Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος βαρύς. |
Octoechos - Grave Mode. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ ΙΗʹ ΙΑΝΟΥΑΡΙΟΥ |
Menaion - January 18 |
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου |
Memory of our Fathers among the saints, Athanasius and Cyril, Patriarchs of Alexandria |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
You destroyed death by Your Cross, You opened Paradise to the Robber. You turned the Myrrh-bearing Women’s lament into joy, and You commanded Your Apostles to preach that You rose, O Christ God, granting the world the great mercy. [GOASD] |
|
Δόξα. Τῶν Ἁγίων. |
Glory. For the Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος γʹ. Θείας πίστεως. |
Mode 3. Your confession. |
|
|
Θείας πίστεως. |
|
Ἔργοις λάμψαντες ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος. |
Striving brilliantly for Orthodoxy, and subduing all unorthodoxy, * you were honored with awards for your victories. * Enriching all with inspired theology, * your sacred writings profoundly adorn the Church. * O Athanasius and Cyril, you are now with Christ our God, * entreating Him to give to all the great mercy. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος γʹ. |
Mode 3. |
|
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. |
Virgin Theotokos, we sing hymns extolling you, through whom came humanity’s salvation. For your Son and our God, who is benevolent, accepted the Passion and the crucifixion, in the flesh that He assumed from you, and thus from destruction He rescued us. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Life was placed in the sepulcher, and a seal was placed on the stone. The soldiers were guarding Christ like a sleeping king. The Angels glorified Him as their immortal God. And the women cried aloud, “The Lord has risen, and He has granted to the world the great mercy.” [GOASD] |
|
Δόξα. |
Glory. |
|
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος· δόξα σοι. |
While You were buried for three days, You devastated death. You brought life to humanity, which had been destroyed; and when You rose, You resurrected it, O Christ God, as the benevolent Savior. Glory to You! [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος. |
All-lauded Lady, our resurrection’s treasure house, we put our trust in you and pray you bring us up out of the pit and deep sea of our offences. For you saved us who were liable for sin when you gave birth to our salvation, as a virgin before childbirth, and a virgin during childbirth, and after childbirth a virgin still. [GOASD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς διʼ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. |
The tomb being sealed, You rose from the sepulcher, O Christ God, the Life. And the doors being shut, You came to the disciples, O resurrection of all. Through them You renew a right spirit within us, according to Your great mercy. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι. |
In tears, the women ran to the tomb, bringing ointments. And they were saying to one another, “Who will roll away the stone for us?” For You, the King of all, were guarded by soldiers. Then they heard the angelic voice addressing them, “The Angel of great Counsel has trampled death, and He has risen!” O almighty Lord, glory to You! [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος· ἀεὶ εὐλογημένη, καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ. |
Rejoice, Maiden full of grace, O Virgin Theotokos; You are the haven and protection of the human race. From you the Redeemer of the world became incarnate, and only you are both a mother and a virgin. O Lady, ever blessed and glorified, we pray you intercede with Christ God, to grant peace to the whole world. [GOASD] |
|
Κάθισμα Γʹ. Τῶν Ἁγίων. |
Kathisma III. For the Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Τριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ, ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας. |
Let everyone extol Athanasius and Cyril * with worthy hymns of praise, as good and trustworthy servants * of the all-holy Trinity and as champions of the Faith. * In the sea of their profound and godly perceptions * they prodigiously submerged the blithering army * of obstinate heretics. [GOASD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers. |
|
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου. |
O Mary, whose august body hosted the Master, * we pray you raise us up, for we are sunk in the darkness * of dreadful despondency, of transgressions and suffering. * Lady, you indeed are the salvation of sinners. * You give help to us; you are our mighty protection; * and you save us your servants. [GOASD] |
bookmark |
bookmark |
|
Εὐλογητάρια Ἀναστάσιμα. |
Resurrectional Evlogetaria. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. |
When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. |
“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. |
Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. |
When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.” |
|
Δόξα. |
Glory. |
|
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. |
We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord. |
|
Καὶ νῦν. |
Both now. |
|
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. |
Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ὑπακοή. Ἦχος βαρύς. |
Hypakoe. Grave Mode. |
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. |
O Christ God, who took our form and bodily endured the Cross, save me by Your resurrection, O benevolent Lord. [GOASD] |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Οἱ Ἀναβαθμοί. |
Anavathmoi. |
|
Ἀντίφωνον Αʹ. Ἦχος βαρύς. |
Antiphon 1. Grave Mode. |
|
Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας. |
You returned the captives of Zion from their wandering. As for me, enliven me, and free me from captivity to passions. [GOASD] |
|
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας. |
In the south those who sow afflictions with tears and with fasting will reap the sheaves of joy, the staff of life everlasting. [GOASD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμή, καὶ κράτος. |
In the Holy Spirit is the source of divine treasures. From Him is wisdom, understanding, and fear. To Him praise is due, glory, honor and dominion. [GOASD] |
|
Ἀντίφωνον Βʹ. |
Antiphon 2. |
|
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. |
Unless the Lord builds the house of the soul, we labor in vain; for without Him no action or word is accomplished. [GOASD] |
|
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱοθεσίας. |
Moved by the Spirit, the saints produce the Father’s dogmas about the sonship of the fruit of the womb. [GOASD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων. |
In the Holy Spirit, the universe has its existence. For He is God before all, universal lordship, unapproachable light, and the life of all. [GOASD] |
|
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
|
Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. |
Those who fear the Lord and find the ways of life, both now and ever will be called blessed, for having immortal glory. [GOASD] |
|
Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα. |
As you see your offspring like olive trees around your table, rejoice and be glad, chief shepherd, as you bring them to Christ. [GOASD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα· ὁμόδοξον Πατρὶ καὶ Υἱῶ, λατρευτὸν γάρ. |
In the Holy Spirit is an ocean of divine gifts, a wealth of glory, a great depth of judgments; He is identical in glory to the Father and the Son, and therefore to be worshiped. [GOASD] |
|
Προκείμενον. |
Prokeimenon. |
|
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς) |
Arise, O Lord my God, let Your hand be lifted high, and do not forget Your poor to the end. (2) |
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. |
Verse: I will give thanks to You, O Lord, with my whole heart. |
|
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. |
Arise, O Lord my God, let Your hand be lifted high, and do not forget Your poor to the end. [SAAS] |
