Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος πλ. αʹ. Τῷ Σαββάτῳ Πρωΐ |
Mode pl. 1. On Saturday Morning |
Τῷ Σαββάτῳ Βʹ Ἑβδομάδος Πρωΐ |
On Saturday of the Second Week Morning |
Μηναῖον - Τῌ Ζʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 7 |
Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι |
Memory of the holy Hieromartyrs in Cherson |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βʹ. |
Mode 2. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse: And their memorial abides from generation to generation. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
|
Δόξα. |
Glory. |
|
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν. |
Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. |
Holy Mother of the immaculate Light, we honor you with angelic hymns, and magnify you piously. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 16. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 16. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. |
Lord, Your medal-winning martyrs longed to drink the cup of Your Passion. So they forsook the delights of this life, and they became partners with the Angels. At their supplications, grant to our souls forgiveness of sins and the great mercy. [SD] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
|
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. |
You have given us the miracles of Your holy Martyrs as an impregnable fortress, O Christ our God. At their entreaties, frustrate the plots of foreign enemies, and strengthen our nation, for You alone are good and benevolent. [SD] |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS] |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Διωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παῤῥησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στεῤῥῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες. |
Disregarding the perils and persecutions, * and not frightened by tyrants and their audacity, * medal-winning Martyrs publicly proclaimed Christ, * and as they steadfastly endured being tortured they were shown to be victorious clearly, * and they brought down the deception of the idols and the devil’s might. [SD] |
|
Δόξα. Νεκρώσιμον. |
Glory. For the Dead. |
|
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
O Savior, let Your servants repose with the righteous, and let them dwell in Your courts, according to the Scriptures. Overlook their voluntary and involuntary offenses, every sin committed knowingly or unknowingly, benevolent Lord. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διʼ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. |
From the Virgin You rose on the world, O Christ God. Through her make us sons of light and have mercy on us. [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΒΔΟΜΟΝ |
KATHISMA 17. |
|
Ψαλμὸς ΡΙΗʹ (118). |
Psalm 118 (119) |
|
Στάσις Αʹ |
First Stanza. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord; teach me Your ordinances. [SAAS] |
|
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. |
Blessed are the blameless in the way who walk in the law of the Lord. |
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. |
Blessed are those who search out His testimonies; they shall search for Him with their whole heart. |
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. |
For those who work lawlessness do not walk in His ways. |
Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. |
You commanded us regarding Your commandments, that we should be very diligent to keep them. |
Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. |
Would that my ways were led, that I might keep Your ordinances. |
Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. |
Then I would not be ashamed when I regard all Your commandments. |
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. |
I will give thanks to You, O Lord, with an upright heart, when I learn the judgments of Your righteousness. |
Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. |
I shall keep Your ordinances; do not utterly forsake me. |
Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. |
How shall a young man keep his way straight? when he keeps Your words. |
Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. |
I searched for You with my whole heart; do not drive me away from Your commandments. |
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. |
I hid Your teachings in my heart so as not to sin against You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord; teach me Your ordinances. |
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. |
With my lips I declared all the judgments of Your mouth. |
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. |
I delight in the way of Your testimonies as much as in all riches. |
Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. |
I shall meditate on Your commandments, and I shall understand Your ways. |
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. |
I shall meditate on Your ordinances; I shall not forget Your words. |
Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. |
Reward Your servant; I shall live, and keep Your words. |
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. |
Unveil my eyes, and I shall understand the wonders in Your law. |
Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου. |
I am a sojourner on the earth; do not hide Your commandments from me. |
Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. |
My soul longed to desire Your judgments in every season. |
Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. |
You rebuke the arrogant; those who turn aside from Your commandments are accursed. |
Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. |
Take away reproach and contempt from me, for I searched Your testimonies. |
Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. |
For rulers sat and spoke against me, but Your servant meditated on Your ordinances. |
Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. |
For Your testimonies are my meditation, and Your ordinances are my counsels. |
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου. |
My soul cleaves to the earth; give me life according to Your word. |
Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. |
I made known my ways and You heard me; teach me Your ordinances. |
Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. |
Cause me to understand the way of Your ordinances, and I shall meditate on Your wonders. |
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. |
My soul fainted because of its listlessness; establish me in Your words. |
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. |
Remove the way of unrighteousness from me, and with Your law have mercy on me. |
Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. |
I chose the way of truth; I have not forgotten Your judgments. |
Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. |
I cleave to Your testimonies; O Lord, do not disappoint me. |
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. |
I ran on the path of Your commandments, when You enlarged my heart. |
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. |
Give me as law, O Lord, the way of Your ordinances, and I shall always search them. |
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. |
Cause me to understand, and I shall search out Your law; and I shall keep it with my whole heart. |
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. |
Guide me in the path of Your commandments, for I desire it. |
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. |
Incline my heart to Your testimonies and not to greediness. |
Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. |
Turn away my eyes that I may not see vanity; give me life in Your way. |
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. |
Establish Your teaching in Your servant In regard to Your fear. |
Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. |
Take away my blame, which I have suspected, for Your judgments are good. |
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. |
Behold, I long for Your commandments; give me life in Your righteousness. |
Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. |
And may Your mercy come upon me, O Lord, Your salvation according to Your teaching. |
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. |
And I shall answer those who insult me with a word, for I hope in Your words. |
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. |
Do not take away the word of truth completely from my mouth, for I hope in Your judgments. |
Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
So I shall keep Your law always, forever and unto ages of ages. |
Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. |
And I walk in a broad space, for I searched Your commandments. |
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. |
I spoke of Your testimonies before kings, and I was not ashamed. |
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. |
And I meditate on Your commandments, which I love exceedingly. |
Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. |
And I raise my hands to Your commandments, which I love. And I meditate on Your ordinances. |
Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. |
Remember Your word to Your servant, in which You give me hope. |
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. |
This comforted me in my humiliation, for Your teaching gives me life. |
Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. |
The arrogant transgressed exceedingly, but I did not turn away from Your law. |
Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. |
I remembered Your judgments of old, O Lord, and I was comforted. |
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. |
Despondency held me because of sinners who abandon Your law. |
Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. |
Your ordinances were sung to me In the place of my sojourning. |
Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. |
I remembered Your name in the night, O Lord, and I kept Your law. |
Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. |
This happened to me in the night, because I searched Your ordinances. |
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. |
You are my portion, O Lord; I said I will keep Your law. |
Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. |
I sought Your presence with my whole heart; have mercy on me according to Your teaching. |
Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. |
I considered Your ways, and I turned my feet toward Your testimonies. |
Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. |
I prepared myself, and I was not troubled, that I might keep Your commandments. |
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
The ropes of sinners ensnared me, but I did not forget Your law. |
Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. |
At midnight I arose to give thanks to You because of the judgments of Your righteousness. |
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. |
