2026

2026

Τῇ Πέμπτῃ | Τῌ ΙϚʹ ΑΠΡΙΛΙΟΥ

On Thursday | April 16

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

THE READINGS

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς Διακαινησίμου

Thursday of Renewal Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 2:38 – 43

Acts 2:38 – 43

Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε Πέτρος πρὸς τὸν λαόν· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

In those days, Peter said to the people, “Repent and be baptized every one of you in the name of Jesus Christ for the forgiveness of your sins; and you shall receive the gift of the Holy Spirit. For the promise is to you and to your children and to all that are far off, every one whom the Lord our God calls to him.” And he testified with many other words and exhorted them, saying, “Save yourselves from this crooked generation.” So those who received his word were baptized, and there were added that day about three thousand souls. And they devoted themselves to the apostles’ teaching and fellowship, to the breaking of bread and the prayers. And fear came upon every soul; and many wonders and signs were done through the apostles. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Διακαινησίμου

Thursday of Renewal Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 3:1 – 15

Jn. 3:1 – 15

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις ἦν ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽αὐτοῦ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.

At that time, there was a man of the Pharisees, named Nikodemus, a ruler of the Jews. This man came to Jesus by night and said to him, “Rabbi, we know that you are a teacher come from God; for no one can do these signs that you do, unless God is with him.” Jesus answered him, “Truly, truly, I say to you, unless one is born from above, he cannot see the kingdom of God.” Nikodemus said to him, “How can a man be born when he is old? Can he enter a second time into his mother’s womb and be born?” Jesus answered, “Truly, truly, I say to you, unless one is born of water and the Spirit, he cannot enter the kingdom of God. That which is born of the flesh is flesh, and that which is born of the Spirit is spirit. Do not marvel that I said to you, ‘You must be born from above.’ The Spirit blows where it wills, and you hear the sound of it, and you do not know whence it comes or whither it goes; so it is with everyone who is born of the Spirit.” Nikodemus said to him, “How can this be?” Jesus answered him, “Are you a teacher of Israel, and yet you do not understand this? Truly, truly, I say to you, we speak of what we know, and bear witness to what we have seen; but you do not receive our testimony. If I have told you earthly things and you do not believe, how can you believe if I tell you heavenly things? No one has ascended into heaven but he who descended from heaven, the Son of man who is in heaven. And as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up, that whoever believes in him may have eternal life.” [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.

On April 16 we commemorate the holy women Martyrs Agape, Irene, and Chionia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπικσόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου.

On this day we also commemorate Saint Felix the bishop, Januarius the presbyter, Fortunatus and Septiminus.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.

On this day we also commemorate the holy Martyrs Leonides, Charissa, Nike, Galina, Kallis, Nunechia, Basilissa, and Theodora.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.

On this day we also commemorate the holy Martyr Irene.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαήλ, ὁ Βουρλιώτης, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει ᾳψοβʹ (1772), ξίφει τελειοῦται.

On this day the holy Neo-martyr Michael of Vourlae witnessed and died by the sword in Smyrna in the year 1772.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Χριστοφόρος, ὁ ἐν Ἀδριανουπόλει μαρτυρήσας ἐν ἔτει ᾳωιηʹ (1818), ξίφει τελειοῦται.

On this day the devout monastic Martyr Saint Christopher witnessed and died by the sword in Adrianoupolis in the year 1818.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλεήσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι Πάσχα καὶ Διακαινήσιμος Ἑβδομάδα.

It is Pascha and Bright Week.