Eothinon Gospel (Not EP / GOA) |
Eothinon Gospel (Not EP / GOA) |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
|
Ἑωθινὸν Ιʹ |
Eothinon 10 |
|
Ἰωάννην 21:1 – 14 |
John. 21:1 – 14 |
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. |
At that time, Jesus revealed himself again to the disciples by the Sea of Tiberias; and he revealed himself in this way. Simon Peter, Thomas, called the Twin, Nathanael of Cana in Galilee, the sons of Zebedee, and two others of his disciples were together. Simon Peter said to them, “I am going fishing.” They said to him, “We will go with you.” They went out and got into the boat, but that night they caught nothing. Just as day was breaking, Jesus stood on the beach, yet the disciples did not know that it was Jesus. Jesus said to them, “Children, have you any fish?” They answered him, “No.” He said to them, “Cast the net on the right side of the boat, and you will find some.” So they cast it, and now they were not able to haul it in, for the quantity of fish. That disciple whom Jesus loved said to Peter, “It is the Lord!” When Simon Peter heard that it was the Lord, he put on his clothes, for he was stripped for work, and sprang into the sea. But the other disciples came in the boat, dragging the net full of fish, for they were not far from the land, but about a hundred yards off. When they got out on land, they saw a charcoal fire there with fish lying on it, and bread. Jesus said to them, “Bring some of the fish that you have just caught.” So Simon Peter went aboard and hauled the net ashore, full of large fish, a hundred and fifty-three of them; and although there were so many, the net was not torn. Jesus said to them, “Come and have breakfast.” Now none of the disciples dared ask him, “Who are you?” They knew it was the Lord. Jesus came and took the bread and gave it to them, and so with the fish. This was now the third time that Jesus was revealed to the disciples after he was raised from the dead. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having beheld the Resurrection of Christ, let us worship the holy Lord Jesus, the only sinless one. Your Cross, O Christ, we venerate, and Your holy Resurrection we praise and glorify. For You are our God; apart from You we know no other; we call upon Your name. Come, all faithful, let us venerate the holy Resurrection of Christ; for behold, through the Cross, joy has come to the whole world. Ever blessing the Lord, let us praise His Resurrection; for having endured the Cross for us, He destroyed death by death. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
|
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
|
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
|
Δόξα. |
Glory. |
|
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριάρχου Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; John the Merciful, patriarch of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and our Fathers among the saints, Athanasius and Cyril, Patriarchs of Alexandria, whose memory we celebrate; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Ode 1: Octoechos: Canon-1 |
Ode 1: Octoechos: Canon-1 |
|
Ὁ Κανών |
The Canon |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ αʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode i. Grave Mode. Heirmos. |
|
|
Νεύσει σοῦ πρὸς γεώδη. |
Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον. |
Lord, at Your divine signal, the fluid streams of the Red Sea * became solid walls, as they were held back by a mighty wind. * Israel passed over dry-shod; * and they sang the victory song unto You, O God. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται. |
The tyranny of death has been judged through a tree, O Savior, * for You, Lord, had been condemned to unjust death and crucified. * Therefore the ruler of darkness * justly was cast out, having no power over You. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος. |
Hades with death assaulted You, but its teeth had no power * to shatter Your sinless body, but instead its jaws were crushed. * When You, O Lord, loosed and ended * pangs of death, You rose within three days, O Savior Christ. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν. |
Loosed are the pain and sorrow of Eve our ancestral mother. * For you without seed conceived and gave birth without labor pains. * Knowing from this, O all-pure one, * that you are the Mother of God, we all glorify you. [SD] |
|
|
Ode 1: Menaion: Canon-1 |
Ode 1: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ἁρματηλάτην Φαραώ. |
Mode pl. 4. N/M (The rod of Moses.) |
|
|
Ἁρματηλάτην Φαραώ. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἀθανασίῳ προσκομίζων ἔπαινον, ὡς ἀρετὴν εὐφημῶν, πρὸς τὸν Θεὸν φέρω, μᾶλλον τὸ ἐγκώμιον· παρʼ οὗ τοῖς βροτοῖς δέδοται, ἀξιέπαινον χρῆμα, τῆς ἀρετῆς, ἧς περ γέγονεν, ἔμψυχος εἰκὼν καὶ ἐκσφράγισμα. |
As I praise Athanasius, that living emblem and picture of virtue, and thus extol virtue, I am sending up praise to God, who gave him to us mortals as a praiseworthy treasure of virtue. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Θεοσοφίας χρηματίσας ἔμπλεως, καὶ ὑπὲρ ἥλιον, βίῳ ἀπαστράπτων, καὶ πολιτευσάμενος, Ὅσιε ὑπερβέβηκας, ἐγκωμίων τοὺς νόμους, τοὺς παρʼ ἡμῶν· ἀλλʼ ἀνάσχοιο, Πάτερ παρʼ ἀξίαν ὑμνούμενος. |
Devout Father, please accept our insufficient praise. You attained a state beyond our ability to praise, for you were filled with divine wisdom, flashing brighter than the sun in your way of life. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἀξιοχρέως μὲν ᾠδὴν ὑφαίνομεν, σοῦ μνήμῃ τῇ εὐκλεεῖ· ἀλλὰ ἀποροῦντες, πλεῖστον Ἀθανάσιε, τῶν κατʼ ἀξίαν ὕμνων σου, ἐξαιτοῦμεν συγγνώμην, ἡμῖν δοθῆναι καὶ ἄφθονον, χάριν διὰ σοῦ τὴν τοῦ Πνεύματος. |
O Athanasius, as is right, we weave a song for your glorious memory. Unable to extol you worthily, we beg your pardon, and pray that through you the abundant grace of the Spirit be given to us. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν. |
All generations call you blest, proclaiming glorious things concerning you, * as the only woman * who held God the Logos in her womb, remaining ever pure, * Mary Mother of God; therefore we the faithful all honor you * as our mighty champion after God. [GOASD] |
|
|
Ode 1: Menaion: Canon-2 |
Ode 1: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Θαλάσσης τὸ ἐρυθραῖον. |
Mode 4. N/M (The Red Sea was crossed.) |
|
|
Θαλάσσης τὸ ἐρυθραῖον. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Θεόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἐναστράψας ἡμῖν, μαρμαρυγὰς τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν. |
O Cyril, you received from God the grace to enlighten, and you were shown to be a shining star. We pray that you shine rays of eloquence on us, so that we may worthily extol your memory. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἐπλήσθης τῆς δᾳδουχίας Κύριλλε, σοφὲ τοῦ Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ· καὶ παθῶν καθῃράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα. |
O wise Cyril, you kept the commandments of Christ, and thus you were filled with the enlightenment of the Spirit. And indeed the divine Trinity dwelt in you, for you were cleansed of the passions. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ὡς ζήλου καὶ παῤῥησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διήλεγξας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος. |
O glorious Cyril, you were filled with zeal and boldness. You defended the Orthodox Faith, and without lying you refuted the ungodly quibbling of impious heretics. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Πατήσας τὴν ἐντολὴν τοῦ κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς· ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε. |
O Virgin Mother, the first human being was beguiled, and he trespassed the Creator's commandment; and therefore he was cast out of Eden. Ruined and fallen as he was, when you conceived the Redeemer he was restored. [GOASD] |
|
|
Ode 1: Katavasia |
Ode 1: Katavasia |
|
ᾨδὴ αʹ. Καταβασία. Ἦχος γʹ. |
Ode i. Katavasia. Mode 3. |
|
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. |
Sunlight once hovered over the abyssal plain that was rendered dry of old. * For the water like a wall on either side became solid, * and people walked across on dry land and sang an ode, pleasing to God, * “Sing to the Lord, who triumphed; for He is greatly glorified.” [GOASD] |
|
|
Ode 3: Octoechos: Canon-1 |
Ode 3: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ γʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode iii. Grave Mode. Heirmos. |
|
|
Ὁ κατʼ ἀρχὰς τοὺς οὐρανούς. |
Ὁ κατʼ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. |
First You established by Your Word, by Your omnipotent Logos, * the heavens, O Savior, and You made * all their host by Your divine omnificent Spirit, as the breath of Your mouth. * I pray You, on the unshaken rock of Your confession, Lord, establish me. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, διʼ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι. |
Merciful Savior, You went up onto the Cross and You suffered * pains and sorrows willingly for us. * The wound that You bore became the cause of peace and of salvation for us all; * and by it we the believers have been reconciled to Your Father, O Christ. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας. |
The dragon bit my soul of old; it caused a wound that had festered. * You have disinfected it, O Christ. * When I had been dwelling in the darkness and corruption, You showed me the light; * for You descended to Hades through the Cross, and with yourself You raised me up. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον. |
O Savior Christ, at the entreaties of Your ever-virgin Mother, * give the world the precious prize of peace; * keep our country safe from foreign enemies and from ungodliness within; * grant Your ineffable glory to us who extol You and sing glory to You. [SD] |
|
|
Ode 3: Menaion: Canon-1 |
Ode 3: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ὁ στερεώσας κατʼ ἀρχάς. |
Mode pl. 4. N/M (In the beginning.) |
|
|
Ὁ στερεώσας κατʼ ἀρχάς. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἀνακαθάρας μολυσμοῦ, παντὸς ψυχήν τε καὶ σῶμα, Ἀθανάσιε ναὸς ἀνεδείχθης, ἀξιόθεος· διό, τὸ τῆς Τριάδος πλήρωμα, ἐπανεπαύσατό σοι, Ἱερομύστα πανόβλιε. |
All-blessed Athanasius, initiate of sacred mysteries, you purified your soul and body of every defilement, and thus you became a temple worthy of God. Therefore, the Holy Trinity reposed in you. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Σοῦ ὡς ἐπόθει τὴν ψυχήν, τοῦ Παρακλήτου ἡ χάρις, ἐκ παθῶν κεκαθαρμένην εὑροῦσα, διαδήλους ἐν αὐτῇ, τὰς ἐνεργείας δείκνυσι, καὶ τηλαυγῆ φωστῆρα, Πάτερ τῷ κόσμῳ σε τίθησιν. |
Holy father, the grace of the Holy Spirit found your soul purified of the passions, as it wished, and it made its actions evident in it, and made you a bright star to shine on the world. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἱεραρχίας μὲν κανών, ὡς Ἱεράρχης ἐδείχθης, πρακτικῆς ὑπογραμμὸς δὲ ὁ βίος· ὁ δὲ λόγος σου σοφέ, τῆς θεωρίας τύπος τρανῶς· Θεολογία δέ σου, ὄντως ἡ δίδαξις πέφηνε. |
O wise Saint, your life was an example of diligence, your speech was clearly a mark of divine contemplation, and your teaching was genuine theology. Thus as a hierarch you became a rule for the episcopacy. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν. |
O pure Theotokos, Virgin undefiled, you became higher than the Cherubim and Seraphim, for you alone received the uncontainable God in your womb. Therefore, all we the faithful call you blessed. [GOASD] |
|
|
Ode 3: Menaion: Canon-2 |
Ode 3: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Εὐφραίνεται ἐπὶ σοί. |
Mode 4. N/M (Your Church rejoices.) |
|
|
Εὐφραίνεται ἐπὶ σοί. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ῥωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στεῤῥᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας. |
O Cyril, strengthened by Christ and with steadfast resolve, you destroyed the machinations of the wily dragon as if they were a spiderweb. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἰλὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον. |
St. Cyril, shaking off the filth of passions from your soul, you cast down every exalted argument opposing Christ. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ὡς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στεῤῥῶς ἅπασαν, τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον. |
O Father, like a disciplined athlete, you resolutely shunned all bodily comforts as being harmful and counterproductive. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὁ Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε· Χαῖρε Θεοῦ σκήνωμα, ὃ κατασκηνῶσαι ηὐδόκησε. |
Archangel Gabriel announced the ineffable joy to you, saying, “Rejoice! God is well pleased to dwell in you.” [GOASD] |
|
|
Ode 3: Katavasia |
Ode 3: Katavasia |
|
ᾨδὴ γʹ. Καταβασία. Ἦχος γʹ. |
Ode iii. Katavasia. Mode 3. |
|
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. |
As the firm support of those who hope in You firmly, * O Lord and our Savior, support us, Your holy * Church You purchased * with Your most precious blood, O Christ. [GOASD] |
|
|
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Secondary Kontakion |
Secondary Kontakion |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
|
Ἦχος βʹ. Τοῖς τῶν αἱμάτων σου. |
Mode 2. N/M (In the pools of your blood.) |
|
Τοῖς τῶν αἱμάτων σου. |
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς Πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διό σε ὑμνοῦμεν Ἀθανάσιε. |
Planting the dogmas of Orthodoxy, you eradicated the weeds of heresy, multiplying the seed of the Faith, as it was watered by the Holy Spirit. Therefore we extol you, St. Athanasius. [GOASD] |
|
|
Mid-Ode Kathisma or Hypakoe |
Mid-Ode Kathisma or Hypakoe |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
|
Ταχὺ προκατάλαβε. |
|
Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι· τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς. |
O Fathers divinely wise and most illustrious stars * of the holy Church of Christ, you have enlightened the world * by your teachings inspired by God. * You have made the heresies of ungodly men to vanish, * and you have extinguished heated uproars of blasphemers. * As Hierarchs of Christ, intercede with Him to save our souls. [GOASD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας, μόνη Θεόνυμφε. |
O Mother of Christ our God, all-lauded Virgin most pure, * perpetually virgin Mary, as the help and the hope * of Christian believers all, * rescue us from all danger and from various hardships. * With ardent faith and longing, we rely on your protection, * O Lady Theotokos, the only Bride of God. [GOASD] |
|
|
Ode 4: Octoechos: Canon-1 |
Ode 4: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ δʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode iv. Grave Mode. Heirmos. |
|
|
Ὁ Πατρικοὺς κόλπους. |
Ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα, τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε Φιλάνθρωπε. |
O Christ our God, You did not depart * Your Father’s bosom when You descended to the earth. * I have heard about the mystery of Your plan to save us all, * and I glorify You, O benevolent Lord. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τὸν ἑαυτοῦ, νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα. |
Giving His back willingly to whips, * the Lord, incarnate of the Virgin, physically felt * painful torments, being innocent, * as Master dismissing all accusations of sin against me His slave. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Παρεστηκώς, βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν. |
The One who stood trial and was judged * guilty by judges who were not keeping their own laws, * and was also struck with a hand of clay, * is the One who fashioned man, * being God, who righteously judges the earth. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὡς ἀληθῶς, Μήτηρ τοῦ Θεοῦ, τὸν ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος. |
Being in truth Mother of our God, * implore your Maker and your Son on my behalf, * that He steer me to His glorious will, * my soul to an anchorage, * that is my salvation, O all-blameless one. [SD] |
|
|
Ode 4: Menaion: Canon-1 |
Ode 4: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Σύ μου ἰσχύς. |
Mode pl. 4. N/M (You are my strength.) |
|
|
Σύ μου ἰσχύς. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὅλη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερῴῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα. |
O Father, the life-giving breath of the divine Spirit of Christ once descended in the upper room and filled the disciples. That same breath fully inspired you, and it made you like a thirteenth Apostle preaching the Orthodox Faith. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Σὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κηρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται. |
O Saint, burning with divine zeal and defending the Council of Nicaea, you proclaimed the homoousion even before you were a bishop. Therefore, Christ appointed you to be a hierarch and teacher of the Church. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἐγχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προῤῥίζους ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας. |
O Athanasius, by divine providence you were handed the rudder of the Church. Like and ax you eradicated all the soul-destructive chatter of the heretics like thorns; and you watered the seed of the word expertly cultivated it. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε· σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνή σε γινώσκοντας. |
O Virgin Bride, You are the boast of believers all. * You protect us Christians and you shelter us, for you are both harbor and a wall. * O all-blameless Lady, you bring petitions before your Son. * With faith and love we know you as the pure Theotokos, * and you save us from danger and tragedy. [GOASD] |
|
|
Ode 4: Menaion: Canon-2 |
Ode 4: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ἐπαρθέντα σε ἰδοῦσα. |
Mode 4. N/M (When the Church.) |
|
|
Ἐπαρθέντα σε ἰδοῦσα. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Νενικηκότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα, σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε Πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησι. |
God-bearing Father Cyril, when Christ saw that you had overcome the soul-destroying passions and had gained mastery over the mind that is set on the flesh, He made you a bishop of His holy Church. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Κληρονομήσας ὡς γόνος ἠγαπημένος, τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος. |
O Saint, you inherited Mark's paternal virtue as a beloved son, and following in the footsteps of that divine Evangelist, you also became a successor to his throne. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ὑπὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης· ὡς δὲ Ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῆς χάριτος. |
O Father, like a sheep you were shepherded by Christ. Then as a shepherd, you shepherded the flock, and you fed them well with the grass your soul-nourishing words and the flowers of grace. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Νεμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μήτηρ Θεοῦ κατέπαυσας, Ζωὴν τὴν ἀγήρω, Πάναγνε κυήσασα· διό σοι κραυγάζομεν· Χαῖρε Θεοτόκε πανύμνητε. |
All-pure Mother of God, you ended the devastating tyranny of death when you conceived never-ending Life. Therefore we sing to you, “Rejoice, O Theotokos who are extolled by all!” [GOASD] |
|
|
Ode 4: Katavasia |
Ode 4: Katavasia |
|
ᾨδὴ δʹ. Καταβασία. Ἦχος γʹ. |
Ode iv. Katavasia. Mode 3. |
|
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. |
The heavens were covered by Your virtue, O Christ. * For coming forth from the Ark of Your holiness, Your Mother who sustained no corruption, * You appeared today in Your glorious Temple, as an infant held in arms. * And the entire creation was filled with Your praise. [GOASD] |
|
|
Ode 5: Octoechos: Canon-1 |
Ode 5: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ εʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode v. Grave Mode. Heirmos. |
|
|
Νὺξ ἀφεγγής. |
Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. |
For unbelievers, delight is dark night; * but for believers, the light is in delighting in Your words, O Christ. * And so I rise early in the morning to sing in praise of Your divinity. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. |
For us Your slaves, You were paid for, O Christ, * and You endured to be struck, * which led to liberty for us who sing, * “I rise early in the morning to sing in praise of Your divinity.” [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, διʼ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, διʼ ἀναστάσεως ἀνέδειξας. |
O Savior Christ, by Your power as God, * and through the weakness of flesh, You beat the strong man, namely the devil; * and You have shown that I am victorious over death, by resurrecting me. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλʼ ἐξ ἁγίου κύεις Πνεύματος. |
O Mother pure, you gave birth to our God. * He was incarnate of you in a manner befitting God. * You knew no man, O all-lauded Virgin, yet by the Holy Spirit you conceived. [SD] |
|
|
Ode 5: Menaion: Canon-1 |
Ode 5: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ἵνα τί με ἀπώσω. |
Mode pl. 4. N/M (Why reject me.) |
|
|
Ἵνα τί με ἀπώσω. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Χριστὸν ἔχων λαλοῦντα, Πάτερ ἐν ὀργάνῳ εὐήχῳ τῇ γλώττῃ σου, στηλιτεύεις μάκαρ, τῶν εἰδώλων ἐγγράφως τὴν αἵρεσιν, τοὺς πεπλανημένους, ποδηγετῶν καὶ ἐπιστρέφων, πρὸς τὸν ὄντως Θεὸν Ἀθανάσιε. |
O blessed father Athanasius, your tongue was like a mellifluous instrument, by which Christ spoke. You lambasted in writing the heresy of idols, and you guided the erring and turned them to the true God. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὀλεθρίους αἱρέσεις, Πάτερ ἐθριάμβευσας λόγοις καὶ γράμμασι, τὴν ποικίλην πλάνην, ἐξορίζων σοφαῖς ἀποδείξεσιν, ἐκ τῆς οἰκουμένης, διατρανῶν ἀναντιῤῥήτως, τὴν Ὀρθόδοξον Πίστιν μακάριε. |
You prevailed over pernicious heresies with your sermons and writings, O blessed father. You banished many wrong teachings from society by your educated demonstrations, and you incontestably elucidated the Orthodox Faith. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Σὲ Διδάσκαλον ὄντως, μέγαν Διδασκάλων σοφὲ Ἀθανάσιε, ἀκομψεύτῳ φράσει, μετὰ τοὺς Ἀποστόλους εὐμοίρησεν, Ἐκκλησία Πάτερ, ἡ τοῦ Χριστοῦ διασαφοῦντα, τὸν ἀμώμητον λόγον τῆς Πίστεως. |
The Church of Christ is blessed to have you, O wise Athanasius, as a truly great teacher of teachers, after the Apostles; for you elucidated the blameless doctrine of the Faith with unvarnished speech. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα. |
O all-pure holy Virgin, * when you speak to Christ you have maternal confidence. * Therefore we implore you to remember your kindred concern for us. * For we Christians have you, our gracious Lady, interceding * with your Son and our Lord, to forgive our sins. [GOASD] |
|
|
Ode 5: Menaion: Canon-2 |
Ode 5: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Σὺ Κύριέ μου φῶς. |
Mode 4. N/M (My Lord, You are the light.) |
|
|
Σὺ Κύριέ μου φῶς. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ῥεῦμα ὄντως σφοδρόν, πλημμυροῦντος χειμάῤῥου ὁ σός, ὦ Κύριλλε ἐκμιμεῖται, λόγος τῶν κακοδόξων, ἐκτρέπων μηχανήματα. |
O Cyril, your word is truly like the mighty current of a overflowing torrent, sweeping away all the subtleties of heretics. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἴσως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας. |
St. Cyril, you razed Arius' abominable doctrine about division and Sabellius' polluted teaching on coalescence. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Λόγους πλουτοποιούς, οὐ χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε θησαυρούς τε, ὥσπερ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησίᾳ Χριστοῦ. |