I am a companion of all who fear You and keep Your commandments. |
Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. |
Lord, the earth is full of Your mercy; teach me Your ordinances. |
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. |
Lord, You dealt with Your servant in goodness, according to Your word. |
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. |
Teach me goodness, instruction, and knowledge, for I believe Your commandments. |
Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. |
Before I was humbled, I transgressed; therefore, I kept Your teaching. |
Χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. |
You are good, O Lord, and in Your goodness teach me Your ordinances. |
Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. |
The unrighteousness of the arrogant multiplied against me, but I will search out Your commandments with my whole heart. |
Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. |
Their heart was curdled like milk, but I meditated on Your law. |
Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. |
It is good for me that You humbled me, that I might learn Your ordinances. |
Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. |
The law of Your mouth is good for me, rather than thousands of pieces of gold and silver. |
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. |
Your hands made and fashioned me; instruct me, and I will learn Your commandments. |
Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. |
Those who fear You will see me and be glad, because I hope in Your words. |
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. |
I know, O Lord, Your judgments are righteousness, and You humbled me with truth. |
Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. |
Let Your mercy be for my comfort, according to Your teaching to Your servant. |
Ἐλθέτωσάν μοι οἱοἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. |
Let Your compassions come to me, and I shall live; for Your law is my meditation. |
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. |
Let the arrogant be shamed, for they transgressed unjustly against me; but I shall meditate on Your commandments. |
Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. |
Let those who fear You turn to me, and those who know Your testimonies. |
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. |
Let my heart be blameless in Your ordinances, that I may not be disappointed. |
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. |
My soul earnestly longs for Your salvation, and I hope in Your word. |
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; |
My eyes strained to look at Your teaching, saying, “When will You comfort me?” |
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. |
I am like a leather bag in a frost; I did not forget Your ordinances. |
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; |
How many are the days of Your servant? When will You execute judgment for me upon those who persecute me? |
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου, Κύριε. |
Transgressors described their meditations to me, but these are not like Your law, O Lord. |
Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. |
All Your commandments are truth; they persecuted me unjustly; help me. |
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. |
They almost ended my life on earth, but I did not forsake Your commandments. |
Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. |
Give me life according to Your mercy, and I shall keep the testimonies of Your mouth. |
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. |
Forever, O Lord, Your word continues in heaven. |
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. |
Your truth continues from generation to generation; You laid the foundation of the earth, and it continues. |
Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. |
By Your arrangement each day continues, for all things are Your servants. |
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. |
If Your law were not my meditation, I would have perished in my humiliation. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. (3) |
I will never forget Your ordinances, for in them You give me life, O Lord. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπʼ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπʼ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for the blessed memory and eternal repose of all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monastics, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives, from the beginning until the end of time; and for the forgiveness of all their sins, both voluntary and involuntary. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα. |
May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρʼ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια. |
O God of spirits and of all flesh, You trampled upon death and abolished the power of the devil, giving life to Your world. Give rest to the souls of Your departed servants, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monks, nuns, and all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, from all the ends of the world, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives. Give them rest in a place of light, in a place of green pasture, in a place of refreshment, from where pain, sorrow, and sighing have fled away. As good and benevolent God, forgive every sin they have committed in word, deed, or thought, for there is no one who lives and does not sin. You alone are without sin. Your righteousness is an everlasting righteousness, and Your word is truth. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the resurrection, the life, and the repose of all the departed faithful Orthodox Christians, Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Στάσις Βʹ. |
Second Stanza. |
|
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. |
I am Yours; save me, for I search Your ordinances. [SAAS] |
Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. |
Sinners waited for me to kill me; I understood Your testimonies. |
Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολήσου σφόδρα. |
I saw the limit of every accomplishment; Your commandment is exceedingly broad. |
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. |
How I love Your law, O Lord; It is my meditation the whole day long. |
Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. |
You make me wiser than my enemies with Your commandment, for it is mine forever. |
Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. |
I understand more than all my teachers, for Your testimonies are my meditation. |
Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. |
I understand more than the elders, for I search Your commandments. |
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. |
I withheld my feet from every evil way, that I might keep Your words. |
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. |
I did not turn away from Your judgments, for You taught me Your law. |
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. |
How sweet to my taste are Your teachings, more than honey and the honeycomb in my mouth. |
Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. |
I gained understanding because of Your commandments; therefore, I hate every unrighteous way. |
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. |
Your word is a lamp to my feet and a light to my paths. |
Ὤμοσα καὶ ἔστησα τοῦφυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. |
I swore and confirmed that I would keep the judgments of Your righteousness. |
Ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. |
I was humbled exceedingly; O Lord, give me life according to Your word. |
Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. |
Be well-pleased with the freewill offerings of my mouth, O Lord, and teach me Your judgments. |
Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
My soul is always in Your hands, and I have not forgotten Your law. |
Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. |
Sinners set snares for me, but I did not wander from Your commandments. |
Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. |
I inherited Your testimonies forever, for these are the exceeding joy of my heart. |
Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν. |
I inclined my heart to do Your ordinances forever for a reward. |
Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. |
Transgressors I hate, but I love Your law. |
Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶσύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. |
You are my helper and my protector; I hope in Your word. |
Ἐκκλίνατε ἀπʼ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. |
Turn away from me, you evildoers, and I shall search out the commandments of my God. |
Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. |
Uphold me according to Your teaching, and give me life; and may You not disappoint my expectation. |
Βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. |
Help me, and I shall be saved; and I shall meditate always in Your ordinances. |
Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. |
You set at naught all who departed from Your ordinances, for their thought is unrighteous. |
Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. |
I counted as transgressors all the sinners of the earth; for this reason I always love Your testimonies. |
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. |
Nail my flesh with the fear of You, for I fear You because of Your judgments. |
Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. |
I work judgment and righteousness; do not deliver me to those who wrong me. |
Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. |
Take Your servant to that which is good; do not let the arrogant falsely accuse me. |
Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. |
My eyes strained to look at Your salvation and at the teaching of Your righteousness. |
Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. |
Deal with Your servant according to Your mercy and teach me Your ordinances. |
Δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. |
I am Your servant; cause me to understand, and I shall know Your testimonies. |
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. |
It is time for the Lord to act; they broke Your law. |
Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. |
For this reason I love Your commandments more than gold and topaz. |
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. |
Therefore I directed myself to all Your commandments; I hated every unrighteous way. |
Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. |
Wondrous are Your testimonies; for this reason my soul searches them out. |
Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. |
The revelation of Your words gives light, and it causes children to understand. |
Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. |
