Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Πεντηκοστάριον |
Pentecostarion |
Σάββατον τῆς Βʹ Ἑβδομάδος |
Saturday of the Second Week |
Μηναῖον - Τῌ ΚΕʹ ΑΠΡΙΛΙΟΥ |
Menaion - April 25 |
Μνήμη τοῦ Ἁγίου Εὐαγγελιστοῦ Μάρκου. |
Memory of St. Mark the Evangelist |
|
__________ |
__________ |
|
|
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
|
Ψαλμὸς 102. |
Psalm 102. |
|
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
|
Ἦχος αʹ. |
Mode 1. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
|
Κανὼν τῆς Ἑορτῆς. |
Canon for the Feast. |
|
ᾨδὴ γʹ. Ἦχος αʹ. Στερέωσόν με Χριστέ. |
Ode iii. Mode 1. Establish me, O my Christ. |
|
|
Στερέωσόν με Χριστέ. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
|
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας. |
No longer old but now new, * no more corruptible, graced now with incorruption * You rendered us by Your Passion and Cross, O Christ, * commanding we worthily walk now in newness of life. [TC] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
|
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας. |
No longer old but now new, * no more corruptible, graced now with incorruption * You rendered us by Your Passion and Cross, O Christ, * commanding we worthily walk now in newness of life. [TC] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
|
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε. |
Imprisoned fast in a tomb, * a man of circumscribed body, the God Uncircumscribed, * O Christ, You rose, and You stood, though the doors were shut * amidst Your disciples, Messiah All-Powerful. [TC] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
|
Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως. |
Your wounds, longsuffering Christ, * to which You freely submitted for our salvation, * You kept intact, and You showed your disciples there * as proof of Your awesome and glorious rising forth. [TC] |
|
Κανὼν τοῦ Εὐαγγελιστοῦ. |
Canon for the Evangelist. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
ᾨδὴ Ϛʹ. Ἦχος αʹ. Ἐκύκλωσεν ἡμᾶς. |
Ode vi. Mode 1. (N/M) |
|
|
Ἐκύκλωσεν ἡμᾶς. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
|
Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. |
Lord, You brought low the scorn of the wicked and put down their prideful arrogance. You revealed Your apostle to be a conqueror by Your might, for You are the strength and restoration of the weak. [OCA] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
|
Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, διʼ οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν Δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος. |
By your words, wise Mark, you preached the Fashioner of creation, the Crown of hope with which we are now crowned, which was fashioned from the nature of the flesh for our glory. [OCA] |
|
Δόξα. |
Glory. |
|
Ὁ Πέτρος σε, ὁ κορυφαῖος Ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας. |
The pre-eminent Peter clearly taught you, glorious one, to record spiritually the precious Gospel. He showed you to be a servant of divine grace, for you shed the light of divine knowledge on us. [OCA] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε. |
Through the Virgin Mother of God You enlightened Egypt which had been in darkness. You entered it as an infant, O Lord, and reproved its vanity, Lover of mankind, through the teachings of the divinely-spoken Mark. [OCA] |
|
|
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
|
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
|
|
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
|
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς διʼ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. |
The tomb being sealed, You rose from the sepulcher, O Christ God, the Life. And the doors being shut, You came to the disciples, O resurrection of all. Through them You renew a right spirit within us, according to Your great mercy. [GOASD] |
|
Τοῦ Εὐαγγελιστοῦ. |
For the Evangelist. |
|
Ἦχος γʹ. |
Mode 3. |
|
Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. |
O holy Apostle and Evangelist Mark, make intercession to our merciful God, that He grant our souls forgiveness of offenses. |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου. |
With his enterprising hand, Thomas examined Your life-supplying side, O Christ our God. When You entered while the doors were shut, with the other Apostles he cried out to You and said, “You are my Lord and my God!” [GOASD] |
|
|
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 18. |
Prokeimenon. Mode 4. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ. |
His proclamation went forth into all the earth. [SAAS] |
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. |
Verse: The heavens declare the glory of God. [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
|
Τοῦ Εὐαγγελιστοῦ. |
For the Evangelist. |
Καθολικῆς Αʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα. |
The reading is from Peter’s First Universal Letter. |
|
Αʹ Πε 5:6 – 14 |
1 Pet. 5:6 – 14 |
Ἀδελφοί, ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν, νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόντας, αὐτὸς καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ· ἀμήν. |
Brethren, humble yourselves under the mighty hand of God, that in due time he may exalt you. Cast all your anxieties on him, for he cares about you. Be sober, be watchful. Your adversary the devil prowls around like a roaring lion, seeking some one to devour. Resist him, first in your faith, knowing that the same experience of suffering is required of your brotherhood throughout the world. And after you have suffered a little while, the God of all grace, who has called you to his eternal glory in Christ Jesus, will himself restore, establish, strengthen, and settle you. To him be the glory and dominion for ever and ever. Amen. By Silvanus, a faithful brother as I regard him, I have written briefly to you, exhorting and declaring that this is the true grace of God; stand fast in it. She who is in Babylon, who is likewise chosen, sends you greetings; and so does my son Mark. Greet one another with the kiss of love. Peace to all of you that are in Christ Jesus. Amen. [RSV] |
|
|
|
|
Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode 1. Psalm 88. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. |
Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS] |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων. |
Verse 2: God is glorified in the counsel of saints. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
|
Τὸ Εὐαγγέλιον |
The Gospel |
|
Τοῦ Εὐαγγελιστοῦ. |
For the Evangelist. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
|
Λκ 10:16 – 21 |
Lk. 10:16 – 21 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. |
The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV] |
|
|
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
|
Ἦχος αʹ. |
Mode 1. |
|
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν. |
Mother of our God, we praise you * as the brightly shining lamp, * the illustrious glory * of all creation, of which you are the highest. * With sacred hymns we magnify you. [GOASD] |
|
|
|
|
Κοινωνικόν. Ψαλμὸς 147. |
Communion Hymn. Psalm 147. |
|
Ἐπαίνει, Ἰερουσαλήμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Ἀλληλούϊα. |
Praise the Lord, O Jerusalem; praise your God, O Zion. Alleluia. [SAAS] |
|
|
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
|
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
|
|
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Apostle and Evangelist Mark, whose memory we celebrate, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |