Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος πλ. αʹ. Τῇ Τρίτῃ Πρωΐ |
Mode pl. 1. On Tuesday Morning |
Τῇ Τρίτῃ Βʹ Ἑβδομάδος Πρωΐ |
On Tuesday of the Second Week Morning |
Μηναῖον - Τῌ Γʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 3 |
Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου |
Memory of the Holy Martyrs Eutropios, Kleonikos, and Basiliskos |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse 2: Learn righteousness, you who dwell on the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ὕμνοι Τριαδικοί |
Triadic Hymns |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς. |
It is time to sing hymns; it is the hour of prayer. Let us earnestly cry out to our only God: Holy, holy, holy are You our God. By the intercessions of the Forerunner save us. [SD] |
|
Δόξα. |
Glory. |
|
Εἰκονίζειν τολμῶντες τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς. |
Daring to portray Your spiritual armies, O unoriginate Trinity, we cry out with unworthy lips: Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς πρόσδεξαι βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
O Christ our God, You were contained in the womb of the Virgin, and never parted from the bosom of the Father. Accept us as we cry to You together with the Angels: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 10. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 10. There is no litany, but immediately the following: |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κατανυκτικά. |
For compunction. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ἐν κλίνῃ κατακείμενος, ἁμαρτημάτων πολλῶν, συλῶμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου· ὁ γὰρ ὕπνος τῆς ἐμῆς ῥαθυμίας, προξενεῖ μου τῇ ψυχῇ τιμωρίαν· ἀλλὰ σὺ ὁ Θεός, ὁ τεχθεὶς ἐκ Παρθένου, διέγειρόν με πρὸς τὴν σὴν ὑμνῳδίαν, ἵνα δοξάζω σε. |
I am lying sick in the bed of many sins, and I am stripped of any hope of salvation. The sleep of my inertia will be the cause of my soul’s perdition. O God, who were born of the Virgin, I pray You wake me up, and stir me to extol You, and I will glorify You. [GOASD] |
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
Verse: O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. [SAAS] |
|
Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστῷ ὑπαντήσωμεν, μετὰ πλήθους ἐλαίου, καὶ λαμπάδων φαεινῶν, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν· ὁ γὰρ τῆς θύρας ἔξω φθανόμενος, ἄπρακτα τῷ Θεῷ κέκραγεν· Ἐλέησόν με. |
Let us all be vigilant, and go out to meet Christ, with a good supply of oil and lamps burning bright, so that we be granted entry to the bridal hall. He who ended up outside the door, to no avail cried out, “Have mercy on me!” [SD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Τὸ ξένον τῆς Παρθένου μυστήριον, τῷ κόσμῳ ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης, ἄνευ σπορᾶς, καὶ σαρκὶ ἀνεδείχθης, δίχα φθορᾶς, ἡ πάντων χαρά, Κύριε δόξα σοι. |
The marvelous mystery involving the Virgin proved to be the means of universal salvation. You were born of her without being sown, and You suffered no decay in the flesh. You are the Joy of all. Glory to You, O Lord. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 11. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 11. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κάθισμα Βʹ. Τοῦ Τριῳδίου. |
Kathisma II. From the Triodion. |
|
Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν. |
Mode pl. 4. N/M (O Life of all, You rose.) |
|
|
Ἀνέστης ἐκ νεκρῶν. |
|
Τὰ πάθη χαλινῷ, τῆς ἀμώμου Νηστείας, ἐπέχοντες τὸν νοῦν, πρὸς σεπτὰς θεωρίας, πίστει τελειοτάτῃ, ἀναπτερῶσαι πάντες σπουδάσωμεν, ὅπως τῆς χαμαιζήλου, τοῦ βίου τρυφῆς καταφρονήσωμεν, καὶ οὐρανίου τύχωμεν ζωῆς, καὶ θείας ἐλλάμψεως. |
Restraining the passions with the bridle of pure fasting, let us all strive to raise our mind in perfect faith to holy contemplation. Let us despise the pleasures of this earthly life, that we may gain the heavenly life and divine illumination. [KW] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν. |
Mode pl. 4. N/M (O Life of all, You rose.) |
|
|
Ἀνέστης ἐκ νεκρῶν. |
|
Εἰς πέλαγος δεινῆς, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι. Δέσποινα Θεοτόκε, αὐτή με σῶσον τῇ εὐσπλαγχνίᾳ σου· ἁμαρτωλῶν σὺ γὰρ εἶ βοηθός, καὶ κάθαρσις σωτήριος. |
Through the great number of my wicked and unlawful acts, I have fallen into the troubled waters of despair. I am utterly perplexed and held captive by despondency. O sovereign Lady Theotokos, save and help me, for through thee sinners receive atonement, cleansing and salvation. [KW] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 12. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 12. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κάθισμα Γʹ. Τοῦ Τριῳδίου. |
Kathisma III. From the Triodion. |
|
Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν. |
Mode pl. 4. N/M (O Life of all, You rose.) |
|
|
Ἀνέστης ἐκ νεκρῶν. |
|
Προθεῖσα μυστικήν, ἡ νηστεία τράπεζαν, προτρέπεται ἡμᾶς, δαψιλῶς ἐμφορηθῆναι, φάγωμεν ὥσπερ βρῶσιν, τὰ ἀείζῳα δῶρα τοῦ Πνεύματος, πίωμεν ὥσπερ πόμα, τὰ τῶν δακρύων ῥεῖθρα θεόῤῥυτα, καὶ εὐφρανθέντες αἶνον τῷ Θεῷ ἀπαύστως προσοίσωμεν. |
Setting before us a mystic table, the Fast invites us all to take our fill. Our food shall be the everlasting gifts of the Spirit; our drink, divinely flowing streams of tears. Let us make glad and without ceasing offer praise to God. [KW] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν. |
Mode pl. 4. N/M (O Life of all, You rose.) |
|
|
Ἀνέστης ἐκ νεκρῶν. |
|
Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σὲ γὰρ ἔχομεν σκέπην, καὶ προστασίαν οἱ καταφεύγοντες, ἐπὶ σοὶ Θεομῆτορ, καὶ τὸν τεχθέντα ἐκ σοῦ Θεὸν ἡμῶν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων. |
Save us, most holy Virgin, from all the threats and wickedness of men. For to thee, and to thy Son and our God, we flee for refuge, Mother of God: thou art our guardian and protector. Pray to Him that we may be delivered from dangers and distress. [KW] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode i. Mode 4. Heirmos. |
|
|
Θαλάσσης τὸ ἐρυθραῖον. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. |
The Red Sea was crossed by ancient Israel. They walked across dry ground, * when Moses stretched his hand over the sea * with his rod, in the form of a cross; * and likewise in the wilderness, they put to flight the hosts of Amalek. [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Τῆς θείας, φωτοχυσίας λάμψεσι, καταστραπτόμενοι, καὶ ἀθλητῶν στεφάνοις ἀληθῶς, λαμπρυνόμενοι Ἅγιοι, Τριάδος οἱ ἰσάριθμοι, ταύτην ἡμῖν ἐξευμενίσασθε. |