I opened my mouth and drew in my breath, for I longed for Your commandments. |
Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. |
Look upon me and have mercy on me, according to the judgment of those who love Your name. |
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. |
Direct my steps according to Your teaching and let no lawlessness rule over me. |
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. |
Ransom me from the slander of men, and I will keep Your commandments. |
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. |
Make Your face shine upon Your servant and teach me Your ordinances. |
Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. |
My eyes poured down streams of tears because they did not keep Your law. |
Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. |
Righteous are You, O Lord, and upright is Your judgment. |
Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. |
You commanded Your testimonies exceedingly in righteousness and truth. |
Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. |
The zeal of Your house caused me to yearn for home, for my enemies forgot Your words. |
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. |
Your teaching is exceedingly purified in fire, and Your servant loves it. |
Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. |
I am young, and beheld as nothing, but I have not forgotten Your ordinances. |
Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. |
Your righteousness is righteousness forever, and Your law is truth. |
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. |
Affliction and trouble found me, but Your commandments are my meditation. |
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. |
Your testimonies are righteousness forever; give me understanding, and I shall live. |
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. |
I cry out with my whole heart; hear me, O Lord; I shall search Your ordinances. |
Ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. |
I cry out to You; save me, and I shall keep Your testimonies. |
Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. |
I arose at midnight and cried out; I hoped in Your words. |
Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. |
My eyes awoke before dawn that I might meditate on Your teachings. |
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. |
Hear my voice, O Lord, according to Your mercy; give me life according to Your judgment. |
Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. |
Those who persecute me in lawlessness drew near; they are far removed from Your law. |
Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. |
You are near, O Lord; all Your commandments are truth. |
Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. |
From the beginning I knew Your testimonies, that You established them forever. |
Ἔδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
Behold my humiliation and deliver me, for I have not forgotten Your law. |
Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. |
Plead my cause and redeem me; give me life because of Your word. |
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. |
Salvation is far from sinners, for they have not searched Your ordinances. |
Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. |
Your compassions are many, O Lord; give me life according to Your judgment. |
Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. |
Many are those who pursue and afflict me, but I did not turn away from Your testimonies. |
Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. |
I saw those acting foolishly, and I yearned for You; for they did not keep Your teachings. |
Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. |
Behold, I love Your commandments; O Lord, in Your mercy, give me life. |
Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. |
The beginning of Your words is truth, and all the judgments of Your righteousness are forever. |
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. |
Rulers persecuted me without cause, but my heart feared because of Your words. |
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. |
I shall greatly rejoice in Your teachings, like one finding great spoil. |
Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. |
I hate and abhor unrighteousness, but I love Your law. |
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. |
I praise You seven times a day for the judgments of Your righteousness. |
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. |
Great peace have all who love Your law, and it is not an offense to them. |
Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. |
I long for Your salvation, O Lord, and I love Your commandments. |
Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. |
My soul keeps Your testimonies, and I love them exceedingly. |
Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. |
I keep Your commandments and Your testimonies, for all my ways are before You, O Lord. |
Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. |
Let my supplication draw near before You, O Lord; give me understanding according to Your teaching. |
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. |
May my petition come before You; Deliver me according to Your teaching. |
Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. |
My lips shall overflow in song when You teach me Your ordinances. |
Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. |
My tongue shall speak of Your teaching, for all Your commandments are righteousness. |
Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. |
Let Your hand be for saving me, for I chose Your commandments. |
Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. |
I long for Your salvation, O Lord, and Your law is my meditation. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. (3) |
My soul shall live and praise You, and Your judgments shall help me. I went astray like a lost sheep; seek Your servant, for I have not forgotten Your commandments. (3) |
bookmark |
bookmark |
|
Νεκρώσιμα Εὐλογητάρια. |
Evlogetaria for the Dead. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. |
The choir of Saints has found the fountain of life and the door of Paradise. May I also find the way through repentance. I am the sheep that is lost: O Savior, call me back and save me. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθʼ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. |
Of old You created me from nothing and honored me with Your divine image. But when I disobeyed Your commandment, O Lord, You cast me down to the earth from where I was taken. Lead me back again to Your likeness, and renew my original beauty. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με. |
I am an image of Your ineffable glory, though I bear the scars of my transgressions. On Your creation, Master, take pity and cleanse me by Your compassion. Grant me the homeland for which I long and once again make me a citizen of Paradise. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν παραδείσῳ, ὅπου χοροὶ τῶν ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. |
Give rest, O God, to Your servant, and place him (her) in Paradise where the choirs of the Saints and the righteous will shine as the stars of heaven. To Your departed servant give rest, O Lord, and forgive all his (her) offenses. [HC] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
|
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα. Φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. |
The threefold radiance of the one God let us praise, and let us shout in song: Holy are You, eternal Father, coeternal Son, and divine Spirit! Illumine us who worship You in faith and deliver us from the eternal fire. [HC] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
|
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʼ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη. |
Rejoice, gracious Lady, who for the salvation of all gave birth to God in the flesh, and through whom the human race has found salvation. Through you, pure and blessed Theotokos, may we find Paradise. [HC] |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπʼ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπʼ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for the blessed memory and eternal repose of all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monastics, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives, from the beginning until the end of time; and for the forgiveness of all their sins, both voluntary and involuntary. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα. |
May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρʼ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια. |
O God of spirits and of all flesh, You trampled upon death and abolished the power of the devil, giving life to Your world. Give rest to the souls of Your departed servants, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monks, nuns, and all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, from all the ends of the world, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives. Give them rest in a place of light, in a place of green pasture, in a place of refreshment, from where pain, sorrow, and sighing have fled away. As good and benevolent God, forgive every sin they have committed in word, deed, or thought, for there is no one who lives and does not sin. You alone are without sin. Your righteousness is an everlasting righteousness, and Your word is truth. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the resurrection, the life, and the repose of all the departed faithful Orthodox Christians, Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
O Savior, let Your servants repose with the righteous, and let them dwell in Your courts, according to the Scriptures. Overlook their voluntary and involuntary offenses, every sin committed knowingly or unknowingly, benevolent Lord. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
Every sin committed knowingly or unknowingly, benevolent Lord. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διʼ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. |
From the Virgin You rose on the world, O Christ God. Through her make us sons of light and have mercy on us. [GOASD] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode i. Mode 4. Heirmos. |
|
|
Θαλάσσης τὸ ἐρυθραῖον. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. |
The Red Sea was crossed by ancient Israel. They walked across dry ground, * when Moses stretched his hand over the sea * with his rod, in the form of a cross; * and likewise in the wilderness, they put to flight the hosts of Amalek. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ταῖς θείαις, φωτοχυσίαις Μάρτυρες, περιχεόμενοι, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, ἑορτὴν ὑμῶν πάντοτε, τοὺς εὐσεβῶς γεραίροντας, παθῶν ἀχλύος ἐκλυτρώσασθε. |
O Martyrs, because you out-pour of the holy overflow of radiance, save us from the dark haze of passions, we who piously commend without ceasing this radiant festival of yours which gives light. [un] |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
