Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος πλ. αʹ. Τῇ Τετάρτῃ Πρωΐ |
Mode pl. 1. On Wednesday Morning |
Τῇ Τετάρτῃ Βʹ Ἑβδομάδος Πρωΐ |
On Wednesday of the Second Week Morning |
Μηναῖον - Τῌ Δʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 4 |
Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ |
Memory of St. Gerasimos of Jordan |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse 2: Learn righteousness, you who dwell on the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ὕμνοι Τριαδικοί |
Triadic Hymns |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. |
It is time to sing hymns; it is the hour of prayer. Let us earnestly cry out to our only God: Holy, holy, holy are You our God. By the power of Your Cross save us. [SD] |
|
Δόξα. |
Glory. |
|
Εἰκονίζειν τολμῶντες τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς. |
Daring to portray Your spiritual armies, O unoriginate Trinity, we cry out with unworthy lips: Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς πρόσδεξαι βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
O Christ our God, You were contained in the womb of the Virgin, and never parted from the bosom of the Father. Accept us as we cry to You together with the Angels: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 19. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 19. There is no litany, but immediately the following: |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Σταυρώσιμα. |
For the Cross. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τὸν σταυρωθέντα Σωτῆρα καὶ Λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς οἶδε καὶ ὡς ηὐδόκησεν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι προσήλωσε Σταυρῷ, τὰς ἁμαρτίας τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσεν. |
Come, believers, and let us all worship and extol * our Redeemer and Savior, for He was crucified * voluntarily and knowingly, according to His will. * When He had freed the human race from the error and deceit, * He nailed our sins and transgressions * to the Cross; and to humanity * He granted access to His kingdom and rule. [GOASD] |
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. |
Verse: Exalt the Lord our God, and worship at the footstool of His feet; for He is holy. [SAAS] |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Ὁ Σταυρὸν ὑπομείνας σοῦ ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ φόβῳ δοξάζομέν σε, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον. |
You endured crucifixion deliberately, * and from death and decay You have freed humanity. * Christ our Savior, we believers extol You and worship You, * for by the power of the Cross You illumined us. And now with fear we all glorify You, * as the Giver of life and Lord, * O benevolent and merciful God. [GOASD] |
|
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τῷ Σταυρῷ τοῦ Κυρίου παρισταμένη, θρηνῳδοῦσα ἐβόα ἡ Θεοτόκος· Οἴμοι Τέκνον θεῖον, φῶς μου γλυκύτατον! πῶς ἐτανύθης ἐν Σταυρῷ, ὁ τείνας θεϊκῶς τὸν οὐρανόν ὡσεὶ δέῤῥιν, καὶ ἐκ θαλάσσης ἀνάγων, πηγὰς ὑδάτων τῷ σῷ προστάγματι! |
As she stood near the Cross of the Lord on Golgotha * and lamented, the Mother of God cried out to Him, * “Woe is me! O Son and God, the sweetest light of my eyes! * Now stretched out on a cross are You who long ago as God * stretched out the heavens like a curtain, * and brought out fountains of waters * from the sea, by Your ordinance!” [GOASD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 20. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 20. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κάθισμα Βʹ. Τοῦ Τριῳδίου. |
Kathisma II. From the Triodion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. (N/M) |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζωώσας δὲ τοὺς δήγματι, τῷ ἐκείνου τεθνήξαντας· ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζώωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν. |
Stretched and slain upon the Cross, O Christ, Thou hast slain the serpent our enemy, the source of evil, and those killed by his sting Thou hast restored to life. Therefore I entreat Thee, Saviour: Give life to my deadened soul, for to Thee I turn in prayer and fasting. [KW] |
|
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. (N/M) |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Ὡς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνάς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα, τέκνον φίλτατον, τί τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται. |
When the Ewe saw Thee her Lamb, O Christ, hanging upon the Cross between two malefactors, she cried aloud weeping and lamenting bitterly: ‘O dearest Child, what is this wonder that I see?’ ‘O most pure Mother,’ so Thou hast replied, ‘this same wonder shall bring life to all the world.’ [KW] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 1. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 1. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κάθισμα Γʹ. Τοῦ Τριῳδίου. |
Kathisma III. From the Triodion. |
|
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. (NM) |
|
|
Τὴν ὡραιότητα. |
|
ᾈσμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε. |
As we pass through the solemn time of abstinence, let us blow the trumpet and loudly cry: Through the Fast life has blossomed in the world, and the death that comes from self-indulgence is destroyed. By the power of Thy Cross, O Christ the Word, guard Thy servants in the Fast. [KW] |
|
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
|
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
|
Τὴν ὡραιότητα. |
|
Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ Τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο· ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. |
O tender-loving Lord, willingly You endured * a very painful death by being crucified. * And as Your Mother witnessed it, O Christ, she was pricked to the heart. * She was aching inwardly * and lamented maternally. * At her earnest prayers for us, * with compassion take pity on us, * and save the world, O merciful Savior * who takes away the sin of the world. [SD] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode i. Mode 4. Heirmos. |
|
|
ᾌσομαί σοι Κύριε. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
ᾌσομαί σοι Κύριε ὁ Θεός μου· ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν. |
I will sing to You, Lord my God and Savior, * for You have brought Your people out * from bondage in Egypt, * and covered Pharao’s chariots and his host * in the Sea of old. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την νηστείαν ἔχοντες, γενναίως πατήσωμεν, τὰ τούτου μηχανήματα. |
Because we have fasting as a strong weapon against every stronghold of the outsider, let us bravely trample down his schemes. [un] |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
|
Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την νηστείαν ἔχοντες, γενναίως πατήσωμεν, τὰ τούτου μηχανήματα. |
Because we have fasting as a strong weapon against every stronghold of the outsider, let us bravely trample down his schemes. [un] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
|
Ἐλλάμψει τοῦ Πνεύματος θεοφόρε, καταυγασθείς, τὰ νοητὰ τῆς ψυχῆς σου ὄμματα, πρὸς φῶς ἐνητένισας, διʼ ἀρετῆς τὸ ἄδυτον. |
Enlightened with the beauty of the Spirit, O God-bearer, through virtue you set the noetic eyes of your soul upon the never-setting light. [un] |
|
Δόξα. |
Glory. |
|
Τῶν παρόντων Πάτερ διʼ ἀκτησίας, τὸ γεηρὸν ἀποβαλὼν ἄχθος ὡς ἀσώματος, Γεράσιμε ἤνυσας, τὸν δρόμον τῆς ἀσκήσεως. |
Throwing off the burden of earthly possessions through self-denial, you ran the entire race of the ascetic life as though you were without body, O Father Gerasimos. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Γῆθεν πρὸς οὐράνιον πολιτείαν, ἡμᾶς ἀνείλκυσεν Ἁγνή, ὁ ἄχραντος τόκος σου, νηστείας ταῖς πτέρυξιν, εἰς οὐρανοὺς ἀναγαγὼν ἡμᾶς. |
Your perfect Child has led us to a heavenly life from the earth, O pure one, guiding us to the Heavens by the wings of fasting. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ γʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 4. Heirmos. |
|
|
Ἐν Κυρίῳ Θεῷ μου. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν. |
[SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Τῶν παθῶν τὰ θηρία, διὰ νηστείας ἀποκτείναντες, Χριστῷ διʼ ἀπαθείας, καὶ καθαρότητος ἐγγίσωμεν. |
Killing the feral fauna of the passions with fasting, let us come closer to Christ through dispassion and purity. [un] |
Στίχ. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου. |
Verse: My heart is strengthened in the Lord; my horn is exalted in my God. I smile at my enemies; I rejoice in Your salvation. [SAAS] |
|
Τῶν παθῶν τὰ θηρία, διὰ νηστείας ἀποκτείναντες, Χριστῷ διʼ ἀπαθείας, καὶ καθαρότητος ἐγγίσωμεν. |
Killing the feral fauna of the passions with fasting, let us come closer to Christ through dispassion and purity. [un] |
Στίχ. Ὅτι οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου. |
Verse: Because no one is holy like the Lord, no one is righteous like our God, no one is holy but You. [SAAS] |
|
Πρὸς τὸν ἄϋλον πόθον, τὸν τοῦ Κυρίου, Πάτερ Ὅσιε, ἀεὶ ἐνατενίζων, ὕλης προσκαίρου κατεφρόνησας. |
Always looking towards the immaterial longing for the Lord, O righteous Father, you scorned the material and temporal. [un] |
Στίχ. Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν, μηδὲ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν. |
Verse: Do not boast nor speak of high things; let no arrogance come from your mouth. [SAAS] |
|
Τὸν Χριστὸν ἐν τῇ γλώσσῃ, ἔχων ἀεὶ Πάτερ Γεράσιμε, τὸ ἀληθὲς τῶν λόγων, διεβεβαίου ἐν τοῖς θαύμασι. |
With Christ always on your tongue, O Father Gerasimos, you verified the veracity of your speech by miracles. [un] |
Στίχ. Ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. |
Verse: For the Lord is the God of knowledge; and God is preparing His actions. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἐν νηστείαις καὶ πόνοις, τὸ ἀσθενὲς ἡμῶν τῆς φύσεως, ῥωννύουσα Παρθένε, κατὰ παθῶν τοῦτο ἐνίσχυσον. |
Enfirm the infirmity of our nature with fasting and struggles, O Virgin One, and make it firm against the passions. [un] |
(διαβαστά) |
(read) |
|
Στίχοι Ἐνδιάμεσοι Τρίτης ᾨδῆς. |
Intermediate Verses of Ode Three. |
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. |
He weakened the bow of mighty men, and those who are weak are girded with strength. [SAAS] |
Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν, ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. |
Those who were full of bread were made empty, and the hungry have forsaken the land. The barren woman has borne seven, and she who has many children has become feeble. |
Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει. |
The Lord kills and makes alive; He brings down to Hades and raises up. |
Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. |
The Lord makes poor and rich; He brings low and lifts up. |
Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. |
He raises the poor from the earth. He lifts the needy from the dung heap, to set them among princely people and make them inherit a throne of glory. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ γʹ. Ἦχος αʹ. Στερεωθήτω ἡ καρδία μου. |
Ode iii. Mode 1. (NM) Let my heart be established. |
|
|
Στερεωθήτω ἡ καρδία μου. |
Στίχ. Διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου. |
Verse: The One who gives a prayer to the one praying, He blesses with righteous years. [SAAS] |
|
Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε. |
O Word of God, supreme in love, Thou hast stretched out Thine hands upon the Cross, and in Thy mercy and compassion Thou hast slain the sin of Adam, who of old stretched out his hand to the tree of knowledge. [KW] |
Στίχ. Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. |
Verse: The Lord makes His adversaries weak; the Lord is holy. [SAAS] |
|
Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ σῷ πάθει ἀνάστειλον, ὁ παθῶν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος. |
Firmly establish my understanding, for it has been shaken through the envy of the serpent. By Thy Passion subdue the assaults of the passions, for through Thy sufferings Thou hast granted to the faithful freedom from the passions. [KW] |
Στίχ. Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ. |
Verse: Let not the man of learning boast in his understanding, nor let the man of might boast in his might, nor let the man of riches boast in his riches. [SAAS] |
|
Ἡ τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα. |
The grace of the Fast shines upon us, driving out the darkness of sinful self-indulgence. Behold, now is the accepted time and the day of salvation. Let us bring forth fruits of repentance and we shall live. [KW] |
Στίχ. Ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. |
Verse: Only let the one who boasts boast in this: to understand and to know the Lord and to do justice and righteousness in the midst of the earth. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον. |
I have fallen from the cliff of lust, and through my grievous sins I have plunged into the abyss. O pure Virgin, restoration of the fallen, raise me up and lead me back to life. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ γʹ. Ἦχος γʹ. Στερέωσον Κύριε. |
Ode iii. Mode 3. (NM) Firmly establish our hearts. |
|
|
Στερέωσον Κύριε. |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
|
Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς. |
By Thy Cross, O Lord, firmly establish our hearts, that we may not turn away from Thee to evil thoughts or wicked acts. [KW] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
|
Τοῦ πάθους σου Δέσποτα, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς. |
When they beheld Thy Passion, O Master, heaven and earth were altered visibly, and bore witness that Thou art in truth the King of all. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Ἰσότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον. |
O Most Holy Trinity, equal in honour and without beginning;O Unity, Creator of life and Source of light, Father, Son and Spirit, save me. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἦς πρὸ τοῦ τόκου. |
O Mother of God who hast not known man, thou alone hast borne God, yet hast not lost the incorruption of thy pure virginity; but thou hast remained inviolate, as thou wast before childbirth. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Τὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζωώσαντα τὸ πᾶν. |
I venerate and praise Thy scarlet robe, O Jesus, the nails and the Cross, the sponge and the lance, that have given life to all the world. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (NM). Mode 3. |
|
|
Στερέωσον Κύριε. |
Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτὴρ εἰς αἰῶνα αἰῶνος. |
Firmly establish our hearts, O Lord, and give us light that we may sing Thy praise and glorify Thee for ever, O Saviour. [KW] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. N/M (The stone.) |
|
|
Τοῦ λίθου σφραγισθέντος. |
|
Τὴν κλίμακα τῶν θείων ἀρετῶν διανύσας, πρὸς νοητῆς θεωρίας ἀνελήλυθας ὕψος, καὶ θείων μυστηρίων τοῦ Χριστοῦ, ἐμφάσεις ὑπεδέξω καθαράς, διὰ τοῦτο, θεοφόρε, σὲ εὐσεβῶς τιμῶμεν καὶ βοῶμεν· Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. |
You fervently climbed the ladder of godly morality and you reached the summit of divine noetic vision, receiving meditations unblemished and unmurky showing the divine mysteries of Christ. Thus we honor you with reverence, as we exclaim, God-bearer Gerasimos: Glory to Christ, who strengthened you. Glory to Him who gave you the crown. Glory to Him who heals everyone through you. [un] |
|
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
|
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
Σταυρῷ σου προσπαγέντος ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη μητρικῶς· καὶ τὸ πολύ σου καὶ φρικτὸν τῆς ἀνοχῆς, ἐξίστατο βοῶσα· Δόξα τῇ πρὸς ἀνθρώπους σου στοργῇ· δόξα τῇ σῇ χρηστότητι· δόξα τῷ ἐν τῷ θανάτῳ σου βροτοὺς ἀθανατίζοντι. |
O Lord, when You were nailed to the Cross by the transgressors, * and when You were lanced in the side by the soldiers, O Savior, * Your all-pure Mother grieved with bitter tears; * she beat her breasts maternally and wept. * She was amazed by Your formidable and great * forbearance and she cried out, * “Glory to Your love for humankind! * Glory to Your benevolence! * Glory to You who by Your death gave us immortal life!” [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ δʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode 4. Heirmos. |
|
|
Τῆς σῆς ἐπὶ γῆς. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρᾶς ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
[SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Τῆς σῆς ἐν τοῖς βροτοῖς εὐσπλαγχνίας, Χριστὲ ὁ Θεός, δεῖγμα παρέσχου τὸν καιρὸν τῆς ἐγκρατείας Σωτήρ, διʼ οὗ ψυχὰς καὶ σώματα καθαίρεις, καὶ ἁγιάζεις τῶν δούλων σου. |
To prove Your love for mortals, O Christ God, You have given the season of fasting, O Savior, during which You clean and sanctify the souls and bodies of Your servants. [un] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
|
Τῆς σῆς ἐν τοῖς βροτοῖς εὐσπλαγχνίας, Χριστὲ ὁ Θεός, δεῖγμα παρέσχου τὸν καιρὸν τῆς ἐγκρατείας Σωτήρ, διʼ οὗ ψυχὰς καὶ σώματα καθαίρεις, καὶ ἁγιάζεις τῶν δούλων σου. |
To prove Your love for mortals, O Christ God, You have given the season of fasting, O Savior, during which You clean and sanctify the souls and bodies of Your servants. [un] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
|
Τῶν ἀρετῶν τὴν κλίμακα ἀνύσας Σοφέ, μυστικωτέρας θεωρίας, ἠξίωσαι· διὸ καὶ χάριν εἴληφας ὁρᾶν, καὶ πρὸ καιροῦ τὰ ἐσόμενα. |
After you climbed the entire ladder of the virtues, O wise Gerasimos, you were made worthy of mystical visions, and you received the grace to see things that had not yet come to pass. [un] |
|
Δόξα. |
Glory. |
|
Ἱδρῶσι τῶν ἀγώνων σου τῶν ἐνθέων, τὴν ἄγονον κατήρδευσας ἔρημον, καὶ καρποφόρον ἔδειξας, ἀνθρώπους τῷ Χριστῷ συγκομίζουσαν. |
Through the sweat of your righteous struggles, you watered the barren desert and made its fruit manifest, as it led men to Christ. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡς στήριγμα Πιστῶν δεδομένη, Παρθένε ἁγνή, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος, δύναμιν ἐν τῷ καιρῷ περίζωσον, ἡμᾶς τῆς ἐγκρατείας ὑμνοῦντάς σε. |
O immaculate Virgin, Because you have been granted to the faithful as a support by Christ who has made you glorious, strengthen us with power who sing your praise in this season of temperance. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ εʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode v. Mode 4. Heirmos. |
|
|
Ὁ ἀνατείλας τὸ φῶς. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι. |
You made the light to rise up * and illumined the morning * and showed the dawn and daybreak. * Jesus, glory to You, * benevolent Lord. * O Son of God, glory to You! [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Τῆς χαμαιζήλου ἡμᾶς, προσπαθείας οἰκτίρμον, νηστείᾳ, ἀφαρπάσας, πρὸς τὸ ὕψος ἕλκυσον, Ἰησοῦ τῆς σῆς ἀγαπήσεως. |
O compassionate Jesus, take us away through fasting from servile attachment, and lead us to the summit of Your love. [un] |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
|
Τῆς χαμαιζήλου ἡμᾶς, προσπαθείας οἰκτίρμον, νηστείᾳ, ἀφαρπάσας, πρὸς τὸ ὕψος ἕλκυσον, Ἰησοῦ τῆς σῆς ἀγαπήσεως. |
O compassionate Jesus, take us away through fasting from servile attachment, and lead us to the summit of Your love. [un] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
|
Τῶν προσευχῶν ταῖς προσβολαῖς, παρατάξεις δαιμόνων, κατέτρωσας γενναίως, καὶ Χριστὸν Γεράσιμε, σὺ ἀνύμνεις Υἱὸν τοῦ Θεοῦ. |
O Gerasimos, through the war of your prayers, you valiantly impaled and wounded the legions of demons, and you praised Christ, the Son of God. [un] |
|
Δόξα. |
Glory. |
|
Τὴν τῶν παθῶν διασχών, θεοφόρε ὁμίχλην, φωτὶ τῷ τῆς ἁγνείας, καὶ τῆς καθαρότητος, νοητῶς ἐπλησίασας. |
O God-bearer, by staying away from the murky haze of the passions, you noetically drew near to the light of self-control and purity. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ῥύπου ἡμᾶς νοητοῦ, διὰ τῆς ἐγκρατείας, ἐκπλύνασα Παρθένε, καθαροὺς παράστησον, δοξολογεῖν τὸν Υἱὸν τοῦ Θεοῦ. |
O Virgin one, wash us clean of the filth of our minds through abstinence and make us pure, so that we may give glory to the Son of God. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode 4. Heirmos. |
|
|
Ὡς Ἰωνᾶν τὸν προφήτην. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε. |
[SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Τῆς ἐγκρατείας τῇ αἴγλῃ, ἐλλαμφθέντας ἡμᾶς καταξίωσον, ἰδεῖν τῆς ἐγέρσεως Σῶτερ, τῆς σῆς τὴν θείαν δόξαν καὶ τὴν λαμπρότητα. |
O Savior, grant us to be worthy who have been made radiant with the beauty of abstinence so that we may behold the divine glory and radiance of Your resurrection. [un] |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
|
Τῆς ἐγκρατείας τῇ αἴγλῃ, ἐλλαμφθέντας ἡμᾶς καταξίωσον, ἰδεῖν τῆς ἐγέρσεως Σῶτερ, τῆς σῆς τὴν θείαν δόξαν καὶ τὴν λαμπρότητα. |
O Savior, grant us to be worthy who have been made radiant with the beauty of abstinence so that we may behold the divine glory and radiance of Your resurrection. [un] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
|
Ὡς ἑωσφόρος ἐκλάμψας, ἐν τῷ σκότει τοῦ βίου Γεράσιμε, ἀνθρώπους εἰς φῶς πολιτείας, Ἀγγέλων ἀσωμάτων ἐχειραγώγησας. |
O Gerasimos, radiating like the morning star into the darkness of life, you led men to the light of the life of the bodiless Angels. [un] |
|
Δόξα. |
Glory. |
|
Τῇ εὐχῶν βακτηρίᾳ, κεφαλὰς νοουμένων συνέθλασας, θηρῶν παναοίδιμε Πάτερ, καὶ θήρας τῆς ἐκείνων ἀνθρώπους διέσωσας. |
O all-celebrated Father, you squashed the heads of the noetic predators by the rod of prayer, and you saved men from becoming their kill. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Γνόντες τῶν πάντων Δεσπότην, διὰ σοῦ Θεοτόκε, ἐῤῥύσθημεν πλάνης τῶν εἰδώλων, καὶ πόθῳ, κυρίως σε Μητέρα Θεοῦ δοξάζομεν. |
O Mother of God, through you we have known the Master of all. We have been saved from the fallacy of the idols, and with desire we correctly glorify you as the Mother of God. [un] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε. |
[SD] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Μαρτυρικόν. Ἦχος πλ. αʹ. |
For the Martyrs. Mode pl. 1. |
Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, διʼ ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν. |
O Lord and Savior, You appointed Your medaled Athletes to be great helpers in all the world. Through them the passions are driven away. At their intercessions, save our souls. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Δʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου, τοῦ ἐν τῷ Ἰορδάνῃ. |
On March 4 we commemorate our devout father Gerasimos of the Jordan. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, καὶ Ἰουλιανῆς τῆς αὐτοῦ ἀδελφῆς. |
On this day we also commemorate the holy Martyrs Paul and his sister Juliana. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος, οἱ ἀπὸ δημίων πιστεύσαντες, ξίφει τελειοῦνται. |
On this day the holy Martyrs Quadratus, Akakios, and Stratonikos, former executioners who came to the Faith, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Gregory of Cyprus died in peace. |
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ ζʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode 4. Heirmos. |
|
|
Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ συλλαλήσας, καὶ τύπον τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
[SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Διʼ ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ σωφροσύνης, τὸν φωτοδότην Κύριον, νοητῶς ἐνοπτρισώμεθα. |
Climbing the mountain of a God-inspired way of life by abstinence and self-control, we will noetically see the Lord, the Giver of Light, as in a mirror. [un] |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
|
Διʼ ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ σωφροσύνης, τὸν φωτοδότην Κύριον, νοητῶς ἐνοπτρισώμεθα. |
Climbing the mountain of a God-inspired way of life by abstinence and self-control, we will noetically see the Lord, the Giver of Light, as in a mirror. [un] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
|
Ἐν ἀκηράτοις ἀρετῶν παραδείσοις, χορεύσας θεοφόρε, ἄνθη θαυμάτων, ἐδρέψω πᾶσιν ἄφθονον, τούτων χάριν δωρούμενος. |
O God-bearer, dancing in the uncontaminated gardens of the virtues, you harvested the flowers of wonder-working, giving the excessive grace of it to everyone. [un] |
|
Δόξα. |
Glory. |
|
Τὴν κατʼ εἰκόνα θεοφόρε ἀξίαν φυλάττων, φοβερὸς ἀνημέροις θηρσίν, ἐδείχθης ᾄδων ἀπαύστως τῷ Θεῷ εὐχαριστήρια. |
O God-bearer, because you had guarded the honor that is after the image of God, you were fearful to savage beasts, while constantly singing songs of thanksgiving to God. [un] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἰσχὺν καὶ κράτος κατʼ ἐχθρῶν νοουμένων, νηστείᾳ καὶ ἀγῶσι Θεοκυῆτορ, ἡμᾶς αἰνοῦντας Ἁγνή, καὶ ὑμνοῦντάς σε περίσωσον. |
O pure Theotokos, we who praise and hymn you, through fasting and struggles secure us with power and strength against spiritual adversaries. [un] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ ηʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode 4. Heirmos. |
|
|
Τὸν βασιλέα Χριστόν. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον. |
To Christ the King let us sing, * as the Servants in captivity who confessed Him * inside the furnace, crying out with voices loud and clear, * “O all you works, to the Lord sing a hymn of praise!” [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὁ Βασιλεὺς τοῦ παντός, Δέσποτα Κύριε, καὶ ἡμᾶς βασιλεῦσαι, παθῶν καὶ ἡδονῶν τῶν σαρκικῶν, ὡς ἀγαθός, διὰ νηστείας καὶ πόνων ἀξίωσον, ἵνα σε εὐλογῶμεν, εἰς πάντας τοὺς αἰῶνας. |
O Lord and Master, Ruler of all, because You are righteous, ensure that we may rule over the passions and desires of the flesh through fasting and works, that we may bless You for all the ages. [un] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ὁ Βασιλεὺς τοῦ παντός, Δέσποτα Κύριε, καὶ ἡμᾶς βασιλεῦσαι, παθῶν καὶ ἡδονῶν τῶν σαρκικῶν, ὡς ἀγαθός, διὰ νηστείας καὶ πόνων ἀξίωσον, ἵνα σε εὐλογῶμεν, εἰς πάντας τοὺς αἰῶνας. |
O Lord and Master, Ruler of all, because You are righteous, ensure that we may rule over the passions and desires of the flesh through fasting and works, that we may bless You for all the ages. [un] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Τὸν Βασιλέα Χριστόν, ἐν τῇ καρδίᾳ σου ἀπὸ βρέφους θεόφρον δεξάμενος, χαρίτων τῶν αὐτοῦ, καὶ ἐπιλάμψεων θείων ὤφθης, καταγώγιον τερπνόν, τοῦτον δοξάζων ἑκάστοτε. |
O godly-minded Gerasimos, having received Christ the King into your heart as an infant, you were a wonderful abode of His gifts and divine enlightenment, giving glory to Him constantly. [un] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ἐν τῇ φλογὶ τῶν παθῶν Πάτερ Γεράσιμε, μηδαμῶς σε φλεχθέντα, δρόσος ἡ τῶν χαρίτων τοῦ Χριστοῦ ἐξ οὐρανοῦ, ὅλον κατήρδευσε πόθῳ, τοῦτον ἀνυμνοῦντα, ἐκτενῶς Θεὸν τῶν ὅλων. |
O Father Gerasimos, you were not scorched in the flame of the passions, because you were thoroughly watered with the dew of the graces of Christ from Heaven, while passionately worshipping Him with love as the God of everything. [un] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὁ σαρκωθεὶς ἐκ τῶν σῶν, ἄχραντε Δέσποινα, παναγίων αἱμάτων, αὐτὸς ἀποκαθαίρει μολυσμῶν σαρκικῶν, διὰ νηστείας καὶ πόνων ἡμᾶς δυναμῶν, ταῖς σαῖς ἀπαύστοις ἱκεσίαις Θεοτόκε Παρθένε. |
O pure Lady, He that took on flesh of your all-holy blood, Himself cleanses us of impurities of the flesh through fasting and works, giving us might by your unceasing prayers, O Virgin Mother of God. [un] |
(διαβαστά) |
(read) |
|
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος αʹ. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. |
Ode viii. Mode 1. (NM) Christ our God preserved. |
|
|
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ὁ μετὰ ἀνομων λογισθῆναι, διὰ πλήθους ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας, ἐξάλειψον ἐν πίστει, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. |
In the abundance of Thy mercy Thou hast accepted to be numbered with the transgressors: blot out my sins, that in faith I may glorify Thee for ever. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάῤῥηξον λόγχῃ, καὶ τῆς καρδίας μου τὰς ὀδύνας, θεράπευσον Κύριε, πληγείσης βέλει τῆς κακίας, τῶν πονηρῶν δαιμόνων. |
O Lord, and heal the agony of my heart that is pierced by evil demons with the arrow of wickedness. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Μεμελανωμένην τὴν καρδίαν μου, τῆς ἁμαρτίας τῷ λύθρῳ, τῷ σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάζοντι, Αἵματι Χριστέ μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. |
With the blood that flowed from Thy side, wash clean my heart, blackened by the defilement of sin, that I may glorify Thee for ever. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἡ ἀγεωργήτως βλαστήσασα, τὸν ἐπουράνιον Στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν, τὴν ταπεινὴν ψυχήν μου. |
O Virgin, unhusbanded thou hast borne the heavenly Ear of wheat who feeds all things by His divine power: fill my hungry and humiliated soul. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος γʹ. Τὸν ἐν φλογί. |
Ode viii. Mode 3. (NM) In His divine power. |
|
|
Τὸν ἐν φλογί. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Χαίροις Σταυρέ, διʼ οὗ ἀνεγνωρίσθη, μιᾷ ῥοπῇ Λῃστὴς θεολόγος κραυγάζων· Μνήσθητί μου Κύριε ἐν τῇ σῇ Βασιλείᾳ, οὗπερ τῆς μερίδος, κοινωνοὺς ἡμᾶς δεῖξον. |
Rejoice, O Cross, for by thy power the thief in a single moment acknowledged Christ’s divinity, crying: ‘Lord, remember me in Thy Kingdom.’ Make us also sharers in that Kingdom. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Σὺ λογχευθείς, τῇ φλογίνῃ ῥομφαίᾳ, ἀνθυποστρέφεις Χριστέ, καὶ βροτοῖς ἐξανοίγεις, πάλιν τὸν Παράδεισον, ἐν ᾧ καὶ εἰσιόντες, σοῦ τῆς ἀθανάτου, ζωῆς ἀεὶ τρυφῶμεν. |
Pierced with a spear, O Christ, Thou hast turned back the sword of fire and opened Paradise again to mortal men. Let us enter there and rejoice for ever in the immortal life that comes from Thee. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
|
Τριαδικόν. |
For the Trinity. |
|
Σὺν τῷ Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀσιγήτως κράζοντες, τοῖς πηλίνοις στόμασι· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι. |
With the Father we worship the Son and the Holy Spirit in unity of essence, and from our mouths of clay we cry without ceasing: Glory in the highest to God in Trinity. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Παιδοτοκεῖς παρθενεύουσα μόνη Θεοχαρίτωτε, τὸ Μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον τὸν Σωτῆρα τοῦ Κόσμου. |
Thou alone, O full of divine grace, hast given birth while still remaining virgin. O great mystery, dread and marvellous! For thou hast borne God made flesh, the Saviour of the world. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Σταυρὲ Χριστοῦ, ἡ ἐλπὶς τῶν περάτων, διαπεράσαι ἡμᾶς ἐν τῇ σῇ κυβερνήσει, γαληνῶς τὸ πέλαγος, τῆς καλλίστης Νηστείας ἀξίωσον σώσας, ἐκ τρικυμίας πταισμάτων. |
O Cross of Christ, the hope of the ends of the earth, grant that through thy piloting we may pass calmly over the sea of the holy Fast, and save us from the tempest of sin. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (NM). Mode 3. |
|
|
Τὸν ἐν φλογί. |
Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
In His divine power the Lord descended into the flames and was seen walking with the Children of the Hebrews: O ye priests, bless and exalt Him above all for ever. [KW] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
|
ᾨδὴ θʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 4. Heirmos (not metered). |
|
|
Τὸν ἄσπορον τόκον σου. |
Τὸν ἄσπορον τόκον σου, Θεοτόκε Ἄχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν. |
O immaculate Theotokos, with never silent hymns we magnify Christ our God, the Son you bore without seed. [SD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὁ πλοῦτος τῆς χάριτος, τοῦ Ἁγίου Πνεύματος εἰς πάντας προστίθεται, τοὺς πόνοις ἐγκρατείας τοῦτον συλλέγοντας. |
The richness of the grace of the Holy Spirit is offered to all who harvest it by the works of abstinence. [un] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
|
Τὴν ἄϋλον Ὅσιε, ὑλικῷ ἐν σώματι, ζωὴν καὶ πολιτείαν διήνυσας, δοξάζων τὸν δυναμοῦντά σε Κύριον. |
O righteous Father, you lived an immaterial life and conversation in a material body, giving glory to the Lord who gave you strength. [un] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
|
Ὅλην σου τὴν ἔφεσιν, τῆς ψυχῆς Γεράσιμε, πρὸς μόνα τὰ ἄφθαρτα ἔχων, κατηξιώθης ὧν ἐπόθησας. |
O Gerasimos, having all the yearning of your soul only on those things that do not expire, you were considered worthy of your desire. [un] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
|
Σὺν Ὁσίοις Ὅσιε, Χριστῷ παριστάμενος αὐτὸν καθικέτευε, ὑπὲρ τῶν ἐκτελούντων τὴν θείαν μνήμην σου. |
O righteous one, as you stand before Christ with the saints, pray to Him for those that keep your holy memory. [un] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὕπερθεν ἐκλάμπουσα, ἡ σὴ χάρις Δέσποινα, φωτίζει τοὺς σὲ ἀκαταπαύστως, Θεομῆτορ μεγαλύνοντας. |
O Lady Mother of God, your grace radiates from on high, enlightening those who constantly magnify you. [un] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος αʹ. Τὴν ζωοδόχον πηγήν. |
Ode ix. Mode 1. (NM) Let us honour in hymns the Theotokos. |
|
|
Τὴν ζωοδόχον πηγήν. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
|
Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε, νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται, καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι πιστοὶ κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν. |
Elisha, so it is written, after fasting brought the dead child back to life: let us also fast, killing all our carnal thoughts, that in the Age to come we may receive eternal life. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
|
Οἴμοι ψυχή! φοβερὸν τὸ κριτήριον, καὶ τοῦ Κριτοῦ ἡ φρικώδης ἀπόφασις, σπεῦσον μετανόησον, Χριστῷ διαλλάγηθι, τῷ διὰ σὲ ἐν Σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως. |
Woe to thee, my soul! Fearful is the court of judgement, and terrible the sentence of the Judge. Make haste, repent, be reconciled to Christ, who was nailed for thy sake on the Cross and has delivered the faithful from condemnation. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
|
Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ Λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον, τοῦ Παραδείσου Χριστέ, τῇ σῇ Σταυρώσει, ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα. |
O Christ who at Thy Crucifixion hast granted the thief a swift and easy entry into Paradise, open unto me the gates of repentance and close within me the doors through which the passions enter, that I may glorify Thy love. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὅτι εἰς βάθη κακίας ἀπέῤῥιμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος, βοήθησόν μοι ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με. |
I am cast into the deep waters of sin; I am tossed to and fro by adverse thoughts; I have become obedient to demons and the slave of pleasure. Help me, O pure Virgin Mother, and guide me to the path of salvation. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος γʹ. Ἐν Σιναίῳ τῷ ὅρει. |
Ode ix. Mode 3. (NM) In the bush upon Mount Sinai. |
|
|
Ἐν Σιναίῳ τῷ ὅρει. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
|
Παρεδόθης ἑκὼν καὶ ὑπήγαγες, ἑαυτὸν τοῖς φονευταῖς, κριτηρίῳ παρέστης τυπτόμενος, ἐξ ὧν ἔπλασας χειρῶν, ἐσταυρώθης ἐπαίχθης, ἑλογχεύθης Κύριε, ἔπαθες σώματι πάντα ἐνεγκὼν συμπαθῶς, ἵνα σώσῃς ἡμᾶς. |
O Thine own will wast Thou given up, and Thou hast surrendered Thyself to Thy murderers; standing before the judgement seat, Thou wast struck by the hands which Thou hast made. Thou wast crucified and mocked, and pierced by the lance, O Lord; Thou hast suffered in the body, enduring all things in Thy tender love, so as to save us. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
|
Τῶν Ἀγγέλων οἱ δῆμοι ἐτρόμαξαν, βλέποντές σε ἐν Σταυρῷ, οἱ φωστῆρες τὸ φέγγος ἀπέλιπον, καὶ ἐσείετο ἡ γῆ, ἐδονεῖτο τὰ πάντα τῇ ὕβρει σου Κύριε, θείοις σου Πάθεσιν, εἰργάσω ἡμῖν, ὁ Θεὸς τὸ σωτήριον. |
The hosts of angels trembled when they saw Thee on the Cross. The lights of heaven hid their brightness, the earth quaked, and all things were shaken at the outrage done to Thee, Lord. By Thy divine sufferings, O God, Thou hast accomplished our salvation. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν. |
The Trinity supreme in Godhead is by Essence an undivided Unity. Though single in Nature, it is distinguished in Persons; though indivisible, it is divided; though one, it is three: Father, Son and Spirit of Life, together guarding all things. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μου τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς παιδοτοκίας μου, τοῦτο παναληθές, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις. |
Who has ever heard of a virgin that bore child and a mother that knew not man? O Mary, this miracle hast thou accomplished, but tell me how? ‘Do not enquire into the mystery of my childbearing: it is altogether true, yet beyond man’s understanding.’ [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Τῷ σῷ μώλωπι πάντες ἰάθημεν, ἐκ παθῶν ἁμαρτιῶν· ἐν Σταυρῷ γὰρ ἀρθεὶς ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν. Ἀλλὰ ἀκατακρίτως ἡμᾶς καταξίωσον, καὶ τὴν Ἀνάστασιν φθάσαι διανύσαντας, τὸν τῆς Νηστείας καιρόν. |
By Thy wounds have we all been healed from the passions of sin: for, raised upon the Cross, Thou hast struck down the enemy, the source of evil. Count us worthy to pass through the time of the Fast without condemnation, and so to reach the Resurrection. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος γʹ. |
Heirmos (NM). Mode 3. |
|
|
Ἐν Σιναίῳ τῷ ὅρει. |
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί· Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον· ῥάβδον βλαστήσασαν, Ἠσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. |
In the bush upon Mount Sinai Moses saw thee, who hast conceived within thy womb the fire of the Godhead, and yet wast not consumed. Daniel saw thee as a mountain not cut by hand of man, and Isaiah proclaimed thee as the Rod that blossomed from the root of David. [KW] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Φωταγωγικά |
Photagogic Hymns |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, δυνάμει τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the power of Your Cross, and save me. [SD] |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Saints, and save me. [SD] |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Theotokos, and save me. [SD] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Οἱ Αἶνοι. (διαβαστά) |
Lauds. (read) |
|
Ψαλμὸς ΡΜΗʹ (148). |
Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS] |
|
Ψαλμὸς ΡΜΘʹ(149). |
Psalm 149. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS] |
|
Ψαλμὸς ΡΝʹ (150). |
Psalm 150. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. |
Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
|
Δοξολογία (διαβαστά) |
Doxology (read) |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστιχα. Τοῦ Τριῳδίου. |
Aposticha. From the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἰδιόμελον. Ἦχος βαρύς. |
Idiomelon. Grave Mode. |
|
Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. |
Through Thy Cross, O Lord, Thou hast destroyed the death that came into the world when Adam ate from the forbidden tree in Paradise. Through this present Fast do thou deliver us from every pleasure that corrupts the soul; and, we entreat Thee, count us worthy to labour for the Food which endures unto eternal life, that we may obtain crowns of everlasting joy, which Thou hast prepared for those who truly fast. [KW] |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
|
Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. |
Through Thy Cross, O Lord, Thou hast destroyed the death that came into the world when Adam ate from the forbidden tree in Paradise. Through this present Fast do thou deliver us from every pleasure that corrupts the soul; and, we entreat Thee, count us worthy to labour for the Food which endures unto eternal life, that we may obtain crowns of everlasting joy, which Thou hast prepared for those who truly fast. [KW] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα. |
Grave Mode. No longer are we barred. |
|
|
Οὐκ ἔτι κωλυόμεθα. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
|
Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι. |
Extolled in every land are the holy Martyrs. * They became the stars of the world, as to Christ they shouted, * “Glory to You, O Lord.” [SD] |
|
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
|
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα. |
Grave Mode. (NM) |
|
|
Οὐκ ἔτι κωλυόμεθα. |
|
Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνῳδοῦσα, ὕμνει τὸ κράτος σου. |
When she saw Thee nailed of Thine own will upon the Cross, the all pure Virgin lamented and sang the praises of Thy power. [KW] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy. |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. |
We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. |
While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
|
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ |
Prayer of St. Ephrem |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. |
O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. |
Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. |
Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|