O Saints, three in number like the Trinity, you flash with rays of divine light, and illustrious wearing crowns of martyrdom. Pray to God to be gracious to us. [GOASD] |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
|
Τῆς θείας, φωτοχυσίας λάμψεσι, καταστραπτόμενοι, καὶ ἀθλητῶν στεφάνοις ἀληθῶς, λαμπρυνόμενοι Ἅγιοι, Τριάδος οἱ ἰσάριθμοι, ταύτην ἡμῖν ἐξευμενίσασθε. |
O Saints, three in number like the Trinity, you flash with rays of divine light, and illustrious wearing crowns of martyrdom. Pray to God to be gracious to us. [GOASD] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
|
Ῥημάτων, ἐνηχηθέντες Μάρτυρες, πνευματικῶς θεϊκῶν, καὶ συνημμένοι ἐπὶ τὸ αὐτό, τῆς εἰρήνης τὸν σύνδεσμον, ἐν ἑαυτοῖς κατέχοντες, ἐχθροῦ τὴν πλάνην ἐτροπώσασθε. |
O Martyrs, spiritually listened to the divine sayings, and joined one another in an inner bond of peace, and you repelled the deception of the enemy. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ἰσάριθμοι, τῆς Τριάδος Μάρτυρες, ἀναδειχθέντες τρανῶς, ἴσα φρονοῦντες πίστει εἰς αὐτήν, ἴσον εὕρατε στέφανον, Εὐτρόπιε Κλεόνικε, σὺν Βασιλίσκῳ οἱ καλλίνικοι. |
O Saints, three in number like the Trinity, you had the same faith in God, and you obtained the same reward, O Eutropius, Cleonicus, and Basiliscus, victorious Martyrs. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡραῖος, ὁ ἐκ γαστρός σου Δέσποινα, ὑπὲρ υἱοὺς τῶν βροτῶν, ὁ πρὸ αἰώνων Λόγος προελθών, σκυθρωπὸν ἐξηφάνισε, τὸ τοῦ θανάτου ἄχραντε, ζωὴν αἰώνιον ἡμῖν δεδωκώς. |
O immaculate Lady, the pre-eternal Logos came forth from your womb. He is more handsome than the sons of mortals. He utterly made the sorrow of death disappear, and He gave us eternal life. [GOASD] |
(διαβαστά) |
(read) |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
ᾨΔΗ ΔΕΥΤΕΡΑ |
Ode Two |
Δόξα σοι, ὁ Θεὸς ἡμῶν· δόξα σοι. |
Glory to You, our God; glory to You! |
Πρόσεχε οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου. |
Take heed, O heaven, and I will speak; and let the earth hear the words of my mouth. [SAAS] |
Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡς ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. |
Let my proverbial saying be awaited as the rain, and let my words come down as raindrops on the wild grass, and as snowfall on the sown grass. |
Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν. |
For I invoke the Lord’s name: ascribe greatness to our God. |
Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις. |
He is God, His works are true; and all His ways are judgment. |
Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος. |
A faithful God and without injustice; righteous and holy is the Lord. |
Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; |
They sinned; the blameworthy children are not His, a generation twisted and perverse. Is this how you repay the Lord? |
Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε; |
O foolish and unwise people, is He not your Father, who acquired you? Has He not made and created you? |
Μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν. |
Remember the days of old, consider the years of many generations. |
Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. |
Ask your father, and he will tell you; your elders, and they will tell you: |
Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ᾿Αδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, |
When the Most High divided the nations, when He scattered the sons of Adam, He set the boundaries of the nations by the number of God’s angels. |
Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. |
For the Lord’s portion became the people of Jacob; the allotment of His inheritance is Israel. |
Αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ. |
He provided for him in the desert, in thirst of heat in a waterless place. He encircled him; He instructed him; He guarded him carefully as the apple of His eye. |
Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε· διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. |
As an eagle covers its nest, yearns after its young, spreading out its wings, taking them up, carrying them on its back. |
Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος. |
So the Lord alone led them, and there was no foreign god with them. |
Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν. |
He raised them on the strength of the land; He fed them on the produce of the fields. |
Ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, |
He suckled them on honey from the rock and oil from the solid rock. |
Βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον. |
Butter of oxen and milk of sheep, with fat of lambs and goats, of sons of bulls and goats, with the choicest wheat; and you drank wine, the blood of grapes. |
Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. |
So Jacob ate and was filled, and the beloved kicked; he grew fat, he grew thick, he is obese. Then he forsook God who made him and stood back from God his Savior. |
Παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. |
They provoked Me to wrath against foreign gods; with their abominations they embittered Me. |
Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. |
They sacrificed to demons, and not to God, to gods they did not know; new ones, recent gods arrived, which their fathers did not know. |
Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. |
You abandoned the God who begot you, and forgot the God who nourished you. |
Καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων. |
So the Lord saw it, and was jealous; and He was provoked to anger by His sons and daughters. |
Καὶ εἶπεν· Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. |
Then He said, I will turn My face from them, and I will make known what their end will be; for they are a perverse generation, sons in whom is no faith. |
Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. |
They provoked Me to jealousy by what is not God; they moved Me to anger by their idols; but I will provoke them to jealousy by those who are not a nation; I will move them to anger by a foolish nation. |
Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. |
For a fire is kindled in My anger, and shall burn to the lowest Hades; it shall consume the land with its produce And set on fire the foundations of the mountains. |
Συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. |
I will gather evils on them; I will spend My arrows on them. |
Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς. |