|
Ταῖς θείαις, φωτοχυσίαις Μάρτυρες, περιχεόμενοι, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, ἑορτὴν ὑμῶν πάντοτε, τοὺς εὐσεβῶς γεραίροντας, παθῶν ἀχλύος ἐκλυτρώσασθε. |
O Martyrs, because you out-pour of the holy overflow of radiance, save us from the dark haze of passions, we who piously commend without ceasing this radiant festival of yours which gives light. [un] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
|
Ὁ Λόγος, ὁ τοῦ Θεοῦ σαρκούμενος, ἡμᾶς ἀνέδειξε, πανευκλεεῖς Ποιμένας τὴν αὐτοῦ, καταγγεῖλαι Θεότητα, τοῖς πλανωμένοις Ὅσιοι, καὶ ἀγνωσίᾳ κινδυνεύουσι. |
O righteous Fathers, the Word of God made flesh displayed you to be shepherds of great glory, so that you would announce His Divinity to those in falsehood who are endangered by lack of knowledge. [un] |
|
Δόξα. |
Glory. |
|
Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ἀποπληρούμενοι, τοὺς ἐκτακέντας καύσωνι δεινῆς, ἀθεΐας ἠρδεύσατε, καὶ πρὸς τὸ ὕδωρ, Ἔνδοξοι, τῆς σωτηρίας ὡδηγήσατε. |
O glorious Fathers, because you are entirely replete with the streams of the Holy Spirit which create life, you irrigated those who had become dehydrated from the scorching heat of woeful atheism. You led them to the water of salvation. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἐλύθη, τῶν προπατόρων Ἄχραντε, τὸ ἐπιτίμιον, τῇ ὑπὲρ νοῦν κυήσει σου Ἁγνή, καὶ τὴν πρώτην ἀπέλαβον, τοῦ Παραδείσου εἴσοδον, μεγαλοφώνως εὐφημοῦντές σε. |
O pure and spotless Virgin, through your childbirth which is beyond understanding, our original ancestors had their conviction nullified. The original admission into Paradise was returned to them. They praised you with a mighty voice. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ γʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 4. Heirmos. |
|
|
Εὐφραίνεται ἐπὶ σοί. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. |
Your Church rejoices in You, O Christ our God, and she cries out to You, * “You are my mighty strength, O Lord, * and You are my refuge and firm support.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Πυρὶ τῷ θείῳ τὸν νοῦν, πεπυρωμένος Βασιλεῦ πάνσοφε, οἷα ποιμὴν ἄριστος, ὕλην ἀθεΐας ἐνέπρησας. |
O all-wise Basilefs, because your mind was inflamed with the holy fire, and because you are a wonderful shepherd, you caused atheism to burn in flames. [un] |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
|
Πυρὶ τῷ θείῳ τὸν νοῦν, πεπυρωμένος Βασιλεῦ πάνσοφε, οἷα ποιμὴν ἄριστος, ὕλην ἀθεΐας ἐνέπρησας. |
O all-wise Basilefs, because your mind was inflamed with the holy fire, and because you are a wonderful shepherd, you caused atheism to burn in flames. [un] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
|
Τοῦ Πνεύματος τῷ ἐν φωτί, τοὺς τῷ σκότει τῶν δεινῶν Ἔνδοξοι, πρὸς φωτισμὸν εἱλκύσατε, τοῦ ἱερωτάτου Βαπτίσματος. |
O glorious Fathers, by the radiance of the Holy Spirit, you caused those who were in destructive murkiness to come into the illumination of holy baptism. [un] |
|
Δόξα. |
Glory. |
|
Αἱ τρίβοι σου πρὸς Θεόν, κατευθυνθεῖσαι Βασιλεῦ ἅπαντας, πλάνης ὁδοῦ χάριτι, πρὸς θεογνωσίαν ἐπέστρεψαν. |
O Basilefs, because your ways were pointed straightways towards God, they caused every man to turn towards the way of holy understanding and away from the way of falsehood [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ῥυόμενον τοὺς βροτοὺς τῆς δυναστείας τοῦ ἐχθροῦ Πάναγνε, τὸν δυνατὸν Κύριον, ἄχραντε Παρθένε ἐκύησας. |
O pure and totally spotless Virgin, your conception was of the powerful Lord. He frees mortals from the power of the adversary. [un] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. |
Your Church rejoices in You, O Christ our God, and she cries out to You, * “You are my mighty strength, O Lord, * and You are my refuge and firm support.” [SD] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. N/M (You were so beautiful.) |
|
|
Τὴν ὡραιότητα. |
|
Μύρῳ τῆς χάριτος ἱερατεύσαντες, ποιμένες ὤφθητε λαοῦ θεόφρονος, καὶ ὡς ἀρνία καθαρά, τυθέντες προσηνέχθητε, Λόγῳ Ἀρχιποίμενι, τῷ τυθέντι ὡς πρόβατον, Μάρτυρες Πανεύφημοι, καὶ φωστῆρες παγκόσμιοι· διὸ πανηγυρίζομεν πάντες, πόθῳ τὴν θείαν μνήμην ὑμῶν. |
You were ordained as priests through fragrant chrism. O lights that shine everywhere, you Martyrs who are commended by everyone, you became shepherds to a people full of faith and divine prudence. As immaculate and unblemished lambs, you were sacrificed on behalf of the Word and brought to the Highest Shepherd, Christ, who was sacrificed as though a sheep. Therefore, all of us hold a feast with yearning for your godly and holy memory. [un] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν τὸν οἶνον τὸν σωτήριον, τὸν πάντων εὐφραίνοντα τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ κεχαριτωμένη. |
O Virgin, the untilled vineyard are you indeed; * and you produced the Lord, that ripest bunch of grapes, * that gushes forth the sweetest drink, the wine of salvation, for us, * gladdening the hearts and souls * and the bodies of everyone. * Therefore we pronounce you blest * as the cause of all theses blessings on us, * and joining the Archangel we shout to you: * Rejoice, O Maiden full of grace! [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ δʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode 4. Heirmos. |
|
|
Ἐπαρθέντα σε ἰδοῦσα. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. |
When the Church beheld You raised on the Cross unjustly, * O Christ, the Sun of Righteousness, crucified for our sake, * she stood in her course, like the moon, * and fittingly cried aloud, * “Glory to Your strength, O Lord!” [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἱερώτατος Μαρτύρων χορὸς ὑμνείσθω, ἱερωσύνης χάριτι, καὶ τῆς μαρτυρίας, καταγλαϊζόμενος, καὶ μέλπων γηθόμενος· Δόξα τῇ δυνάμει σου Κύριε. |
Permit it that the holy chorus of Martyrs may be commended, for this chorus is made wonderful by the graces of the priesthood and martyrdom. This chorus joyfully sings: Glory to Your strength, O Lord. [un] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
|
Θεοφόροι κυβερνῆται τῆς Ἐκκλησίας, Ἐφραὶμ καὶ Ἀγαθόδωρος, Βασιλεὺς Καπίτων, Εὐγένιος, Ἐλπίδιος καὶ θεῖος Αἰθέριος, Πνεύματι Ἁγίῳ ἐδείχθησαν. |
The Holy Spirit displayed Ephrem, Basilefs, Capito, Eugene, Elpidios, and the holy Aetherios as sailors of the Church and carriers of God. [un] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
|
Μεμυημένοι τὰ θεῖα θεῖοι Πατέρες, λαοὺς ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὄντως ἐποιμάνατε, καὶ τέλος μακάριον, διὰ μαρτυρίου ἐδέξασθε. |
O holy Fathers, you were brought into holiness. Truly the people were shepherded by you with holiness and righteousness. You were giving an ending of blessed martyrdom. [un] |
|
Δόξα. |
Glory. |
|
Οἱ θανόντες ἀπιστίᾳ τοῦ τεθνηκότος, τῇ ἀνεγέρσει ἔτυχον ζωῆς, αἰωνίου διὰ σοῦ πιστεύσαντες, Χριστῷ τῷ Θεῷ ἡμῶν, Μάρτυς Βασιλεῦ ἱερώτατε. |
O holy Martyr Basilefs, the unbelievers who were as though dead have achieved unending life through the resurrection of Him who died. O holy Marty Basilefs, through you they came to faith in Christ our God. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Νενεκρωμένους ἐζώωσας τοὺς ἀνθρώπους, Ζωὴν τὴν ἐνυπόστατον τεκοῦσα Παρθένε, ὑπὲρ πᾶσαν ἔννοιαν, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἄνθρωπον διʼ οἶκτον γενόμενον. |
O Virgin, you made the men who had been killed to come back to life through your ineffable childbirth of hypostatic Life, who is our God Christ. Because of His empathy, He became man. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ εʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode v. Mode 4. Heirmos. |
|
|
Σὺ Κύριέ μου φῶς. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. |
My Lord, You are the light. * Holy light, to the world You came * to turn people from the darkness * and the night of not knowing. And now in faith we sing Your praise. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ποτήριον σεπτοῦ, μαρτυρίου ἐπίετε, τὸ ὄνομα Κυρίου, θεοφόροι Πατέρες, πιστῶς ἐπικαλούμενοι. |
O God-bearing Fathers, you imbibed of the chalice of most eminent martyrdom while invoking the Name of the Lord in faith. [un] |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
|
Ποτήριον σεπτοῦ, μαρτυρίου ἐπίετε, τὸ ὄνομα Κυρίου, θεοφόροι Πατέρες, πιστῶς ἐπικαλούμενοι. |
O God-bearing Fathers, you imbibed of the chalice of most eminent martyrdom while invoking the Name of the Lord in faith. [un] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
|
Ὁ μόνος τοῖς νεκροῖς, ἐπιπνέων ἀνάστασιν, ἐντεύξει σου τὸν θανόντα, βασιλεῦ ἀνεγείρει, λαμπρύνων σου τὸ κήρυγμα. |
O Basilefs, the one that was dead was resurrected through your prayers by He who alone can inspire new life into the slain. This caused your message to become even more radiant. [un] |
|
Δόξα. |
Glory. |
|
Ἰσότιμον Πατρί, τὸν Υἱὸν καταγγέλλοντες, πολύθεον τυραννίδα, τῆς εἰδωλομανίας, Πατέρες ἐμειώσατε. |
O Fathers, you mitigated the polytheistic oppression of the insanity of idolatry. You preached about the Son who is of the same eminence as the Father. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μακάριός ἐστιν, ὁ λαὸς ὁ γινώσκων σε, Πανάμωμε τοῦ Δεσπότου, τῶν ἁπάντων Μητέρα, καὶ πόθῳ μακαρίζων σε. |
O immaculate one, the people who understand that the Master of all has you as a mother are blessed. Their yearning for you causes them to name you as blessed. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode 4. Heirmos. |
|
|
Θύσω σοι μετὰ φωνῆς. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. |
“I will sacrifice to You, O Lord, with a voice of praise.” * So sings the Church You delivered * from the gore of sacrificing to demons; * for You cleansed her * by the blood that for mercy poured out from Your side. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἐπαίνοις, Ἀγαθόδωρόν τε καὶ Εὐγένιον, καὶ Βασιλέα τὸν μέγαν, καὶ σοφὸν Ἐλπίδιον στέψωμεν, Ἱεράρχας, καὶ γενναίους ὑπάρχοντας Μάρτυρας. |
With commendation may we grant crowns to Agathodoros, Eugene, the great Basilefs, and the wise Elpidios. They are hierarchs and honorable Martyrs. [un] |
Στίχ. Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. |
Verse: I cried out in my affliction to the Lord, my God, and He heard my voice. [SAAS] |
|
Ἐπαίνοις, Ἀγαθόδωρόν τε καὶ Εὐγένιον, καὶ Βασιλέα τὸν μέγαν, καὶ σοφὸν Ἐλπίδιον στέψωμεν, Ἱεράρχας, καὶ γενναίους ὑπάρχοντας Μάρτυρας. |
With commendation may we grant crowns to Agathodoros, Eugene, the great Basilefs, and the wise Elpidios. They are hierarchs and honorable Martyrs. [un] |
Στίχ. Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με. |
Verse: You cast me into the depths of the heart of the sea, and rivers encompassed me. [SAAS] |
|
Νομίμοις, τεθραμμένοι τοῦ Πνεύματος Πάνσοφοι, τοῖς ἀνομοῦσι τοὺς νόμους, τοὺς σωτηριώδεις παρατιθέντες, εὐσεβείας, πρὸς τὸ φέγγος αὐτοὺς ἐφειλκύσατε. |
O Martyrs full of wisdom, you were fed by the commands of the Holy Spirit. You founded rules of salvation for the disobedient. You caused them to piously come to the light. [un] |
Στίχ. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον. |
Verse: All Your surging waters and Your waves passed over me. [SAAS] |
|
Ὤφθητε, διαφόρων ἐκ πόλεων θρέμματα, ἑνὸς Ποιμένες λαοῦ δέ, καὶ τῆς θείας πόλεως κληρονόμοι, ἣν οἰκοῦσιν, οἱ Θεὸν θεραπεύοντες Μάρτυρες. |
You nursed the peoples of several cities, but you were shepherds of a single people You were heirs of the holy city where the Martyrs live and serve God. [un] |
Στίχ. Ἄρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; |
Verse: Shall I again look with favor toward Your holy temple? [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Νόμου σε, αἱ σκιαὶ Προφητῶν τε αἰνίγματα, προδιετύπουν Παρθένε, τὴν ἀῤῥήτῳ λόγῳ κυοφορίαν, ἐσχηκυῖαν, διασῴζουσαν κόσμον πανάμωμε. |
O Virgin without any guilt, the Prophets foretold of you with their unclear messages, as did the Law which cast shadows of you. Your conception beyond of understanding delivered the world from destruction. [un] |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἦχος πλ. δʹ. Τὴν δέησιν ἐκχεῶ. |
Mode pl. 4. (NM) I pour out my prayer |
|
|
Τὴν δέησιν ἐκχεῶ. |
Στίχ. Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. |
Verse: Water is poured over me to my soul; the lowest depth encircled me. [SAAS] |
|
Οἱ Ἅγιοι διὰ πλείστων βασάνων, τὰς πολλὰς τῶν δυσμενῶν μυριάδας, καταβαλεῖν, ἠξιώθησαν Σῶτερ, καὶ τῶν πολλῶν ἀγαθῶν σου ἐπέτυχον, εὐχαῖς αὐτῶν ὡς ἀγαθός, τὰ πολλά μου ἐξάλειψον πταίσματα. |
Because of the many torments that they suffered, the saints were counted worthy to overthrow many thousands of the enemy, and they received, O Saviour, many blessings from Thee. At their intercessions, in Thy love wash me clean from all my sins. [KW] |
Στίχ. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. |
Verse: My head plunged into the clefts of the mountains. I descended into the earth, the bars of which are everlasting barriers. [SAAS] |
|
Ὑμνήσωμεν τοὺς Χριστοῦ Ἀθλοφόρους, καὶ βοήσωμεν αὐτοῖς ὁμοφρόνως, Δεσποτικῶν, μιμηταὶ παθημάτων, τὰ τῶν ψυχῶν ἡμῶν πάθη ἰάσατε, νηστεύειν τε ἀπὸ κακῆς, συνηθείας ἡμᾶς ἐνισχύσατε. |
Let us all sing the praises of the victorious martyrs of Christ, and let us cry to them with one accord: O followers of Christ’s Passion, heal the passions of our souls and give us strength to abstain from every evil way. [KW] |
Στίχ. Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σέ, Κύριε, ὁ Θεός μου. |
Verse: Yet let my life ascend from corruption, O Lord, my God. [SAAS] |
|
Μετέβαλες τοῦ θανάτου εἰς ὕπνον, τὸ ἐπίπονον ἐν τάφῳ ὑπνώσας, καὶ τοῖς νεκροῖς, τὴν ζωὴν ἐδωρήσω, τοὺς μεταστάντας οὖν Σῶτερ ἀξίωσον, τῆς στάσεως τῶν ἐκλεκτῶν, Ἀθλοφόρων ἁγίων δεήσεσι. |
Sleeping in the tomb, Thou hast transformed the sorrow of death into a sleep, and hast given life to the departed. O Saviour, grant to those who have gone from us a place with Thine elect, at the prayers of Thy holy martyrs. [KW] |
Στίχ. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. |
Verse: My head plunged into the clefts of the mountains. I descended into the earth, the bars of which are everlasting barriers. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης, ἁμαρτίας ἐνδυνάμωσον Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόγον, σωματωθέντα ἀῤῥήτως κυήσασα, καὶ δίδου μοι καθαρτικόν, μολυσμάτων Πανάμωμε δάκρυον. |
Ineffably, O Virgin, thou hast borne the Word made flesh, who is all powerful and sinless: give me strength to fast and to abstain from every sin; and, O Undefiled, grant me tears to wash away my filthiness. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ Ϛʹ. Ἦχος γʹ. Βυθός μοι τῶν παθῶν. |
Ode vi. Mode 3. (NM) The deep waters of the passions. |
|
|
Βυθός μοι τῶν παθῶν. |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
|
Μαρτύρων μνήμην ἐπιτελοῦμεν ἐνθέως, φιλομάρτυρες δεῦτε, ἀγαλλιασώμεθα, ὕμνοις αὐτοὺς καταστέφοντες, τὸν ἀθλοθέτην Χριστὸν εὐλογοῦντες. |
Come, all who love the martyrs, let us celebrate their memory with prayers to God. In gladness let us crown them with our hymns and bless Christ who has rewarded them for their suffering. [KW] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
|
Μαστίγων πρῶτον πεῖραν λαβόντες, εἶθ οὕτω λιθασθέντες πρισθέντες, θηρσὶ βορὰ δίδοσθε, σφαγιάζεσθε ὡς ἄρνες Χριστοῦ, ἀλλὰ ζῆτε εἰς ἀεὶ Ἀθλοφόροι. |
First ye were scourged, then stoned, or sawn asunder, or given as food to the wild beasts. Ye were slaughtered as the sheep of Christ, but ye live for ever, O victorious martyrs. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Τὰ τρία μιᾷ φύσει συνάπτων, τὸ ἓν δέ, τρισὶ τέμνων προσώποις, ἃ ἡ Θεότης ἐστί, Σαβέλλιόν τε καὶ τὸν Ἄρειον, τοὺς ἰσομέτρους κρημνοὺς διαφεύγω. |
I unite the Three in the one Nature of the Godhead, and divide the One into three Persons; and I reject equally the opposing heresies of Sabellius and Arius. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Παρθένος ὤφθης, καὶ μετὰ τόκον ἁγνεύεις· ἄμφω γὰρ καὶ λοχεύεις, ξενοπρεπὲς θέαμα, λεγόμενον, καὶ νοούμενον, ἐν σοὶ Θεομῆτορ. |
Thou art a virgin, and after childbearing thou still remainest pure; yet thou hast truly given birth. Strange is the mystery that is revealed in thee, Mother of God, and beyond words and understanding. [KW] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Τὸ αἷμα τῆς ὑμῶν καρτερίας, Κυρίῳ ἱκετεύει ἀπαύστως, ὑπὲρ ὑμῶν Μάρτυρες· διὸ καὶ νῦν, ὑπερεύξασθε νηστεύειν ἡμᾶς, ἐκ παθῶν ἀτιμίας. |
O martyrs, the blood of your patient suffering makes unceasing intercession to the Lord on our behalf. Pray for us now, that we may keep a fast from shameful passions. [KW] |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
|
Νεκρώσιμον. |
For the Dead. |
|
Ὁ πάντα μέλλων κρῖναι τὸν Κόσμον, παρόντων μυριάδων Ἀγγέλων, ἀκαταγνώστως τότε παραστῆναί σοι καταξίωσον, τοὺς κοιμηθέντας, πιστῶς Πανοικτίρμον. |
O Lord all-merciful, who shalt come to judge the whole world in the presence of ten thousands of the angels, grant to those who have fallen asleep in faith, that they may stand then before Thee uncondemned. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (NM). Mode 3. |
|
|
Βυθός μοι τῶν παθῶν. |
Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων· ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην. |
The deep waters of the passions and a storm of adverse winds have risen up against me. Make haste, O Saviour, to save me, and to deliver me from corruption, as Thou hast delivered the Prophet from the whale. [KW] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Κοντάκιον. |
Kontakion. |
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. |
With the Saints give rest, O Christ, to the souls of Your servants where there is no pain, no sorrow, no sighing, but life everlasting. [GOA] |
|
Ὁ Οἶκος. |
Oikos. |
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα. |
You alone are immortal, You who created and fashioned man. For we mortals were fashioned from the earth, and to the same earth we will go again, as You who fashioned me commanded and said to me: “You are earth, and to the earth you shall return”; where all we mortals shall go, as we make our funeral lament: Alleluia. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ, Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Ἐλπιδίου, Καπίτωνος, καὶ Αἰθερίου. |
On March 7 we commemorate the holy Hieromartyrs Ephrem, Basilefs, Evgenios, Agathodoros, Elpidios, Capito and Aetherios, who were bishops of Cherson. |
Τῇ αὐτῇ ἡμέρᾳ, Νέστωρ καὶ Ἀρκάδιος, Ἐπίσκοποι Τριμυθοῦντος, ἐν εἰρήνῃ τελειοῦνται. |
On this day Nestor and Arcadios, Bishops of Trimythous, died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Ἁπλοῦ. |
On this day we also commemorate our devout father Paul the Simple. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐφραίμ, ὁ Πατριάρχης Ἀντιοχείας, ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Ephrem, Patriarch of Antioch, died in peace. |
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαυρεντίου, τοῦ κτήτορος τῆς ἐν Σαλαμῖνι ἱερᾶς Μονῆς Φανερωμένης. |
We also commemorate our devout father Laurence, founder of the holy Monastery of Phaneromeni on the island of Salamina. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ ζʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode 4. Heirmos. |
|
|
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
Inside the furnace * in ancient Persia, sons of Abraham * were consumed with pious fear and the love of God * rather than the fiery flame, and sang * together, “In the temple of Your holy glory, You are blessed, O Lord.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Χαίρων εἰσῆλθες Πάτερ Καπίτων, πρὸς τὴν κάμινον, μένεις· οὐ φλεχθεὶς δέ, Παῖδες ὥσπερ οἱ τρεῖς, τοὺς ἀπίστους ἐξαιρούμενος, πυρὸς τοῦ μέλλοντος, πιστωθέντας τοῖς θείοις σου θαύμασιν. |
O Father Capito, you joyously entered into the oven. Like the Three Youths, you were not burned. You caused those without belief to turn from the coming fire. You directed them to have faith when you performed your divine wonders. [un] |
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You and praiseworthy, O Lord, the God of our fathers, and praised and glorified is Your name unto the ages. [SAAS] |
|
Χαίρων εἰσῆλθες Πάτερ Καπίτων, πρὸς τὴν κάμινον, μένεις· οὐ φλεχθεὶς δέ, Παῖδες ὥσπερ οἱ τρεῖς, τοὺς ἀπίστους ἐξαιρούμενος, πυρὸς τοῦ μέλλοντος, πιστωθέντας τοῖς θείοις σου θαύμασιν. |
O Father Capito, you joyously entered into the oven. Like the Three Youths, you were not burned. You caused those without belief to turn from the coming fire. You directed them to have faith when you performed your divine wonders. [un] |
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς. |
Verse: For You are righteous in all You did for us, and all Your works are true. Your ways are upright, and all Your judgments are true. [SAAS] |
|
Οὐ δειλιάσας, οὐ φοβηθεὶς τὸ ἐπίταγμα, Πάτερ ἱερὲ Καπίτων, τὴν ἱεράν, ἀμπεχόνην περιβέβλησαι, ταύτῃ τοὺς ἄνθρακας, τοῦ πυρὸς ἐπιφέρων μακάριε. |
O holy Father Capito, you were neither intimidated nor fearful of the law. You were dressed in holy raiment. O blessed one, you carried fiery coals there. [un] |
Στίχ. Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν. |
Verse: The judgments You made are true, according to all You brought on us. [SAAS] |
|
Ῥύμην ἐπέσχες, τῆς ἀγνωσίας θείοις λόγοις σου, γνῶσιν εὐσεβείας ἅπασιν ἐπιτιθείς, τοῖς εἰς βάθη ὀλισθήσασι, τῆς ματαιότητος, ἱερουργὲ Καπίτων θεόληπτε. |
O Capito, holy minister inspired by God, You buffeted against the power of foolishness. You established the understanding of righteousness for everyone who had fallen into the abyss of empty living. [un] |
Στίχ. Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ. |
Verse: And on Jerusalem, the holy city of our fathers. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὁ διαπλάσας, χειρὶ τὴν Εὔαν Λόγος Θεοῦ, Κόρη, ἀναπλάσαι, ἅπαντας βουληθείς, ἐκ γαστρός σου διαπλάττεται, ἀρχὴν δεχόμενος, ὁ τῷ Πατρὶ καὶ Πνεύματι σύνθρονος. |
O Maiden, the Word of God desired to reform all of mankind. He is together on one throne with the Father and with the Holy Spirit. He created Eve with his hand in the same way that He was given a beginning in your womb. [un] |
