “Lord, to whom shall we go? You have the words of eternal life; and we have believed, and have come to know, that you are the Christ, the Son of the living God.” [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Δʹ τοῦ αὐτοῦ μηνός μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας τῆς ἀπὸ Ταρσοῦ.

On May 4 we commemorate the holy Martyr Pelagia of Tarsus.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ.

On this day we also commemorate our devout Father Hilarion the Wonderworker.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Νικηφόρος, ὁ ἡγούμενος μονῆς τοῦ Μηδικίου, ἐν εἰρήνῃ τελειοῦται.

Our devout father Nikephoros, the Abbot of Medicium Monastery, reposed in peace.

Ὁ Ὅσιος Νικηφόρος, ὁ ἡσυχάσας ἐν τοῖς ἐρημικωτέροις τοῦ Ἄθω, ὁ συγγράψας τὴν σοφὴν μέθοδον περὶ νοερᾶς προσευχῆς, ἐν εἰρήνῃ τελειοῦται.

Devout Nikephoros, who lived in stillness in the wilderness of Athos, and who authored the wise method of noetic prayer, reposed in peace.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου Ἐπισκόπου Κορίνθου, ὅς κεκοίμηται κατὰ τῷ 957 ἐπὶ τῶν βασιλέων Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου.

We also commemorate our devout father Athanasios, Bishop of Corinth, who reposed in the year 957, during the reign of Emperors Basil the Bulgar-slayer and his brother Constantine.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου καὶ φίλου τοῦ Χριστοῦ Λαζάρου καὶ τῆς μυροφόρου Μαρίας τῆς Μαγδαληνῆς, γενομένης ἐπὶ Λέοντος τοῦ φιλοσόφου κατὰ τῷ 890. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῇ εὐαγεστάτῃ μονῇ, τῇ παρὰ τοῦ αὐτοῦ βασιλέως ἐπʼ ὀνόματι τοῦ Ἁγίου Λαζάρου συστάσῃ.

On this day is also the commemoration of the transfer of the relics of Saint Lazarus, the friend of Christ, and of Mary Magdalene the Myrrh-bearer, which took place during the reign Leo the Philosopher, in the year 890. The service in their honor is celebrated in the most holy Monastery founded by the same Emperor and named for St. Lazarus.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.