They shall be wasted with hunger, devoured by birds and incurable disease; I will also send against them the teeth of wild animals With the anger of things crawling on the earth. |
Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου. |
The sword shall make them childless outside, and fear from the inner chambers, for the young man and virgin, the nursing child with the elder of gray hairs. |
Εἶπα· Διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. |
I said, I will scatter them; I will make their memory cease from among men. |
Εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι. |
But for the wrath of the enemy, lest they live long, lest their adversary make a joint attack. |
Μὴ εἴπωσιν· Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα. |
Lest they should say, “Our hand is high; and it is not the Lord who did all this.” |
Ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη καὶ οὐκ ἐφρόνησαν συνιέναι. |
For they are a nation void of counsel, nor is there understanding in them. They were not wise to understand these things. |
Ταῦτα πάντα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. |
Let them be concerned for the coming time. |
Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς; |
How could one chase a thousand and two put ten thousand to flight unless God had sold them, and the Lord delivered them up? |
Οὐ γὰρ εἰσὶν οἱ θεοὶ αὐτῶν ὡς ὁ Θεὸς ἡμῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι. |
For our God is not like their gods, but our enemies are foolish. |
Ἐκ γὰρ ἀμπέλων Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματίς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς. |
For their vineyard is of the vineyard of Sodom, and their vine is of Gomorrah. Their grapes are grapes of gall; their clusters are bitter. |
Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. |
Their wine is the wrath of serpents, and the incurable wrath of asps. |
Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾿ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; |
Behold, is this not laid up in store with Me, sealed up among My treasures? |
Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν. |
I shall repay on the day of vengeance; in time, when their foot shall slip; for the day of their calamity is at hand, and is waiting, ready for them. |
Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. |
For the Lord will judge His people, and have compassion on His servants. |
Εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους. |
For He sees them disabled and left in distress and weakened. |
Καὶ εἶπε Κύριος· Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς; |
The Lord said, ‘Where are their gods in which they trusted?’ |
Ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; Ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί. |
Who ate the fat of their sacrifices, and drank the wine of their drink offerings? Let them rise and help you and be your defender. |
Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. |
Now see, I, even I, am He, and there is no God besides Me; I kill and I make alive; I wound and I heal; nor is there any who can deliver from My hands. |
Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα. |
For I raise My hand to heaven, and I swear by My right hand, and say, “As I live forever.” |
Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω. |
For I whet My sword like lightning; and My hand takes hold on judgment. I will render vengeance on My enemies, and repay those who hate Me. |
Μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ᾿ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν. |
I will make My arrows drunk from blood; and My sword shall devour flesh from the blood of the slain and the captives, from the heads of the leaders of the enemy. |
Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. |
Rejoice, O Heavens, together with Him, and worship Him, all the sons of God. |
Εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. |
Rejoice, O Gentiles, with His people; and let all the angels of God be strong with Him; for He will avenge the blood of His sons and render vengeance to His adversaries; and the Lord will purify His people’s land. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ βʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode ii. Mode pl. 4. Heirmos (NM). |
|
|
Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων. |
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπʼ ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος. (δίς) |
See now, see that I am your God, before all ages begotten from the Father, and in the last times conceived without man by the Virgin: and I have destroyed the sin of Adam the forefather in My love for mankind. (2) [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Στέναξον δάκρυσον, ψυχὴ ἐπίστρεψον μετανόησον, ἤγγικεν ἡ ἡμέρα, ἐπὶ θύραις ὁ Κριτής, πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον· Ἡμάρτηκά σοι Οἰκτίρμον, ἐλεῆμον ἀγαθέ, σύ με οἴκτειρον. |
Groan and weep, my soul, turn back and repent. The day is at hand, the Judge is at the door. Make ready thine answer and cry aloud: I have sinned against Thee, O merciful Lord, compassionate and loving: do Thou take pity on me. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Κόρον ἁμαρτίας, ψυχή μου μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ κόρῳ τῆς νηστείας ἐμμελῶς, τὰς σωτηριώδεις ἐντολάς, βρῶμα ποίησον, ἀπόλαυσιν προξενούσας, αἰωνίων ἀγαθῶν διὰ πίστεως. |
O my soul, hate the destructive surfeiting of sin, and rejoice in the strict observance of the Fast. Take as thy food the commandments of salvation, which will enable thee through faith to enjoy eternal blessings. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἄγγελοι, Δυνάμεις, Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, θρόνοι, Ἐξουσίαι, Χερουβίμ, καὶ Σεραφίμ, τὸν ἀγαθοδότην, καὶ Θεὸν ἱκετεύσατε, συγχώρησιν ὀφλημάτων, καὶ παθῶν ἀπαλλαγήν, δωρηθῆναι ἡμῖν. |
O ye angels, powers and principalities, archangels, dominions and thrones, rulers, cherubim and seraphim, pray to God, the Giver of all good, that we may be granted remission of our sins and release from the passions. [KW] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἡ μόνη κυήσασα, τὸν ἄναρχον Λόγον Πανάμωμε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα, ὅπερ ἦν, μείνασα παρθένος, μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. |
O all-blameless Lady, thou alone hast borne the eternal Word. He took flesh from thee, yet without changing He continued as He was before: and thou hast not known man, but hast remained a virgin after bearing child. Pray for us all that our life may be delivered from corruption. [KW] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ βʹ. Ἦχος πλ. δʹ. Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων. |
Ode ii. Mode pl. 4. (NM) See now, see that I am your God |
|
|
Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων. |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἴδομεν, ἔγνωμεν, ὡς ἀγαθὸς ἡμῖν εἰς μετάνοιαν, ὃν καιρὸν ὡρίσω, ἀλλʼ ἐν τούτῳ ὁ Θεὸς πρόσδεξαι ἡμῶν τὰς προσευχάς, καὶ κατεύθυνον ἐνώπιόν σου Οἰκτίρμον, ὡς θυμίαμα καλόν, ὥσπερ θυσίαν δεκτήν. |
We have seen and we know that out of love for us Thou hast appointed this season to bring us to repentance. Receive, O merciful God, the prayers which we offer in the Fast: may they be set forth in Thy sight as fragrant incense and an acceptable sacrifice. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Φρίττω καὶ πτοοῦμαι, κατανοούμενος ὅσα ἥμαρτον· Πῶς σοι ὑπαντήσω; πῶς ὀφθῶ σοι φοβερὲ; πῶς δὲ παραστῷ τῷ ἀδεκάστῳ σου Βήματι; διὸ φεῖσαί μου Οἰκτίρμον ἐν τῇ ὥρᾳ, ὅταν μέλλῃς κρῖναι πᾶσαν τὴν γῆν. |
I tremble and am full of fear when I reflect how greatly I have sinned. How shall I meet Thee? How shall I stand before Thy judgement seat where there is no respect of persons? Spare me, then, O merciful Lord, in the hour when Thou shalt come to judge all the earth. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, διʼ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς. |
Unity in three Persons, supreme in Godhead and surpassing all perfection, Father unbegotten, Son only-begotten, Spirit proceeding from the Father and made manifest through the Son: single in Essence and in Nature, one Lordship and one Kingdom, save us all. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἄῤῥητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐνταυτῶ; πῶς παιδοτοκεῖς καὶ ἀγνοεῖς, πεῖραν ὅλως ἀνδρός; Ὡς οἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς. |
The wonder of thy conceiving is past speech, O Mother and Virgin: for how hast thou given birth and yet remained undefiled? How dost thou bear child, without knowing a man? ‘All this is understood by the Word of God, who was born from me in a new way, surpassing nature.’ [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Σὺ τοὺς Νινευΐτας, μετανοήσαντας καὶ νηστεύσαντας, τῆς ἀπειλουμένης, ἐπανήγαγες ὀργῆς, τοὺς δὲ Σοδομίτας, ἐν πυρὶ ἀπετέφρωσας, ἐν πλησμονῇ ἀσελγοῦντας. Ἀλλὰ ῥῦσαί με Χριστέ, τῆς ἀπειλῆς αὐτῶν. |
When the men of Nineveh repented and fasted, Thou hast delivered them from the wrath that threatened them; but Thou hast consumed with fire the men of Sodom in their wanton shamelessness. Deliver me, O Christ, from the punishment which they suffered. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos (NM). Mode pl. 4. |
|
|
Ἴδετε ἴδετε.ὁ καθιέρωσας. |
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιέρωσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν. |
See now, see that I am your God, who have sanctified for you the tenth part of the days of every year as acceptable first fruits: and this commandment have I given to My people for their deliverance from the passions and as a beginning of salvation. [KW] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ γʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 4. Heirmos. |
|
|
Εὐφραίνεται ἐπὶ σοί. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. |
Your Church rejoices in You, O Christ our God, and she cries out to You, * “You are my mighty strength, O Lord, * and You are my refuge and firm support.” [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νευρούμενος ἐν Χριστῷ, φερωνυμῶν τε ἀψευδῶς Εὔτροπε, τροπαιοφόρος γέγονας, κατὰ δυσμενῶν Μάρτυς ἔνδοξε. |
Glorious Martyr Eutropius, strong in Christ, morally good according to your name, you won the victory over the adversaries. [GOASD] |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
|
Νευρούμενος ἐν Χριστῷ, φερωνυμῶν τε ἀψευδῶς Εὔτροπε, τροπαιοφόρος γέγονας, κατὰ δυσμενῶν Μάρτυς ἔνδοξε. |
Glorious Martyr Eutropius, strong in Christ, morally good according to your name, you won the victory over the adversaries. [GOASD] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
|
Ἀθάνατον ἐναθλῶν, κλέος τῆς νίκης ἐμφανῶς εἴληφας, Μάρτυς σοφὲ Κλεόνικε, τῷ σταυρῷ γενναίως ἡλούμενος. |
Wise Martyr Cleonicus, you received immortal renown for your victory in contest, for you bravely endured crucifixion. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Θωρακισθεὶς τῷ Σταυρῷ, βασιλικῶς Ἑλληνικὴν ἔτρεψας, πολυθεΐαν ἔνδοξε, Μάρτυς Βασιλίσκε ἀοίδιμε. |
Glorious and ever-memorable Martyr Basiliscus, with the Cross as a shield, you royally defeated pagan polytheism. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Λιμένα σε γαληνόν, καὶ ἀδιάσπαστον Πιστοὶ ἄγκυραν, Θεογεννῆτορ ἔχοντες, πλάτης τῶν δεινῶν λυτρωθείημεν. |
O Mother of God, we the faithful have you as a calm haven and sturdy anchor. We pray deliver us from the deceit of the wicked. [GOASD] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. |
Your Church rejoices in You, O Christ our God, and she cries out to You, * “You are my mighty strength, O Lord, * and You are my refuge and firm support.” [GOASD] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Τριάδα τὴν σεπτήν, ἡ τριὰς τῶν Μαρτύρων, ἐνώπιον πολλοῦ, ὡμολόγησε δήμου, καὶ δήμοις συνηρίθμηται, Ἀσωμάτων ἀθλήσασα. Τούτους σήμερον, ἀνευφημήσωμεν πίστει, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ κοσμοχαρμόσυνον. |
That trinity of Martyrs confessed their belief in * the Holy Trinity in the presence of many. * When they had competed they joined the hosts of the bodiless. * As we loyally are celebrating their sacred * memory today, let us with gladness extol them * and joyfully sing their praise. [GOASD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers keeping watch. |
|
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν. |
All-holy Virgin pure, you are the hope of us Christians. * Together with the hosts of the angels in heaven, * unceasingly pray to God, whom you bore inconceivably, * to forgive us all of every sin and to give us * the amendment of our lives, as we glorify you, * O Lady, with faith and love. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ δʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode 4. Heirmos. |
|
|
Ἐπαρθέντα σε ἰδοῦσα. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. |
When the Church beheld You raised on the Cross unjustly, * O Christ, the Sun of Righteousness, crucified for our sake, * she stood in her course, like the moon, * and fittingly cried aloud, * “Glory to Your strength, O Lord!” [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἡδρασμένοι ἐν τῇ πέτρᾳ τῆς ἀληθείας, ταῖς προβολαῖς ἀκλόνητοι, ὤφθητε βασάνων, Μάρτυρες πολύαθλοι, τῆς πλάνης ὀχύρωμα, ἅπαν ἐμφανῶς ἐκμοχλεύσαντες. |
O herculean Martyrs, you were secure on the rock of truth and unshaken by tortures inflicted on you, and thus you dislodged the stronghold of pagan deception. [GOASD] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
|
Ἡδρασμένοι ἐν τῇ πέτρᾳ τῆς ἀληθείας, ταῖς προβολαῖς ἀκλόνητοι, ὤφθητε βασάνων, Μάρτυρες πολύαθλοι, τῆς πλάνης ὀχύρωμα, ἅπαν ἐμφανῶς ἐκμοχλεύσαντες. |
O herculean Martyrs, you were secure on the rock of truth and unshaken by tortures inflicted on you, and thus you dislodged the stronghold of pagan deception. [GOASD] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
|
Τετακότες ὅλην ἔφεσιν πρὸς τὸν Κτίστην, δεσμοῖς περιτεινόμενοι, καὶ ξεσμοῖς ἀλγοῦντες, ὤφθητε ἀνάλωτοι, Κλεόνικε Εὔτροπε, σὺν τῷ Βασιλίσκῳ ἐν σκάμματι. |
Cleonicus, Eutropius, and Basiliscus, you focused all your desire on the Creator. So you did not falter in the contest, even though you were bound and tortured. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ὡραιοτάταις ἀκτῖσι διηυγασμένοι, ὡς τὸν Χριστὸν προβλέποντες, ἔνθεν Ἀθλοφόροι, θᾶττον ὑπεμείνατε, πυρὸς τὴν ἐπίχυσιν, τοὺς ὑπεναντίους συμφλέξαντες. |
O medaled Saints, ever gazing towards Christ, you glowed with beautiful rays, as you were subjected to fire, and burned the adversaries. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Νεμομένην ῥύμην ἔστησας τοῦ θανάτου, ῥεῖθρον ζωῆς κυήσασα, Χριστόν, ὃν δυσώπει, ἁμαρτίας κάμινον, ψυχῆς κατασβέσαι μου, Μῆτερ τοῦ ἐλέους πανάχραντε. |
All-immaculate Mother of mercy, in giving birth to Christ, the Stream of Life, you halted the spreading tide of death. Please pray Him to extinguish the furnace of sin in my soul. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ εʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode v. Mode 4. Heirmos. |
|
|
Σὺ Κύριέ μου φῶς. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. |
My Lord, You are the light. * Holy light, to the world You came * to turn people from the darkness * and the night of not knowing. And now in faith we sing Your praise. [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Στεῤῥότητι νοός, φληναφίαν ἐθραύσατε, ὠμότητος αἰκιζόντων, καταπτύσαντες θράσους, Μάρτυρες καρτερώτατοι. |
O mighty Martyrs, with steady mind you demolished the nonsense and scorned the insolence and brutality of those who tortured you. [GOASD] |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
|
Στεῤῥότητι νοός, φληναφίαν ἐθραύσατε, ὠμότητος αἰκιζόντων, καταπτύσαντες θράσους, Μάρτυρες καρτερώτατοι. |
O mighty Martyrs, with steady mind you demolished the nonsense and scorned the insolence and brutality of those who tortured you. [GOASD] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
|
Ὑπὲρ τὰ γεηρά, οὐρανίων φροντίσαντες, εὐγένειαν ἐπανθοῦσαν, καὶ στρατείαν καὶ πλοῦτον, καὶ δόξαν κατελίπετε. |
With your concern for the heavenly greater than for the mundane, you let go of noble class, military rank, wealth, and glory. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Μανίαν ἀπηνῆ, τυραννούντων οὐ πτήξαντες, πυρός τε καὶ τῶν μαστίγων, καὶ ξεσμῶν καὶ βασάνων, ἀνδρείως κατεπτύσατε. |
You were not frightened by the merciless fury of the tyrants, and you bravely scorned every torture, the whipping, and the scraping, and the fire. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Φορέσας με ἐκ σοῦ, Θεοτόκε ὁ πλάσας με, προῆλθε διπλοῦς τῇ φύσει, ἐν μιᾷ ὑποστάσει, ἀφύρτως γνωριζόμενος. |
O Theotokos, He Who fashioned me put on my nature from you, and He was born, one person in two unconfused natures. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode 4. Heirmos. |
|
|
Θύσω σοι μετὰ φωνῆς. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. |
“I will sacrifice to You, O Lord, with a voice of praise.” * So sings the Church You delivered * from the gore of sacrificing to demons; * for You cleansed her * by the blood that for mercy poured out from Your side. [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ῥωσθεῖσα, ξυνωρὶς τῶν Μαρτύρων αὐτάδελφος, μετὰ πολλὰς τὰς βασάνους, τῷ σταυρῷ παγεῖσα ἐστέφθη στέφει, ἀκηράτῳ, σὺν Εὐτροπίῳ ὁ θεῖος Κλεόνικος. |
The two brothers, Cleonicus and Eutropius the godly Martyrs, were strengthened. After many torments, they were crucified, and they received the immortal crown. [GOASD] |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
|
Ῥωσθεῖσα, ξυνωρὶς τῶν Μαρτύρων αὐτάδελφος, μετὰ πολλὰς τὰς βασάνους, τῷ σταυρῷ παγεῖσα ἐστέφθη στέφει, ἀκηράτῳ, σὺν Εὐτροπίῳ ὁ θεῖος Κλεόνικος. |
The two brothers, Cleonicus and Eutropius the godly Martyrs, were strengthened. After many torments, they were crucified, and they received the immortal crown. [GOASD] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
|
Ὁδεύσας Μαρτυρίου πορείαν ἀκλόνητον, ἥλοις πειρόμενος ἅμα, Βασιλίσκος πόδας συνέθλασε, τῶν δαιμόνων, τὰς κεφαλὰς πατήσας ὁ ἔνδοξος. |
Glorious St. Basiliscus took the path of martyrdom without diverging. His feet were pierced with nails, but trampled and crushed the heads of the demons. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ναόν σου, τὴν καρδίαν λαξεύσας ἀνέτρεψας, ἄγαλμα πλάνης συμφλέξας καὶ τὸ στέφος ξίφει, Μάρτυς ἐδέξω ἐκτμηθείς σου, κεφαλὴν Βασιλίσκε ἀοίδιμε. |
Celebrated Martyr Basiliscus, you chiseled your heart and made it a temple, you toppled the pagan idol and burned it, and by the sword you were beheaded, and you received the crown. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡς ῥόδον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, καὶ καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐν τῇ γαστρί σου Λόγος ἐσκήνωσε. |
O Mother of God, the Bridegroom and Logos found you, a rose among thorns, and a pure flower and lily of the valley, and He dwelt in your womb. [GOASD] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. |
“I will sacrifice to You, O Lord, with a voice of praise.” * So sings the Church You delivered * from the gore of sacrificing to demons; * for You cleansed her * by the blood that for mercy poured out from Your side. [GOASD] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Μαρτυρικόν. Ἦχος πλ. αʹ. |
For the Martyrs. Mode pl. 1. |
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. |