O Cyril, to the Church of Christ you left treasures, not of gold, but of the precious gems of your words that make us rich. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὄντως ὁ χαρακτήρ, τῆς ἁγίας μορφῆς σου σεμνή, τοὺς δαίμονας φυγαδεύει, τοὺς πιστοὺς δʼ ἁγιάζει, καὶ σῴζει τὰς ψυχὰς ἡμῶν. |
All-holy Lady, icons of your holy face drive away demons and sanctify the faithful, for the salvation of our souls. [GOASD] |
|
|
Ode 5: Katavasia |
Ode 5: Katavasia |
|
ᾨδὴ εʹ. Καταβασία. Ἦχος γʹ. |
Ode v. Katavasia. Mode 3. |
|
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπʼ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. |
Isaiah had a mystical vision of God * sitting on a throne lifted up, * and around Him stood the glorious Seraphim. * The Prophet cried out, “Woe is me! * With my eyes I have foreseen incarnate God; * and He is the Master of never-setting light and peace.” [GOASD] |
|
|
Ode 6: Octoechos: Canon-1 |
Ode 6: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ Ϛʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode vi. Grave Mode. Heirmos. |
|
|
Ναυτιῶν τῷ σάλῳ. |
Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. |
I was feeling nauseous from mundane tempestuous worries. * My sins, as if shipmates, threw me overboard into the maw of the beast that devours souls. * Now, like Prophet Jonah, I am praying, * “From this deathly Pit bring up my life, O Christ my God.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ, ψυχαὶ καὶ ἐκλείπουσαι τῶν δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο· ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος. |
The souls of the righteous, shut up in the belly of Hades, * remembered You, even as they were fainting. * Like Prophet Jonah they prayed for deliverance, * which, being compassionate, You granted, * when You went yourself into the netherworld, O Christ. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν ἐπιβλέψαι, πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν· ἀλλʼ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον πανταχοῦ ἐκήρυξε. |
Your Apostles lost hope that they would again see the living * temple of Your body not made by human hands, * which, as they thought, was destroyed by Your sufferings. * Then beyond all hope they saw You risen; * and when they had worshiped You, they preached You everywhere. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε θεόνυμφε τοῦ διʼ ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι σὰρξ ἐκ σοῦ ἐγένετο. |
Bride of God and Virgin, no human is able to explain * the manner of your all blameless childbirth * for our salvation, for it is ineffable. * Uniting with you, the divine Logos * became flesh from you and yet remained uncircumscribed. [SD] |
|
|
Ode 6: Menaion: Canon-1 |
Ode 6: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ἱλάσθητί μοι Σωτήρ. |
Mode pl. 4. N/M (Be gracious to me.) |
|
|
Ἱλάσθητί μοι Σωτήρ. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὀθνείου σπόρου σπορεύς, φανεὶς ὁ Ἀπολλινάριος, βροτείου λόγου καὶ νοῦ, Χριστοῦ τὸ ἀνθρώπινον, στεῤῥῶς ἐξελήλεγκται, ὑπὸ σοῦ Παμμάκαρ, ὥσπερ ἄνους καὶ φρενόληπτος. |
Most wise Athanasius, when Apollinarius appeared as a sower of a strange seed, namely his teachings on the human reason and understanding of Christ's humanity, you strongly denounced him as lacking acumen and understanding. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ῥευμάτων τῶν λογικῶν, χυθέντων διὰ χειλέων σου, ἐξ ἀενάου πηγῆς, τῆς χάριτος Ὅσιε, γλυκύτερα μέλιτος, ὡς ἐκ κρήνης ῥεῖθρα, οἱ πιστοὶ ἀπαρυόμεθα. |
Devout Father, your mouth was like a fountain pouring out streams of words, sweeter than honey, from the ever-flowing well of grace. And we the faithful draw therefrom and drink. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Θαυμάσειέ τις τοῖς σοῖς, εἰκότως Πάτερ συγγράμμασι, σοφῶς ἐμφιλοχωρῶν, μελλούσας φυήσεσθαι, αἱρέσεις θεώμενος, προανατραπείσας, ὑπὸ σοῦ προφητικώτατα. |
O Father, anyone who wisely studies your writings must reasonably marvel at them, seeing how you prophetically refuted heresies that would arise in the future. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ. |
May we, by your earnest prayers, * avoid committing the grievous sins, * Mother of God, and attain * the divine enlightenment * of the Son of God, who was ineffably incarnate of you, O all-immaculate one. [GOASD] |
|
|
Ode 6: Menaion: Canon-2 |
Ode 6: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Θύσω σοι μετὰ φωνῆς. |
Mode 4. N/M (I will sacrifice to You.) |
|
|
Θύσω σοι μετὰ φωνῆς. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα· τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις Ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον. |
O Cyril, the initiate of sacred mysteries, the Seraphim gave the live coal to the Prophet with tongs, and you with your hands give the Church of Christ the purification kindled with divine fire. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὁμόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε. |
O Cyril, you did not smite foreign tribes on your borders, like Samson did long ago, but rather you smote all the foreign doctrines of the heterodox, and you made the Orthodox predominant. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος. |
O Father, you presided at the God-inspired Council, and being filled with zeal for the true Mother of God, you humbled the hostile audacity of Nestorius, which was opposed to Christ. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Φωτίζεις, τῷ τοκετῷ σου πάντα τὰ πέρατα, Θεογεννῆτορ Παρθένε· σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπʼ αἰῶνος, δικαιοσύνης Ἥλιον ἔχουσα. |
O Virgin Theotokos, you alone from the beginning of the time were so purified as to bear the Sun of Righteousness. By your childbirth you illumine all the ends of the earth. [GOASD] |
|
|
Ode 6: Katavasia |
Ode 6: Katavasia |
|
ᾨδὴ Ϛʹ. Καταβασία. Ἦχος γʹ. |
Ode vi. Katavasia. Mode 3. |
|
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου. |
To You, the Elder cried out, on seeing * with his own eyes the salvation that You prepared for all people, * “God from God are You, Christ my Savior.” [GOASD] |
|
|
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Principal Kontakion and Synaxarion |
Principal Kontakion and Synaxarion |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. |
No longer will the power of death be able to detain human beings. For Christ went down and crushed it and destroyed all its forces. Hades is shackled, and the Prophets in unison rejoice and proclaim, “The Savior has come to those in darkness. Come out now, believers, to the resurrection!” [GOASD] |
|
Ὁ Οἶκος. |
Oikos. |
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. |
The netherworld below was trembling today, Hades and death, before One of the Trinity. Earth shook, and when they saw You, the doorkeepers of Hades quaked. Now all creation, along with the Prophets, rejoices and sings You an ode of triumph, O God our redeemer, who now destroyed the force of death. And let us shout aloud to Adam and his descendants, “A tree brought him in. Come out now, believers, to the resurrection!” [GOASD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΗʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας. |
On January 18, we commemorate our fathers among the saints Athanasios and Cyril, Patriarchs of Alexandria. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης. |
On this day we also commemorate the holy Martyr Theodoula. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ξένη πυρὶ τελειοῦται. |
On this day the holy Martyr Xenia died by fire. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
|
|
Ode 7: Octoechos: Canon-1 |
Ode 7: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ ζʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode vii. Grave Mode. Heirmos. |
|
|
Κάμινον Παῖδες. |
Κάμινον παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· Ὁ ὑπερυψούμενος, τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. |
The fiery furnace turned moist and dew-laden, when the Servants were cast therein, * and they extolled the one God, and they sang to Him, * “O highly exalted God of our fathers and exceedingly glorious.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· διʼ ἐμὲ σταυροῦται γάρ, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ὑπερένδοξος. |
Adam was slain through a tree, for he acted in disobedience willfully. * He was refashioned by Christ’s full obedience; * for the highly glorified Son of God was crucified on a tree for me. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς ὁ Ὑπερένδοξος. |
When You arose from the tomb, all creation extolled You, Christ, highly glorified. * To those in Hades You brought forth eternal life, * resurrection to the dead; and on those who sat in darkness You shined the light. [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Χαῖρε θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος· χαῖρε ἡ μόνη θεόνυμφος· χαῖρε διʼ ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα· ὃν δυσώπει Ἁγνὴ σωθῆναι πάντας ἡμᾶς. |
Rejoice, O daughter of Adam the mortal! Rejoice, unique virgin Bride of God! * Rejoice! Through you has corruption been ostracized. * Truly you gave birth to God. O pure Lady, implore your Son to save us all. [SD] |
|
|
Ode 7: Menaion: Canon-1 |
Ode 7: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Θεοῦ συγκατάβασιν. |
Mode pl. 4. N/M (The fire in Babylon.) |
|
|
Θεοῦ συγκατάβασιν. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὁμότιμον σύνθρονον, Πατρὶ τὸν Λόγον, μονογενῆ τε Υἱόν, ὀρθοδόξως κηρύξας, ἀθανασίας Πάτερ ἐπώνυμε· αὖθις διδάσκεις, τὸ Πνεῦμα Γεννήτορι, καὶ τῷ Υἱῷ συμφυὲς καὶ ὁμοούσιον. |
O father, namesake of immortality, you preached the Orthodox doctrine that the only-begotten Logos and Son has the same honor and reign as the Father, and you also taught that the Spirit has the same nature and essence as the Father and the Son. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Διδάσκαλον κήρυκα, ἱεροφάντην τοῦ τρισηλίου Φωτός, διαγγέλλοντα πᾶσιν, ὀρθοδοξίαν μέχρι τερμάτων τῆς γῆς, ἀσεβείας ὁρῶν ὁ γεννήτωρ σε, τοὺς πειρασμοὺς κατὰ σοῦ ἐπανετείνετο. |
The father of heresies instigated trials for you, when he saw you, the teacher, preacher, and initiate of the sacred mysteries of the tri-solar Light, declaring Orthodoxy to all to the ends of the earth. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Οἱ κίνδυνοι ἄπειροι, οὓς ἔτλης μάκαρ ἀγωνιζόμενος, ὑπὲρ τῆς εὐσεβείας· οἱ στέφανοι δὲ ὡσαύτως ἄπειροι· καὶ γὰρ ἀδάμας ὑπῆρχες τοῖς παίουσι, πρὸς δὲ σαυτόν, ὡς μαγνῆτις εἷλκες ἅπαντας. |
The perils you underwent for the sake of Orthodoxy were immense. Likewise immense are the rewards. You were adamant against those who attacked you, and like a magnet you drew many to yourself. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν ἀνευφημήσωμεν· διὰ ταύτης γὰρ χάρις, ἡμῖν πηγάζει τῶν ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάῤῥου τῆς θείας νῦν χρηστότητος· ἣν εὐσεβεῖ λογισμῷ νῦν μακαρίζομεν. |
Let us extol immaculate and all-holy Virgin Mary. It is through her that the grace of incomprehensible gifts come to us from the torrent of divine goodness. Now with an Orthodox frame of mind, let us call her blessed. [GOASD] |
|
|
Ode 7: Menaion: Canon-2 |
Ode 7: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
Mode 4. N/M (Inside the furnace.) |
|
|
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, Νόμον εἷλε μάκαρ Κύριλλε ὁ Μωσῆς, ἀναιροῦντα τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον κάλλος τοῦ Πνεύματος. |
When Moses entered the dark cloud on the peak of Sinai long ago, he received the Law, the letter of which kills. But you, O blessed Cyril, disclosed the hidden beauty of the Spirit. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Νομοθεσίας, διʼ αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα. |
O Father, you uncovered the meaning of the Law, formerly given to the immature in enigmas, like roses hidden by their leaves, and you interpreted the images explicitly. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας. |
O Cyril, you clearly elucidated for us the difficult writings of the divinely inspired Prophets who proclaimed the will of God, for you were inspired by the grace of the same Holy Spirit that filled them. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα. |
Divine and hallowed habitation of the Most High God, rejoice! * For through you, O Theotokos, was given joy to us who cry aloud to you, * “Among all women, Lady, you are blessed, all-blameless, and immaculate.” [GOASD] |
|
|
Ode 7: Katavasia |
Ode 7: Katavasia |
|
ᾨδὴ ζʹ. Καταβασία. Ἦχος γʹ. |
Ode vii. Katavasia. Mode 3. |
|
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
Servants in the furnace spoke of God. * You bedewed them, O God the Logos; * and You dwelt in the womb of the immaculate, holy Virgin. We praise You * and sing to You devoutly: * Blessed are You, O Lord, the God of our fathers. [GOASD] |
|
|
Ode 8: Octoechos: Canon-1 |
Ode 8: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ ηʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode viii. Grave Mode. Heirmos. |
|
|
Ἄφλεκτος πυρί. |
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ· καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Unconsumed by fire was the burning bush on Sinai, * revealing God to Prophet Moses, who was weak in speech and slow of tongue. * And zeal for God kept the three Young Men unscathed by fire and led them to compose the hymn: * “O all you works of the Lord, sing a hymn to the Lord, * and exalt Him beyond measure unto all the ages.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ἄχραντος Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρίς, παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
When the Lamb of God, who is rational and spotless, * was slaughtered for the world, He ended sacrifice according to the Law, * for He is God without sin, and thus He purified the world, which now forever sings: * “O all you works of the Lord, sing a hymn to the Lord, * and exalt Him beyond measure unto all the ages.” [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη καὶ θνητούς, καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Prior to His Passion, our flesh that our Creator assumed was not incorruptible. * After His suffering and rising, it was rendered inaccessible to corruption; * it renews mortals who sing to Him: * “O all you works of the Lord, sing a hymn to the Lord, * and exalt Him beyond measure unto all the ages.” [SD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς, αἰτία Πάναγνε· πάντες διό σε Θεοτόκε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
Since you were most pure and all-blameless, holy Virgin, * the Lord was born of you, and He washed away the unsightly filth of the world. * All-pure Mother, therefore we call you the cause of our reconciliation to God. * All generations now bless you, O Virgin Theotokos, * and exalt you beyond measure, unto all the ages. [SD] |
|
|
Ode 8: Menaion: Canon-1 |
Ode 8: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ἑπταπλασίως κάμινον. |
Mode pl. 4. N/M (The tyrant king.) |
|
|
Ἑπταπλασίως κάμινον. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἱεραρχῶν ἀγλάϊσμα, εὐκλεὲς Ἀθανάσιε, στῦλε τοῦ φωτός, τῆς Ἐκκλησίας ἔρεισμα, Τριάδος ὑπέρμαχε, Θεολογίας σάλπιγξ χρυσῆ, βίου τε μονήρους, ἀκριβὴς νομογράφε, ἡμῖν συνεορτάζεις, Ἱερεῖς καταρτίζων, λαοὺς πιστοὺς προσάγων, Χριστῷ εἰς τοὺς αἰῶνας. |
O St. Athanasius, the famous jewel of hierarchs, you are a pillar of light, a foundation of the Church, a champion of the Trinity, a golden trumpet of theology, and a precise describer of the solitary life. Now you celebrate with us, cultivating priests, and leading the faithful to Christ unto the ages. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἀθανασίας γέγονας, σὺ τῷ ὄντι φερώνυμος· τοὺς γὰρ πρακτικούς, τῷ λόγῳ ὑπερήλασας· δοκίμους ἐν λόγῳ δέ, διʼ ἀκριβείας βίου νικῶν, τοὺς ἐν ἀμφοτέροις, ὑπερβέβηκας ἄκρους· διὸ ἀνυπερβλήτῳ, ἀρετῇ διαλάμψας, ἀθάνατον ἐκτήσω, τὴν μνήμην εἰς αἰῶνας. |
You were appropriately named for immortality, O St. Athanasius. In speech you were better than the professionals. Adding an ascetic lifestyle, you surpassed those who were excelled in both. Therefore, being illustrious for superior virtue, your memory has been immortalized unto the ages. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Σὺ λαμπροτέραν ἔδειξας, μυστηπόλε θεόληπτε, τὴν ἱεραρχίαν, τοῖς γενναίοις ἄθλοις σου· τὴν πλάνην ἐξώρισας, ταῖς σαῖς ὑπερορίαις πυκνῶς, ὑπὲρ τῆς Τριάδος, ἣν κηρύττων ἐβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, τὸ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας. |
O divinely inspired initiate, you burnished the episcopacy with your brave struggles. You banished error by your own exiles on behalf of the Trinity, proclaiming and crying out, “Worship the Father, theologize the Son, and extol the Holy Spirit, unto all the ages!” [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· Φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας, φωτίζον τὰ σύμπαντα, θεογνωσίας χάριτι· ᾧ ἀκαταπαύστως, οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
O pure one, you became the home * of the Light that will never set, * glowing as you are with beauty of virginity; * and you have illumined all * who have wholeheartedly confessed * that you are indeed the Theotokos, and cry out: * “You Servants, now extol Him; * O you priests and you peoples, * supremely now exalt Him, unto all the ages.” [GOASD] |
|
|
Ode 8: Menaion: Canon-2 |
Ode 8: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Χεῖρας ἐκπετάσας Δανιήλ. |
Mode 4. N/M (Daniel shut.) |
|
|
Χεῖρας ἐκπετάσας Δανιήλ. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὡς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας πηγή· καὶ γὰρ ἀέναοι ἔῤῥευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων εὐσεβῶν, καθὼς προέφη Χριστός· ὑπερβαίνει, ψάμμον γὰρ τεύχη τὰ σὰ τὰ θεόλεκτα. |
O Father, the source of wisdom poured itself into you like an ocean wave, and out of your belly flowed perennial rivers of Orthodox doctrines, as Christ said they would. Indeed more than the sands are your God-inspired writings. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Νομεὺς καὶ Διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς δύω Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας· ὡς γὰρ ἄγκυραν, καὶ πατρικὸν κλῆρον τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O devout St. Cyril, you clearly explained the two Testaments, as a pastor and an erudite teacher of the Church, which possesses your words like an anchor and a paternal inheritance, singing, “Bless the Lord, O all you the works of the Lord!” [GOASD] |
|
Δόξα. |
Glory. |
|
Λόγου σαρκωθέντος διʼ ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν ἀπόῤῥητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφʼ ἑκάτερα ῥοπάς, ἴσως ἐκκλίνας βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
O Saint, you taught that the ineffable union of the natures of the Logos, the Artificer of all things, who became incarnate for us, is without division or mingling, and you avoided both extremes, singing, “Bless the Lord, O all you the works of the Lord!” [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μαρία Κυρία τοῦ παντός, κυριευθεῖσάν μου, τὴν παναθλίαν ψυχήν, τοῖς τῆς σαρκὸς δεινοῖς πάθεσι, καὶ αἰσχίστοις πλημμελήμασι, σὺ ἐλευθέρωσον τῇ σῇ, δυνάμει τῇ κραταιᾷ· καὶ παράσχου, λύσιν πταισμάτων, καὶ δόξαν ἀκήρατον. |
Mary, Lady of all, my sorry soul is enslaved to the sinful passions of the flesh and most sordid transgressions. I implore you to free me, by your mighty power, and to obtain for me the forgiveness of my sins and immortal glory. [GOASD] |
|
|
Ode 8: Katavasia |
Ode 8: Katavasia |
|
ᾨδὴ ηʹ. Καταβασία. Ἦχος γʹ. |
Ode viii. Katavasia. Mode 3. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Unharmed were the young men, who were champions * of belief in God, when they were thrown into the furnace * and they faced unbearable fire; and they sang a hymn to God: * “All you works of the Lord, bless the Lord, * and exalt Him beyond measure unto all the ages.” [GOASD] |
|
|
Kontakia and Synaxarion |
Kontakia and Synaxarion |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
|
Ἦχος βʹ. Τοῖς τῶν αἱμάτων σου. |
Mode 2. N/M (In the pools of your blood.) |
|
Τοῖς τῶν αἱμάτων σου. |
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς Πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διό σε ὑμνοῦμεν Ἀθανάσιε. |
Planting the dogmas of Orthodoxy, you eradicated the weeds of heresy, multiplying the seed of the Faith, as it was watered by the Holy Spirit. Therefore we extol you, St. Athanasius. [GOASD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. |
No longer will the power of death be able to detain human beings. For Christ went down and crushed it and destroyed all its forces. Hades is shackled, and the Prophets in unison rejoice and proclaim, “The Savior has come to those in darkness. Come out now, believers, to the resurrection!” [GOASD] |
|
Ὁ Οἶκος. |
Oikos. |
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. |
The netherworld below was trembling today, Hades and death, before One of the Trinity. Earth shook, and when they saw You, the doorkeepers of Hades quaked. Now all creation, along with the Prophets, rejoices and sings You an ode of triumph, O God our redeemer, who now destroyed the force of death. And let us shout aloud to Adam and his descendants, “A tree brought him in. Come out now, believers, to the resurrection!” [GOASD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΗʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας. |
On January 18, we commemorate our fathers among the saints Athanasios and Cyril, Patriarchs of Alexandria. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης. |
On this day we also commemorate the holy Martyr Theodoula. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ξένη πυρὶ τελειοῦται. |
On this day the holy Martyr Xenia died by fire. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
|
|
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τῆς Ὑπαπαντῆς |
Katavasias of the Meeting |
|
ᾨδὴ αʹ. Ἦχος γʹ. |
Ode i. Mode 3. |
|
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. |
Sunlight once hovered over the abyssal plain that was rendered dry of old. * For the water like a wall on either side became solid, * and people walked across on dry land and sang an ode, pleasing to God, * “Sing to the Lord, who triumphed; for He is greatly glorified.” [GOASD] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. |
As the firm support of those who hope in You firmly, * O Lord and our Savior, support us, Your holy * Church You purchased * with Your most precious blood, O Christ. [GOASD] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. |
The heavens were covered by Your virtue, O Christ. * For coming forth from the Ark of Your holiness, Your Mother who sustained no corruption, * You appeared today in Your glorious Temple, as an infant held in arms. * And the entire creation was filled with Your praise. [GOASD] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπʼ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. |
Isaiah had a mystical vision of God * sitting on a throne lifted up, * and around Him stood the glorious Seraphim. * The Prophet cried out, “Woe is me! * With my eyes I have foreseen incarnate God; * and He is the Master of never-setting light and peace.” [GOASD] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου. |
To You, the Elder cried out, on seeing * with his own eyes the salvation that You prepared for all people, * “God from God are You, Christ my Savior.” [GOASD] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
Servants in the furnace spoke of God. * You bedewed them, O God the Logos; * and You dwelt in the womb of the immaculate, holy Virgin. We praise You * and sing to You devoutly: * Blessed are You, O Lord, the God of our fathers. [GOASD] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Unharmed were the young men, who were champions * of belief in God, when they were thrown into the furnace * and they faced unbearable fire; and they sang a hymn to God: * “All you works of the Lord, bless the Lord, * and exalt Him beyond measure unto all the ages.” [GOASD] |
|
|
Eothinon Gospel (EP / GOA) |
Eothinon Gospel (EP / GOA) |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
|
Ἑωθινὸν Ιʹ |
Eothinon 10 |
|
Ἰωάννην 21:1 – 14 |