|
Στίχοι Ἐνδιάμεσοι Ἑβδόμης ᾨδῆς. |
Intermediate Verses of Ode Seven. |
Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθώς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. |
For we sinned and acted lawlessly to depart from You. We sinned in every way, and did not obey Your commandments. Neither did we treasure or do as You commanded, that it might go well with us. [SAAS] |
Καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. |
Everything You brought on us and all You did to us, You did in true judgment. You delivered us into the hands of lawless and rebellious enemies and to an unjust king, the most evil in any land. |
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν, αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. |
Now it is not for us to open our mouth, for this has become a shame and disgrace to Your servants and to those who worship You. |
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου. |
For Your name’s sake, do not hand us over to the end, and do not reject Your covenant. Do not withdraw Your mercy from us for the sake of Abraham, who is loved by You, and for the sake of Isaac, Your servant, and of Israel, Your holy one. |
Οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. |
As You spoke to them, saying that You would multiply their seed as the stars of heaven, and as the sand along the seashore. |
Ὅτι, Δέσποτα, ἑσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καὶ ἐσμεν ταπεινοὶ ἐν πάσῃ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν. |
Yet we have been diminished in number, O Master, more than all the nations, and we are humbled in all the earth today because of our sins. |
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορά, οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος. |
At this time, there is no prince, no prophet, and no leader; there is no whole burnt offering, no sacrifice, no offering, and no incense; there is no place to bear fruit before You and to find mercy. |
Ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. |
Yet with a contrite soul and humbled spirit, may we receive mercy. |
Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων, καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ. |
As with whole burnt offerings of rams and bulls, and as with thousands of fatted lambs, so let this be our sacrifice before You today, and may it be accomplished for those who follow You; for there is no shame for those who trust in You. |
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς. |
Now we are following You with all our heart, and we fear You and seek Your face. Do not put us to shame. |
Ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. |
But deal with us according to Your kindness and according to the abundance of Your mercy. |
Ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε. |
Deliver us by Your wondrous works and give glory to Your name, O Lord. |
Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη. |
May all those who inflict evils upon Your servants be put to shame and humiliated in their power; and let their strength be crushed. |
Καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος καὶ ἔνδοξος, ἐφʼ ὅλην τὴν οἰκουμένην. |
Let them know that You alone are the Lord God and glorious over all the inhabited earth. |
Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυππίῳ καὶ κληματίδι. |
Now the king’s servants who cast them in did not cease to stoke the furnace with naphtha, pitch, coarse fiber, and brushwood. |
Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα, καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. |
The flame shot forty-nine cubits above the furnace, and it broke out and burned those it found around the furnace of the Chaldeans. |
Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου. |
But the Angel of the Lord went down into the furnace to join Azariah and his companions, and shook off the fiery flame of the furnace. |
Καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτούς. |
He made the inside of the furnace to be as though a dew-laden breeze were blowing through it, so the fire did not touch them at all, or cause them pain, or trouble them. |
Τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες· |
Then the three, as if with one mouth, sang, glorified, and blessed God in the furnace, saying: [SAAS] |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
ᾨδὴ ζʹ. Ἦχος πλ. δʹ. Παῖδες Ἑβραίων. |
Ode vii. Mode pl. 4. (NM) The Hebrew Children in the furnace |
|
|
Παῖδες Ἑβραίων. |
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You, O Lord God of our fathers, for You are praiseworthy and exalted beyond measure unto the ages. [SAAS] |
|
Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι τὴν φλόγα τῆς ἀπάτης, τοῦ πυρὸς οὖν ἡμᾶς, τοῦ μέλλοντος πρεσβείαις, ταῖς πρὸς Χριστὸν λυτρώσατε, τοῦ Κυρίου Ἀθλοφόροι. |
O martyrs worthy of all honour, with your blood ye quenched the flame of errors. Through your prayers to Christ, deliver us from the fire that is to come, O victorious servants of the Lord. [KW] |
Στίχ. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, τὸ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. |
Verse: Blessed is Your name and the temple of your glory, and You are praised exceedingly and exalted beyond measure unto the ages. [SAAS] |
|
Στόματα φράξαντες λεόντων, τῶν βασάνων τὴν πυρὰν ὑπενεγκόντες, Ἀθλοφόροι τρυφήν, τὴν κρείττονα κληροῦσθε, ἧς περ τυχεῖν δεήθητε, καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας. |
O triumphant martyrs, ye stopped the mouths of lions and endured the fire of torture, and now ye have been granted the true joy of heaven. Pray that we also may for ever share in this joy. [KW] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: You are blessed in the holy temple of Your glory, and are highly praised and exceedingly glorious unto the ages. [SAAS] |
|
Ὅλῳ φωτὶ περιλαμφθέντες, τῷ τοῦ πνεύματος γενναῖοι Ἀθλοφόροι, μεταστᾶσι πιστοῖς, τὴν ἄνεσιν αἰτεῖτε, καὶ Παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν. |
O courageous martyrs, illumined by the fullness of the Spirit’s light, pray that the departed faithful may receive repose, and entry into Paradise, and a share in life. [KW] |
Στίχ. Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You who behold the depths and sit upon the cherubim. You are praiseworthy and exalted beyond measure unto the ages [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὕμνον προσάγω σοι Παρθένε, μὴ παρίδῃς με κακοῖς κεκρατημένον· ἀλλὰ δίδου Ἁγνή, διόρθωσιν τελείαν, διὰ νηστείας πάσης τε, ἀγωγῆς ἀγαθοτρόπου. |
To thee I bring a hymn, pure Virgin. I am held fast by evil: reject me not, but grant me perfect amendment through fasting and a righteous way of life. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ ζʹ. Ἦχος γʹ. Ὁ τὴν φλόγα. |
Ode vii. Mode 3. (NM) Thou hast shed dew. |
|
|
Ὁ τὴν φλόγα. |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
|
Πῦρ καὶ ξίφος καὶ θήρας Ἀθλοφόροι, ὡς τρυφὴν λογισθέντες κατεπλήξατε, τοὺς φονεῖς ὑμῶν, ἀνυμνοῦντες Θεόν, τὸν τῶν Πατέρων ἡμῶν. |
Fire and sword and wild beasts ye counted as a joy, O martyrs, and ye filled your murderers with amazement as ye sang in praise to the God of our fathers. [KW] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
|
Μεληδὸν συγκοπέντες καὶ καέντες, τῷ Χριστῷ, ἀνηνέχθητε θυσία, εὐωδεστάτη Χριστοῦ Μάρτυρες, ἀλλʼ αὐτὸν ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύσατε. |
Cut in pieces and burnt, O martyrs, ye were offered as a fragrant sacrifice to Christ: intercede with Him at all times on our behalf. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Ἐν Τριάδι ἕνα Θεὸν δοξάζω, τὸν Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Μονάδα ἁπλήν, Τριάδα σεπτήν, ἀρχὴν προάναρχον, καὶ ὁμοούσιον. |
I glorify one God in Trinity, Father, Son and Spirit, simple Unity, holy Triad, Source without beginning, single in Essence. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Παναγία Δέσποινα Θεοτόκε, τὰς εὐχὰς τῶν δούλων σου δεχομένη, προσένεγκε τῷ πάντων Θεῷ, ἵνα σώσῃ ἡμᾶς, ἀπὸ παντὸς πειρασμοῦ. |
Most holy Lady Theotokos, accept the prayers of thy servants and bring them to the God of all, that He may save us from every trial and temptation. [KW] |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Τῶν Μαρτύρων οἱ δῆμοι οὐρανόθεν, τοὺς ὑμᾶς ἀνυμνοῦντας ἐπιστάντες, εὐλογήσατε, ἁγιάσατε προθύμως, τῶν Νηστειῶν, διατελεῖν τὸν καιρόν. |
O company of martyrs, come from heaven to our aid: bless and sanctify us as we sing your praises, that with willing hearts we may complete the season of the Fast. [KW] |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
Νεκρώσιμον. |
For the Dead. |
|
Τῶν ἐν πίστει πρὸς σὲ μετατεθέντων ὁ συνιὼν τὰ ἔργα τῶν ἀνθρώπων, τὰ ἑκούσια, καὶ ἀκούσια πταίσματα συγχωρῶν, ἀνάπαυσον ὡς Θεός. |
O God, who knowest men’s works, forgive the sins voluntary and involuntary of the faithful who have gone to dwell with Thee, and grant them rest. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (NM). Mode 3. |
|
|
Ὁ τὴν φλόγα. |
Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. |
Thou hast shed dew upon the furnace and saved the Children from its flames: blessed art Thou for ever, O Lord God of our fathers. [KW] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ ηʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode 4. Heirmos. |
|
|
Χεῖρας ἐκπετάσας Δανιήλ. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
Daniel shut the lions’ gaping mouths inside the den of old, by stretching out his hands. * The three young men overcame the force * of the furnace fire, having girt * themselves in virtue, for they loved * godliness, and were together singing, * “Bless the Lord and praise Him, all you works of the Lord.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νεκρούμενοι πόνοις τῆς σαρκός, ζωὴν ἀθάνατον, προεξενήσατε, Πατέρες Ὅσιοι ἅπασι, τοῖς νεκροῖς θεοῖς λατρεύουσι, οἳ καὶ σωθέντες σὺν ὑμῖν, ἀεὶ κραυγάζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O righteous Fathers, when you were slain by the suffering of the body, you became the reason of undying life for everyone that yielded to the dead gods. Those who received salvation with you always exclaim: Bless the Lord, all you works of the Lord. [un] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Συμφώνως Εὐγένιον πιστοὶ καὶ Ἀγαθόδωρον, Ἐφραίμ, Ἐλπίδιον, σὺν Αἰθερίωνι, μέλψωμεν Βασιλέα καὶ Καπίτωνα, ὡς καθαιρέτας τοῦ ἐχθροῦ, καὶ Ἱεράρχας Χριστοῦ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
O you faithful, let us sing with one voice of Eugene, Agathodoros, Ephrem, Elpidios, Aetherios, Basilefs, and Capito. They annihilated the adversary. They are hierarchs of Christ. To them we exclaim: Praise the Lord, all you works of the Lord. [un] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Εὐφράνας λαοὺς Πάτερ σοφέ, τοῖς σοῖς διδάγμασι, νῦν μεταβέβηκας, πρὸς τὴν ἀνέσπερον ἔλλαμψιν, εὐφροσύνην πρὸς ἀΐδιον, τῶν σῶν καμάτων ἀμοιβὰς ὑποδεχόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