You have given us the miracles of Your holy Martyrs as an impregnable fortress, O Christ our God. At their entreaties, frustrate the plots of foreign enemies, and strengthen our nation, for You alone are good and benevolent. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Γʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. |
On March 3 we commemorate the holy Martyrs Eftropios, Kleonikos, and Vasiliskos. |
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, Πρεσβυτέρου Ἀντιοχείας. |
On this day we also commemorate the holy Hieromartyr Theodoritos, Presbyter of Antioch. |
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Ζήνων καὶ Ζωῒλος ἐν εἰρήνῃ τελειοῦνται. |
On this day Saints Zeno and Zoilos died in peace. |
Τῇ αὐτῆ ἡμέρᾳ, ἡ Ὁσία Πιαμοῦν ἡ παρθένος ἐν εἰρήνῃ τελειοῦται. |
On this day the devout Saint Piamon the virgin died in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy interecessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ ζʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode 4. Heirmos. |
|
|
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
Inside the furnace * in ancient Persia, sons of Abraham * were consumed with pious fear and the love of God * rather than the fiery flame, and sang * together, “In the temple of Your holy glory, You are blessed, O Lord.” [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νῦν ἐπαξίως τῆς αἰωνίου ζωῆς λαβόμενοι, ὥσπερ ἐναθλοῦσιν ἔφη ὁ Ποιητής, Ἀθλοφόροι ἀναμέλπετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
O medaled Martyrs, you have worthily obtained eternal life, as the Creator said about those who compete, and you sing to Him, “Blessed are You in the temple of Your glory, O Lord!” [GOASD] |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
|
Νῦν ἐπαξίως τῆς αἰωνίου ζωῆς λαβόμενοι, ὥσπερ ἐναθλοῦσιν ἔφη ὁ Ποιητής, Ἀθλοφόροι ἀναμέλπετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
O medaled Martyrs, you have worthily obtained eternal life, as the Creator said about those who compete, and you sing to Him, “Blessed are You in the temple of Your glory, O Lord!” [GOASD] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
|
Μυσταγωγίαν τὴν ὑπὲρ νοῦν καὶ κλέος καὶ στέφανον, κάλλος διαμένον ἄλυπον χαρμονήν, κληρωσάμενοι κραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
O Saints, you have been shown ineffable mysteries; you have received glory and a crown, with abiding beauty, and joy free of pain and sorrow, and you sing, “Blessed are You in the temple of Your glory, O Lord!” [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ἐν τῇ καμίνῳ τῇ τῶν βασάνων καρτερήσαντες, πλάνης ὑπηρέτας Μάρτυρες ἀκλινεῖς, κατεφλέξατε κραυγάζοντες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. |
O Martyrs, without flinching you persevered in the torturous furnace, and you burned up the servants of error and sang, “Blessed are You in the temple of Your glory, O Lord!” [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Λῦσον Παρθένε, ἁμαρτιῶν μου τὸ χειρόγραφον, σῶσον ἐκ παντοίας βλάβης καὶ προσβολῆς, τοῦ δολίου, ἵνα κράζω σοι· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα. |
O Virgin, I pray you erase the record of my sins. Save me from any injury and assault by the crafty foe, and I will sing to you, “Blessed are you among women, O all-blameless Lady!” [GOASD] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ ηʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode 4. Heirmos. |
|
|
Χεῖρας ἐκπετάσας Δανιήλ. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
Daniel shut the lions’ gaping mouths inside the den of old, by stretching out his hands. * The three young men overcame the force * of the furnace fire, having girt * themselves in virtue, for they loved * godliness, and were together singing, * “Bless the Lord and praise Him, all you works of the Lord.” [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Πλήρης εὐφροσύνης καὶ χαρᾶς, φαιδρᾶς ἐφέστηκε, νῦν ἡ ἐτήσιος, ὑμῶν πανήγυρις Ἅγιοι, ἐν ᾗ πόθῳ εὐφημοῦντες ὑμᾶς, τῷ στεφοδότῃ καὶ Θεῷ, ὕμνοις κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O Saints, your annual feast has arrived, full of joy and gladness. Today we extol you with love, and we sing hymns to God who gives the crowns, “All you works of the Lord, bless you the Lord!” [GOASD] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Πλήρης εὐφροσύνης καὶ χαρᾶς, φαιδρᾶς ἐφέστηκε, νῦν ἡ ἐτήσιος, ὑμῶν πανήγυρις Ἅγιοι, ἐν ᾗ πόθῳ εὐφημοῦντες ὑμᾶς, τῷ στεφοδότῃ καὶ Θεῷ, ὕμνοις κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O Saints, your annual feast has arrived, full of joy and gladness. Today we extol you with love, and we sing hymns to God who gives the crowns, “All you works of the Lord, bless you the Lord!” [GOASD] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ὡραῖοι οἱ μώλωπες ὑμῶν· ὥσπερ χρυσίον γάρ, καὶ λίθος τίμιος, Θεῷ ἐδείχθητε Μάρτυρες, οὓς ἐν πίστει προσκυνοῦμεν ἡμεῖς, τῷ ἐνισχύσαντι ὑμᾶς, Θεῷ κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O Martyrs, your wounds are beautiful. You are like gold and precious gems to God. We venerate your wounds with faith, and we sing to God who strengthened you, “All you works of the Lord, bless you the Lord!” [GOASD] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Πηγὴ χαρισμάτων ἀψευδής, Χριστῷ ἐνδέδοται, σαφῶς τοῖς Μάρτυσι· καρπογονεῖ γὰρ ἡ ἄνικμος, καὶ ἡ ἄνυδρος ἐκβλύζει κρουνούς, καὶ ἡ ἀλόγων λογικῶς, φύσις ἐφέστηκεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον. |
A veritable fountain of the gifts of grace has been given by Christ to the Martyrs. Dry earth brings forth fruit, and the arid land gushes streams, and irrational nature as if able to speak cries out, “All you works, bless you the Lord!” [GOASD] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὁ Λόγος οἰκήσας ἐν τῇ σῇ, κοιλίᾳ Ἄχραντε σάρξ ἐχρημάτισε, φύσιν θεώσας μου Δέσποινα, ὁ ὑπέρθεος τῇ ἄκρᾳ αὐτοῦ φιλανθρωπίᾳ, ὃν πιστῶς ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O immaculate Lady, transcendent God the Logos dwelt in your womb and became flesh, deifying my nature in His extreme love for humanity. Faithfully we extol Him and sing, “All you works of the Lord, bless you the Lord!” [GOASD] |
(διαβαστά) |
(read) |
|
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Οἱ θεοῤῥήμονες Παῖδες. |
Ode viii. Mode pl. 4. (NM) Inspired by God |
|
|
Οἱ θεοῤῥήμονες Παῖδες. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ὁ δικαιώσας στενάξαντα τὸν Τελώνην, ὁ οἰκτειρήσας τὴν Πόρνην, ἀπὸ καρδίας δακρύσασαν, σῶσον οἴκτειρον Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε. |
Thou hast justified the Publican who groaned aloud, and hast taken pity on the Harlot who wept from her heart. O Saviour, save and take pity on the souls of those who sing Thy praises. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Καρποφορήσωμεν πράξεις ἐναρέτους, διὰ νηστείας Κυρίῳ, καὶ βλαβερῶν ἀποσχώμεθα, λογισμῶν, ἵνα ὅλως, τρυφῆς ἐπιτύχωμεν. |
By fasting let us bring to the Lord the fruit of our virtuous deeds. Let us refrain from harmful thoughts, that we may share in perfect joy. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Οἱ τῶν Ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν Ἀποστόλων οἱ δῆμοι, καὶ τῶν Μαρτύρων τὰ τάγματα, Ἰησοῦ τῷ λαῷ σου, συγχώρησιν δώρησαι. |
The choirs of the angels, the company of the apostles and the army of the martyrs entreat Thee, O Jesus, to give Thy people pardon. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τὸ ἀλατόμητον ὄρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίμακα, καὶ Θεοῦ τὸ χωρίον, πιστοὶ μακαρίσωμεν. |
With all the faithful, let us bless the Virgin: for she is the Mountain not cut by the hand of man, the Candlestick that bore the Light, the Ladder easy to climb, the dwelling-place of God. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Τὸν ἐν ὄρει ἁγίῳ. |
Ode viii. Mode pl. 4. (NM) Glorified in the holy mountain |
|
|
Τὸν ἐν ὄρει ἁγίῳ. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Ἐν εὐσήμῳ, ἡμέρᾳ ἐγκρατείας, δεῦτε πάντες, σαλπίσωμεν τοῖς ὕμνοις, καὶ ὡς τρυφὴν τοῖς θείοις εὐωχούμενοι, Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
On this solemn day of abstinence let us all blow the trumpet and sing hymns: and keeping festival with holy joy, let us praise the Lord and exalt Him above all for ever. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
|
Τίς βιβρώσκει, Θεοῦ ἄνθρωπον πάλαι; θὴρ ὁ λέων, ἐκ πλάνης τοῦ Προφήτου, παρακοῆς τὰ βρώματα δεξάμενον. Βλέπε οὖν ψυχή μου, μή σε ἀπατήσῃ, γαστριμαργίας ὄφις. |
Of old the man of God was led astray by the prophet and ate the food of disobedience, and he was devoured by a lion. Be watchful, then, my soul, and suffer not the serpent of gluttony to deceive thee. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
|
Τριαδικόν. |
For the Trinity. |
|
Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σὲ σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας. |
As Unity in Essence I sing Thy praises; as Trinity in Persons I venerate Thee, Father, Son and All-Holy Spirit. The power of Thy Kingdom that has no beginning I glorify unto all ages. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Σὺ τὸ ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
O Theotokos, thou hast become the Mountain of God in which Christ came to dwell; and He has made into divine temples all those who sing: Praise ye the Lord.and exalt Him above all for ever. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Τὴν Νηστείαν, ὡς φύλακα ἁγνείας, καὶ μητέρα, ἀπαθείας τιμῶντες, δεῦτε λαοὶ ἐκ πόθου ἀσπασώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. |
Come, ye people, let us greet the Fast with love, for it is the guardian of purity and the mother of dispassion; and let us praise the Lord and exalt Him above all for ever. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos. Mode pl. 4. |
|
|
Τὸν ἐν ὄρει ἁγίῳ. |
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
O extol Him, who on the holy mountain * showed His glory, as Lord, * and in the bush with fire * revealed to Moses knowledge of the mystery * of the Ever-Virgin, supremely exalting Him unto all the ages. [SD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
|
ᾨδὴ θʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 4. Heirmos. |
|
|
Λίθος ἀχειρότμητος. |
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. |
A cornerstone was cut out without hands from a never-quarried mountain, * which prefigured you, holy Virgin. * The stone is Christ, who joined the disparate natures. * As we rejoice because of this, O Theotokos, we magnify you. [GOASD] |
|
Τροπάρια. |
Troparia. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νῦν τρανῶς τὴν δόξαν Κυρίου, στεφανηφόροι καθορῶντες, σὺν ταῖς Ἀσωμάτοις χορείαις, καὶ τῶν Μαρτύρων καὶ τῶν Δικαίων αὐτοῦ, Μάρτυρες οἱ τρισάριθμοι, ὑπέρ ὑμῶν θερμῶς πρεσβεύσατε. |
Holy trio of medaled Martyrs, as you now clearly see the glory of the Lord, together with the bodiless hosts, His martyrs, and the all the righteous, earnestly intercede on our behalf. [GOASD] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
|
Νῦν τρανῶς τὴν δόξαν Κυρίου, στεφανηφόροι καθορῶντες, σὺν ταῖς Ἀσωμάτοις χορείαις, καὶ τῶν Μαρτύρων καὶ τῶν Δικαίων αὐτοῦ, Μάρτυρες οἱ τρισάριθμοι, ὑπέρ ὑμῶν θερμῶς πρεσβεύσατε. |
Holy trio of medaled Martyrs, as you now clearly see the glory of the Lord, together with the bodiless hosts, His martyrs, and the all the righteous, earnestly intercede on our behalf. [GOASD] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
|
Ὅλον ἑαυτοῖς τὸν Σωτῆρα, εἰσοικισάμενοι ἀξίως, πόλις ἐγνωρίσθητε Θεοῦ, ἑδραιουμένη θείαις ἐπάλξεσιν, Εὐτρόπιος καὶ Κλεόνικος, σὺν Βασιλίσκῳ οἱ θεόφρονες. |
O godly-minded Saints Eutropius, Cleonicus, and Basiliscus, since the Savior dwells entirely within you, you are worthy to be called a city of God, established on divine battlements. [GOASD] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
|
Ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, τὴν παναγίαν ὑμῶν μνήμην, καὶ τοὺς ἱεροὺς εὐφημούντων, ἀγῶνας θείους, Μάρτυρες ἔνδοξοι, τὸν Κτίστην ἱκετεύσατε, ἁμαρτιῶν εὑρεῖν συγχώρησιν. |
Glorious Martyrs, implore the Creator for us, who faithfully celebrate your all-holy memory and extol your sacred and godly struggles, that might receive forgiveness of sins. [GOASD] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Σὺ μόνη ἀντίληψις ὤφθης, καὶ ἡ ἐλπὶς καὶ σωτηρία, σὺ καταφυγή μου καὶ τεῖχος, καὶ τῆς ψυχῆς μου θεία παράκλησις· διό με, Ἀειπάρθενε, ἐκ πάσης λύτρωσαι κολάσεως. |
O ever-virgin Mary, you are the only help and hope and salvation. You are my refuge and fortress, and the divine comfort of my soul. I pray you deliver me from perdition. [GOASD] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Τὸν προδηλωθέντα. |
Ode ix. Mode pl. 4. (NM) The burning bush |
|
|
Τὸν προδηλωθέντα. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
|
Ἡ καλὴ νηστεία, πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον, ἐνθέως ἐκβλαστάνει, ἣν ποθήσωμεν, ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι. |
The holy Fast enriches our heart, and makes it by the power of God increase in virtue, like a full ear of wheat. Let us therefore fast with gladness in these holy days, and so receive sanctification. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
|
Τὸν ἐν ἁμαρτίαις, πολλαῖς κατεσπιλωμένον, τετραυματισμένον ὁρῶν καὶ κατακεκριμένον, τῷ σῷ ἐλέει οἰκτείρας, σῶσον ἱκεσίαις Ἐλεῆμον, τῶν Ἁγίων σου. |
I am defiled by many sins, wounded and under condemnation. Look upon me in Thy mercy, O compassionate Lord: take pity and save me by the prayers of Thy saints. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
|
Οἴμοι παναθλία, ψυχὴ πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται, Κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων Ἀγγέλων; Σπεῦσον οὖν πρὸ τέλους μετανόησον. |
Alas for thee, most miserable soul, what answer shalt thou make? What fear will seize thee, when the Judge is seated on His throne and ten thousands of the angels stand at His side! Make haste, then, and repent before the end. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὄρος τὸ πιώτατον, ὄρος τετυρωμένον, ἀπειρόγαμε δυσωποῦμεν Παρθένε. Ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν. |
O chariot of the King, cloud of light, rich mountain, hill flowing with milk, we entreat thee, O Virgin who hast not known marriage: heal the passions of our souls. [KW] |
|
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
|
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Τὸν προδηλωθέντα. |
Ode ix. Mode pl. 4. (NM) The burning bush |
|
|
Τὸν προδηλωθέντα. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
|
Ἀληθῆ νηστείαν, νηστεύσωμεν τῷ Κυρίῳ, ὡς βρωμάτων ἐγκράτειαν, γλώσσης θυμοῦ καὶ ψεύδους, καὶ παντὸς ἄλλου ἀλλοτρίωσιν πάθους, ἵνα καθαρῶς τὸ Πάσχα ἴδωμεν. |
Let us keep a true fast before the Lord: let us abstain not only from food but from angry speech and lying, and from every other passion, that we may behold Easter in purity. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
|
Σὺ τὸν Σαμουὴλ ἤνθησας, καρπὸν ἡ νηστεία, σὺ ἐτιθηνήσω Σαμψὼν τὸν μέγαν ἀριστέα, σὺ τελειοῖς Ἱερεῖς καὶ Προφήτας, σὺ ἡμᾶς ἁγίασον, νηστεία σεμνή. |
Fasting bore Samuel as fruit; through fasting Samson grew up brave and strong; through fasting priests and prophets were made perfect: and through the holy Fast may we also be sanctified. [KW] |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν. |
O Lord, the threefold Brightness of Thy single Power shines on our mind with the light of revelation; it turns us from the error that divides, and brings us to the divine life that unites. [KW] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν. |
O Theotokos, thou art our armour and our rampart; thou art the defence of those that run to thee. And now we implore thine intercession, that we may be delivered from our enemies. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἔχοντες τὸ Πνεῦμα, τὸ ἅγιον τῆς νηστείας, ἑστιάτορα πλούσιον, τῶν αὐτοῦ χαρισμάτων, ἐμφορηθῶμεν καὶ δαψιλῶς ἐντρυφῶμεν, τοῦτο ἀνυμνοῦντες ὡς Θεὸν ἡμῶν. |
The Holy Spirit calls us to the rich banquet of the Fast: with gladness let us take our fill from His gifts of grace and sing His praises as our God. [KW] |
|
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos. Mode pl. 4. |
|
|
Τὸν προδηλωθέντα. |
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν. |
Let us sing to Him who to Moses of old prefigured * in the burning bush the childbirth of ever-virgin Mary, * for the salvation of us the believers. * Let us magnify Him with unceasing hymns. [SD] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Φωταγωγικά |
Photagogic Hymns |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τοῦ Προδρόμου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Forerunner, and save me. [SD] |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Saints, and save me. [SD] |
|
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Theotokos, and save me. [SD] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Οἱ Αἶνοι. (διαβαστά) |
Lauds. (read) |
|
Ψαλμὸς ΡΜΗʹ (148). |
Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS] |
|
Ψαλμὸς ΡΜΘʹ(149). |
Psalm 149. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS] |
|
Ψαλμὸς ΡΝʹ (150). |
Psalm 150. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. |
Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
|
Δοξολογία (διαβαστά) |
Doxology (read) |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστιχα. Τοῦ Τριῳδίου. |
Aposticha. From the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
|
Ἰδιόμελον. Ἦχος πλ. αʹ. |
Idiomelon. Mode pl. 1. |
|
Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος. |
In thine idleness, my soul, why art thou become a slave of sin? And in thy sickness why dost thou not run to the physician? Behold, now is the accepted time; behold, now is the true day of salvation. Rise up and wash thy face with tears of repentance, and make thy lamp burn brightly with the oil of good deeds, so that Christ our God may grant thee cleansing and great mercy. [KW] |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
|
Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος. |
In thine idleness, my soul, why art thou become a slave of sin? And in thy sickness why dost thou not run to the physician? Behold, now is the accepted time; behold, now is the true day of salvation. Rise up and wash thy face with tears of repentance, and make thy lamp burn brightly with the oil of good deeds, so that Christ our God may grant thee cleansing and great mercy. [KW] |
|
Μαρτυρικόν. |
For the Martyrs. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
|
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
O Lord, Your medal-winning Martyrs imitated the angelic orders, by enduring the tortures as if they themselves were also bodiless. There singular hope was to obtain the promised blessings. At their intercession, grant peace to Your world, and great mercy to our souls, O Christ our God. [SD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
|
|
|
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. |
Now we call you blessed, O Virgin Theotokos, and we glorify you, duty-bound as believers; the city unshakable, the wall indestructible, the firm and steadfast protection, and the place of refuge for our souls. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy. |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. |
We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. |
While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
|
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ |
Prayer of St. Ephrem |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. |
O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. |
Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. |
Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|