O wise Father, upon giving joy to the nations by your instructions, you have gone on to the never-ending radiance and joy. You were given the prizes for your works. You exclaimed: Praise the Lord, all you works of the Lord. [un] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Βότρυες τῆς ἀμπέλου τῆς ζωῆς, Μακαριώτατοι, νῦν χρηματίζοντες, οἶνον ἐκβλύζετε, πάντοτε, ἰαμάτων καὶ εὐφραίνετε, πάντων καρδίας, τῶν πιστῶς ἀνευφημούντων ὑμᾶς, καὶ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
O most blessed of mankind, because you now are clusters of the Vine of Life, you cause the wine of healings to constantly pour out. You cause the hearts of all the once who commend you with faith to be glad. These exclaim: Praise the Lord, all you works of the Lord. [un] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὠράθη ὡς ἄνθρωπος ἐκ σοῦ, ἀποτικτόμενος ὁ ὑπερούσιος, διπλοῦς ταῖς φύσεσιν, Ἄχραντε, ἐνεργείαις καὶ θελήσεσιν, οἷς ὡμοιώθη βουληθείς, ἐμφανιζόμενος, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
O pure Virgin, the One who is above all in His Essence was manifest as a man by being born of you. He is of two natures, energies, and wills. He willed to be shown to those whose image he took on. We exclaim to Him: Praise the Lord, all you works of the Lord. [un] |
|
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Νικηταὶ τυράννου. |
Ode viii. Mode pl. 4. (NM) Victors over fire |
|
|
Νικηταὶ τυράννου. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Τῶν βασάνων εἴδη, ἀσθενείᾳ σώματος ὑπενεγκόντες, ἰατροὶ νοσούντων, Ἀθλοφόροι ὤφθητε· ὅθεν κραυγάζω. Τὴν ἐμὴν νοσοῦσαν ψυχὴν ἰατρεύσατε, χρόνῳ τῆς Νηστείας, διὰ τῆς μετανοίας. |
After enduring many torments in the weakness of your body, O victorious martyrs, now ye are revealed as physicians of the sick. Therefore I cry: My soul is sick; heal it through repentance during the time of the Fast. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Οἴμοι! πῶς παρῆλθον, πᾶσαι αἱ ἡμέραι μου ἐν ἀμελείᾳ, καὶ ἰδοὺ τὸ τέλος, φθάνει ἀτελείωτον, καλῶν λαβεῖν με. Οἱ καλῶς τὸν δρόμον, τελέσαντες Μάρτυρες, τέλος ἀγαθόν μοι, γενέσθαι δυσωπεῖτε. |
Alas! How have all my days passed by in carelessness. I have accomplished nothing good: and see, the end is near at hand. O martyrs who have fought the good fight and finished the course, pray for me, that I may make a good end. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Σταλαγμοῖς αἱμάτων, τὴν πυρὰν ἐσβέσατε τῆς ἀθεΐας, θεῖοι Ἀθλοφόροι, καὶ τοῖς ἐκδημήσασι τοῦδε τοῦ βίου, ἐξαιτεῖτε ὄντως, τὴν θείαν ἀνάπαυσιν, καὶ τῶν πεπραγμένων, τὴν λύσιν εἰς αἰῶνας. |
With the drops of your blood ye quenched the fire of godlessness, O victorious martyrs: pray for those who have departed from this life, that God may grant them rest and eternal remission of their sins. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἰεζεκιὴλ σε, πύλην ἀδιόδευτον Ἁγνὴ προεῖδε, μετανοίας πύλας, πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοις· ὅθεν δυσωπῶ σε, τρίβους μοι ὑπάνοιξον, τὰς πρὸς τὰς ἐκεῖθεν, φερούσας καταπαύσεις. |
Ezekiel saw thee, O pure Virgin, as the gate through which none may pass; and thou openest the gates of repentance unto all those in despair. Therefore I entreat thee: open unto me the paths that lead to rest eternal. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος γʹ. Τὸν ἐξ ἀνάρχου. |
Ode viii. Mode 3. (NM) Begotten as God. |
|
|
Τὸν ἐξ ἀνάρχου. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Τοὺς πολυάθλους αἰκισμούς, διαφόρως ὑπομείναντες, οἱ μὲν καέντες, ἕτεροι πρισθέντες, ἄλλοι δὲ τεμνόμενοι, εὐφραίνεσθε Ἀθληταί, ἀναμέλποντες Χριστῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Ye endured many bitter torments: some of you were burnt, others sawn asunder or cut in pieces. But now ye rejoice, O victorious martyrs, and sing to Christ: Praise, bless and exalt Him above all for ever. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ἐν τοῖς αἵμασιν ὑμῶν, ἁγιάζετε τὰ πέρατα, μικραῖς ῥανίσι, ῥεῖθρα ἰαμάτων πᾶσιν ἀναβλύζοντες, πανεύφημοι Μάρτυρες· διὸ βοᾶτε ἀεί· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Through your blood ye sanctify the ends of the earth and bring healing unto all, O martyrs blessed throughout the world, and continually ye cry aloud: Praise, bless and exalt Him above all for ever. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
|
Τριαδικόν. |
For the Trinity. |
|
Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. |
O Unity in three Persons, Father, Son and living Spirit, one Godhead and one Kingdom, the hosts of angels glorify Thee as the Light that never sets; and we on earth praise, bless and exalt Thee above all for ever. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἰδοὺ πᾶσαι γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς Ποιητήν, Θεὸν ὄντα καὶ βροτόν· διό σε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. |
Behold, with all generations we call thee blessed, O Virgin undefiled, seeing the great things God has done to thee. For in ways surpassing nature thou hast borne the Maker of all, who is both God and man. Therefore we bless and exalt thee above all for ever. [KW] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Τῶν Ἀθλοφόρων ὁ χορός, δυσωπήθητι τοῦ σῶσαι ἡμᾶς, πρὸς τὸν Σωτῆρα, τὰς ἱκετηρίας, καὶ τανῦν ποιούμενοι, λατρεύειν εἰλικρινῶς, διʼ ἐγκρατείας αὐτῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
O choir of martyrs, pray for our salvation, we entreat you, and beseech the Saviour that we may offer Him true worship through our abstinence. Praise, bless and exalt Him above all for ever. [KW] |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
|
Νεκρώσιμον. |
For the Dead. |
|
Τοὺς Κοιμηθέντας εὐσεβῶς, ἐλπίδι ἀναστάσεως, πρὸς αἰωνίαν ζωὴν ἐγερθῆναι, Κύριε, ἀξίωσον αἰνεῖν σε εἰλικρινῶς, καὶ δοξάζειν ψαλμικῶς· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
To those who have fallen asleep in the true faith and in the hope of resurrection, grant, O Lord, that they may awaken to eternal life; and they will magnify Thee in sincerity and offer Thee this psalm of glory: Praise, bless and exalt Him above all for ever. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (not metered). Mode 3. |
|
|
Τὸν ἐξ ἀνάρχου. |
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπʼ ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Extol Him who is God, who before the ages was begotten from the unoriginate Father, and who in latter times put on flesh from the Theotokos. He is perfect man, and God from God. Extol Him and bless Him, and supremely exalt Him, unto all the ages. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ θʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 4. Heirmos. |
|
|
Λίθος ἀχειρότμητος. |
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. |
A cornerstone was cut out without hands from a never-quarried mountain, * which prefigured you, holy Virgin. * The stone is Christ, who joined the disparate natures. * As we rejoice because of this, O Theotokos, we magnify you. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἱερομαρτύρων Ἁγίων τὴν ἱερὰν τελοῦντες μνήμην, ὕμνοις ἱεροῖς δεῦτε πάντες, μεγαλοφώνως αὐτοὺς τιμήσωμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας, τῷ πανοικτίρμονι Θεῷ ἡμῶν. |
As we commemorate the holy memory of the holy Hieromartyrs, with a loud shout may all of us give reverence to them with holy songs, because they supplicate to the God of all mercies on our behalf. [un] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
|
Ὤφθητε ὡς τίμιοι λίθοι, ἐπὶ τῆς γῆς ἀπὸ ἀθέων, Μάρτυρες συρόμενοι θεῖοι, καὶ τῆς ἀπάτης τὰ ὀχυρώματα, σθένει Θεοῦ συντρίβοντες· ὅθεν ἀξίως μακαρίζεσθε. |
O holy Martyrs, you manifested as valuable stones pulled through dirt by those without God. By the power of God you demolished the fortifications of falsehood. Therefore you deserved to be named as blessed. [un] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
|
Σήμερον ἡ πόλις Χερσῶνος, ὑμῶν τὴν μνήμην ἑορτάζει· ταύτης γὰρ ἐδείχθητε πύργοι, καὶ θεῖοι στῦλοι καὶ ὀχυρώματα, ποιμένες καὶ διδάσκαλοι, καὶ πρεσβευταὶ θεομακάριστοι. |
On this day the city of Cherson commemorates your memory, because you demonstrated yourselves as her towers, holy buttresses and fortifications. You were her shepherds, instructors, and intermediaries blessed by God. [un] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
|
Ἤδη τοῖς χοροὶς τῶν Ἀγγέλων, χορὸς Πατέρων ἠριθμήθη, Εὐγένιος, Ἐφραὶμ καὶ Καπίτων, Ἐλπίδιός τε καὶ ὁ Αἰθέριος, καὶ Βασιλεὺς ὁ ἔνδοξος, καὶ θεόφρον Ἀγαθόδωρος. |
Eugene, Ephrem, Capito, Elpidios, Aetherios, the glorious Basilefs, and Agathodors of a godly mind, who are a chorus of Fathers, are already added to the choruses of Angels. [un] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, χειρὶ τὸν φέροντα τὰ πάντα, ἡ θεοχαρίτωτος Κόρη, ἐκπληττομένη ἐβόα λέγουσα· Πῶς καὶ Υἱὸν γνωρίζω σε, καὶ Ποιητήν μου ἀκατάληπτε; |
The Maiden who was given grace by God, as she cradled Christ in her arms, this Christ who Himself holds everything in His own hand, she exclaimed in wonder: How can I understand You to be both my Son and my Creator, You who are beyond understanding? [un] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Ὅρους παρῆλθες. |
Ode ix. Mode pl. 4. (NM) Thou hast surpassed the bounds |
|
|
Ὅρους παρῆλθες. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
|
Ὤφθητε θεῖοι ὡς ἄνθρακες, ὕλην πονηρὰν ἀθεΐας συμφλέξαντες, καὶ στίφη τῶν δαιμόνων ξίφει συγκόψαντες, γενναῖοι Ἀθλοφόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν. |
O brave martyrs, ye are divine coals, burning up the evil substance of godlessness. Ye have cut down the ranks of demons with the sword, and ye give light to our souls. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
|
Σκότος βασάνων διήλθετε, καὶ πρὸς φωτισμὸν νοητὸν μετοικίσθητε, γενναῖοι Ἀθλοφόροι· διὸ φωτίσατε τὴν ταπεινὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν. |
O brave martyrs, ye have passed through the darkness of torment and gone to dwell in spiritual light: enlighten my humiliated soul that is darkened by sin. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
|
Ἤλγησαν πόνους προσφέροντες, οἱ πανευκλεεῖς Ἀθλοφόροι τοῦ σώματος, καὶ νῦν τοῖς μεταστᾶσι πιστοῖς τὴν ἄπονον, ἀνάπαυσιν αἰτοῦνται, καὶ παραδείσου τὴν ἀπόλαυσιν. |
The glorious martyrs endured the pain inflicted on their bodies; and now they intercede for the faithful departed, praying that they may enjoy painless repose and the delight of Paradise. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Φάνηθι ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας, τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ, τῷ τῶν αἰώνων βασιλεύοντι. |
O all-pure Lady, come to the aid of thine unworthy servants during this season of abstinence, and bring our prayers to the Lord and King of all the ages. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος γʹ. Σὲ τὴν ἀθάνατον. |
Ode ix. Mode 3. (NM) Thou art the immortal fountain. |
|
|
Σὲ τὴν ἀθάνατον. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
|
Ὡς πῦρ ἐμβληθέντες ἐκ Θεοῦ, εἰς τὴν γῆν καταφλέξατε, πᾶσαν πλάνην εἰδώλων, ἀνάψαντες πυρσόν, εἰς τὰ πέρατα εὐσεβείας, Ἀθλοφόροι Χριστοῦ. |
As fire sent by God on the earth, ye have burnt up all the error of idolatry and kindled the light of the true faith in the farthest regions of the world, O martyrs of Christ. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
|
Ὑμᾶς οὔτε φλόγες οὐ σφαγαί, οὐ τροχοὶ οὐκ ἀρθρέμβολα, καταπέλται, πριστῆρες, οὐκ ἄλλη βάσανος πικρὰ διεχώρισε, τῆς ἀγάπης Χριστοῦ Ἀθληταί. |
Neither flame nor slaughter, nor wheel nor rack, nor catapult nor saw nor any other torture, however bitter, could separate you from the love of Christ, O holy martyrs. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Ἓν καὶ τρία ἀνυμνῶ, εὐσεβῶς τὴν Θεότητα, τῇ μορφὴ τοῖς προσώποις, συνάπτων καὶ διαιρῶν, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα· ταῦτα Ἓν εἰσι. |
With true faith I praise the Godhead, one in three, united in Essence yet distinct in Persons, Father, Son and Holy Spirit - these are one. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Σὲ τὴν ἐκ ῥίζης Ἱεσσαί, καὶ Δαυῒδ τοῦ προπάτορος, ἐκβλαστήσασαν ῥάβδον, πανάχραντε Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν. |
Thou hast borne the Rod from the root of Jesse and of David the forefather: we magnify thee, undefiled and pure, for thou dost save our souls. [KW] |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Πληθὺς Μαρτύρων ἡ σεπτή, τὸν Χριστὸν ἐκδυσώπησον, ἐν εἰρήνῃ πληροῦντας τὸν δρόμον τῶν Νηστειῶν, κατιδεῖν ἡμᾶς, καὶ προσκυνῆσαι καὶ τὰ Πάθη αὐτοῦ. |
O honoured multitude of martyrs, pray to Christ on our behalf, that we may complete the course of the Fast in peace, and may behold and venerate His Passion. [KW] |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
Νεκρώσιμον. |
For the Dead. |
|
Νεκρῶν καὶ ζώντων ὡς Θεός, ὁ νεκρώσας τὸν θάνατον, καὶ ζωὴν τῇ Ἐγέρσει σου πᾶσι παρασχών, Χριστὲ ἀνάπαυσον, καὶ τοὺς δούλους σου, οὓς μετέστησας. |
As God of the dead and the living, who hast slain death and by Thy Rising granted life to all, give rest, O Christ, to Thy departed servants. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (not metered). Mode 3. |
|
|
Σὲ τὴν ἀθάνατον. |
Σὲ τὴν ἀθάνατον πηγήν, τὴν διʼ Ἁγίων ἰάματα, τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν, ἀεὶ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν. |
We ever magnify you, the immortal fountain, that through the saints gives cures and healings to the human race, for you save our souls. [SD] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάριον τῆς ἡμέρας. |
Exaposteilarion of the Day. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Ὁ ἐν Ἁγίοις μόνος, ἀναπαυόμενος Θεός, τῶν Προφητῶν, Ἀποστόλων, Ἱεραρχῶν, καὶ Μαρτύρων, καὶ τῶν Ὁσίων πρεσβείαις, τοὺς ἀνυμνοῦντάς σε σῶζε. |
O only God who reposes * in those alone who are holy, * attend to the intercessions * of Prophets, Apostles, Martyrs, * and of the devout monastics, * and save us all who extol You. [SD] |
|
Νεκρώσιμον. |
For the Dead. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλʼ οὐκ ἀπέστησαν ἐκ σοῦ. |
Having, as God, authority * over the living and the dead, * give rest to Your servants * in the dwellings of the elect. * O Savior, even if they sinned, * yet they did not depart from You. [SD] |
|
Θεοτοκίον. |
Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. |
O sweetness of the Angels, * O joy of those in affliction, * and the protectress of Christians, * O Virgin Mother of the Lord, * come to my aid and redeem me * from the eternal torments. [SD] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος δʹ. |
Lauds. Mode 4. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Μαρτυρικά. |
For the Martyrs. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα σου ἔλεος. |
Blessed is the army of the King of heaven. Even though they were but human, the medaled Martyrs strove to attain angelic rank, by disregarding their bodies. Through suffering, they were granted the honor of the bodiless hosts. By their prayers, O Lord, send down to us Your great mercy. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
O Lord, Your medal-winning Martyrs imitated the angelic orders, by enduring the tortures as if they themselves were also bodiless. There singular hope was to obtain the promised blessings. At their intercession, grant peace to Your world, and great mercy to our souls, O Christ our God. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο· ἐκείνων ἐστὶν ἡ φωνή· Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεός, ἐλέησον ἡμᾶς. |
The holy Martyrs competed on the earth, endured exposure to the air, were delivered to the fire, and the water received them. To them belong the words, “We went through fire and water, and You led us into a refreshing place.” By their intercessions, O God, have mercy on us. [GOASD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα, πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων, μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα, ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν· ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος· καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν. |
As the holy Martyrs were being tortured, they sang in exultation, “These will all be exchanged when we meet the Master. Instead of the physical injuries we are sustaining, He will dress us with a luminous garment in the resurrection. Instead of prison there is Paradise. And instead of being sentenced with criminals, we will be in the company of Angels.” O Lord, we pray You save our souls, at their supplications. [GOASD] |
|
Δόξα. Νεκρώσιμον. |
Glory. For the Dead. |
|
Σὺ ἔπλασάς με, Κύριε, καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου, καὶ ἐνετείλω μοι, καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ ἄνες μοι δέομαι, ὡς φιλάνθρωπος. |
You fashioned me, O Lord, and laid your hand upon me, and You commanded me and said: You shall return again to earth. Lead me in Your straight way; forgive me my offenses, and absolve me, I entreat You, O benevolent God. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, ὅτι ἐκ σοῦ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ ἔχων τὸ μέγα ἔλεος. |
Now we call you blessed, O Virgin Theotokos; for from you rose the Sun of Righteousness, namely Christ, who has the great mercy. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
|
Δοξολογία (διαβαστά) |
Doxology (read) |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστιχα. |
Aposticha. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν. |
Mode pl. 1. Rejoice. |
|
|
Χαίροις ἀσκητικῶν. |
|
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀπολαύσεως· ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου καθαρῶς ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος· ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν δικαίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθʼ ὧν κατατάξας, τοὺς οἰκέτας σου παράσχου, τούτοις τὸ ἔλεος. |
Settle the souls of those who have passed * where the resplendence of Your countenance shines on them, * to lie down in greenest pastures, O most compassionate Christ, * beside the still waters of divine delight. * And grant them to be at rest in the bosom of Abraham, * there where Your light is most especially visible, * and the fountains of Your benevolence overflow, * there where the choirs of the just continually celebrate, * ever extolling Your goodness, in exultation and songs of joy. * We pray You have mercy * on Your servants and You grant them to dwell with all Your saints. [GOASD] |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
Ψάλλειν παναρμονίῳ φωνῇ, δοξολογεῖν τε τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητι, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον· ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν ἁγίων χορεῖαι, χαρμονικῶς περιέπουσι· μεθʼ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. |
Grant to your departed to sing * your praise, O Lord, with a voice that is harmonious, * to give glory to your great might and mercy to those who are now * taking leave of their cares * and turning to you, * O Master and loving Lord, * as you give beauty and your light, * bestowing sweetness * and communion with divine joy. * Grant as well to them * as a loving God that they may * take rest and take enjoyment of your all-holy purity. * At your throne the angels and the saints attend you with songs of praise; * with them grant your servants * your great mercy and as well, O Lord, sweet rest eternal. [RB] |
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse: And their memorial abides from generation to generation. [SAAS] |
|
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπʼ αἰῶνος, δικαιωθέντες, τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, διʼ οὗ ἐξηγόρασας, τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, ἅγιος ὄντως καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος· διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. |
Grant rest to those asleep now in faith, * where prophets’ choirs and ranks of martyrs and apostles * and all from the ages who have been made in you justified * in your saving passion and salvific blood, * through which you redeemed humanity from our captivity, * as many sins as we commit, you forgive them all; * loving God you are, and the friend of all humankind; * for you alone are without sin, the earth you have civilized, * you alone may we call holy and you alone are made free in death; * therefore grant your servants * your great mercy and as well, O Lord, sweet rest eternal. [RB] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην, καὶ βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, διʼ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι· ὃν νῦν δυσώπει τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, βίβλῳ ζώντων ἐγγράψασθαι, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. |
Lady, when you conceived in your womb * the very Giver of the Law, namely Christ the King, * O only Mother and Virgin, you freed the human race * that had been in bondage to the law of sin. * Through Him we are justified by His free gift and grace divine. * Will you implore Him to inscribe in the book of life * those extolling you as the one who gave birth to God, * so that we who are saved through your entreaties, all-blameless one, * may thus obtain what we long for, namely redemption from Christ your Son, * whom we rightly worship * as the Savior who is granting great mercy to the world. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
|
Δόξα. |
Glory. |
|
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν. |
Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. |
Holy Mother of the immaculate Light, we honor you with angelic hymns, and magnify you piously. [SD] |
|
Η ΕΚΤΕΝΗΣ |
LITANY OF FERVENT SUPPLICATION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Again we pray for our Archbishop (name). |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΧΟΡΟΣ: Δέσποτα ἅγιε, εὐλόγησον. |
CHOIR: Holy master, give the blessing! |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|