John. 21:1 – 14 |
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. |
At that time, Jesus revealed himself again to the disciples by the Sea of Tiberias; and he revealed himself in this way. Simon Peter, Thomas, called the Twin, Nathanael of Cana in Galilee, the sons of Zebedee, and two others of his disciples were together. Simon Peter said to them, “I am going fishing.” They said to him, “We will go with you.” They went out and got into the boat, but that night they caught nothing. Just as day was breaking, Jesus stood on the beach, yet the disciples did not know that it was Jesus. Jesus said to them, “Children, have you any fish?” They answered him, “No.” He said to them, “Cast the net on the right side of the boat, and you will find some.” So they cast it, and now they were not able to haul it in, for the quantity of fish. That disciple whom Jesus loved said to Peter, “It is the Lord!” When Simon Peter heard that it was the Lord, he put on his clothes, for he was stripped for work, and sprang into the sea. But the other disciples came in the boat, dragging the net full of fish, for they were not far from the land, but about a hundred yards off. When they got out on land, they saw a charcoal fire there with fish lying on it, and bread. Jesus said to them, “Bring some of the fish that you have just caught.” So Simon Peter went aboard and hauled the net ashore, full of large fish, a hundred and fifty-three of them; and although there were so many, the net was not torn. Jesus said to them, “Come and have breakfast.” Now none of the disciples dared ask him, “Who are you?” They knew it was the Lord. Jesus came and took the bread and gave it to them, and so with the fish. This was now the third time that Jesus was revealed to the disciples after he was raised from the dead. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having beheld the Resurrection of Christ, let us worship the holy Lord Jesus, the only sinless one. Your Cross, O Christ, we venerate, and Your holy Resurrection we praise and glorify. For You are our God; apart from You we know no other; we call upon Your name. Come, all faithful, let us venerate the holy Resurrection of Christ; for behold, through the Cross, joy has come to the whole world. Ever blessing the Lord, let us praise His Resurrection; for having endured the Cross for us, He destroyed death by death. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
|
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
|
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
|
Δόξα. |
Glory. |
|
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριάρχου Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; John the Merciful, patriarch of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and our Fathers among the saints, Athanasius and Cyril, Patriarchs of Alexandria, whose memory we celebrate; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
Magnificat: Mode of Canon |
Magnificat: Mode of Canon |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος βαρύς. |
The Magnificat. Grave Mode. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |

Ode 9: Octoechos: Canon-1 |
Ode 9: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ θʹ. Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Ode ix. Grave Mode. Heirmos. |
|
|
Μὴ τῆς φθορᾶς. |
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. |
When you conceived, you experienced no deflowerment. * You lent your flesh to the Logos, through whom all things were made. * Therefore we magnify you, Virgin Theotokos, * Mother who knew no man, space and holder of your Maker, who is uncontainable and infinite. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Οἱ τῇ θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν. |
All you professors of doctrines that are not Orthodox, * who to the Godhead attribute suffering, shut your mouths! * He is the Lord of glory, crucified in body, * but not in divine nature. And so we magnify Him in natures two, the one hypostasis. [SD] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ Ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, ἀναστάσεως ἣν ἐλπίζομεν. |
Go to the tomb of the Savior, all you who would reject * the resurrection of bodies, and be instructed there. * See that the flesh of Christ the Life-giver, which truly had died, has truly risen, * confirming thus the final resurrection, for which we surely hope. [SD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Τριαδικόν. |
For the Trinity. |
|
Οὐ θεοτήτων Τριάδα ἀλλʼ ὑποστάσεων, οὐδὲ μονάδα προσώπων ἀλλὰ θεότητος, σέβοντες τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης ἣν μεγαλύνομεν. |
Not in a Triad of godheads but of hypostases, * not in a Monad of persons but of Divinity, do we believe. * We cut off those who would divide It, * and mix together all who would attribute confusion to the Trinity, which we magnify. [SD] |
|
|
Ode 9: Menaion: Canon-1 |
Ode 9: Menaion: Canon-1 |
|
Κανὼν τοῦ Ἁγ. Ἀθανασίου. |
Canon for St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ἐξέστη ἐπὶ τούτῳ. |
Mode pl. 4. N/M (The heavens.) |
|
|
Ἐξέστη ἐπὶ τούτῳ. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ἐξέλαμψεν ὁ βίος ὡς ἀστραπή· ἐξεχύθη δὲ Πάτερ ὁ φθόγγος σου, ὥσπερ βροντή, πᾶσιν οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε. |
O father Athanasius, your life was as bright as lightning. Your voice thundered to everyone under the sun. Truly you were inspired from heaven above. Therefore, the grave, that great cause of forgetfulness, has not erased your memory. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Φωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον. |
O blessed Athanasius, you are now resplendently illumined by the tri-solar, triply-shining Light, and you are like a mirror reflecting it. We entreat you to send those brilliant reflections from on high to us who extol you. And we pray you gather us near you, even if this is more than we deserve. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὑμνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ, νίκας δωρηθῆναι τῷ βασιλεῖ· τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθʼ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε. |
As we extol you on this day of your memory, O Athanasius, we earnestly implore you: Pray for the Church, that through the Cross victories be granted to our leaders, the Orthodox Faith prevail against inimical heresies, and salvation be granted to us and peace to the world. [GOASD] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Σωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύσασα· πάντα γὰρ ὡς θέλεις νῦν κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον. |
Our Savior and Redeemer was born of you, * all-pure Maiden. Through you I will gain salvation of my soul, * if you intercede that I be released * from all offenses binding me. * I know you can do whatever you wish, * since in your arms you carried * the King of all, O Lady, * who is unmatched in His benevolence. [GOASD] |
|
|
Ode 9: Menaion: Canon-2 |
Ode 9: Menaion: Canon-2 |
|
Κανὼν τοῦ Ἁγ. Κυρίλλου. |
Canon for St. Cyril. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Εὕα μὲν τῷ τῆς παρακοῆς. |
Mode 4. N/M (Because of the malady.) |
|
|
Εὕα μὲν τῷ τῆς παρακοῆς. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὴν ἄθεον, υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων. |
St. Cyril, you decisively brought down every arrogant presumption regarding what is known about Christ and His Mother, the Theotokos, namely the godlessness of Nestorius and his teaching about duality of sons, as well as the Acephalite teaching about confusion of natures. [GOASD] |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
|
Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τὸν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας μακάριε, ὀφθείς τε τῆς Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι. |
O blessed Cyril, with intellectual prowess enlightened by grace, you theologized the consubstantial Trinity and the incarnate Son to be God, and you also became the champion of the Theotokos. Therefore, in heaven now you are glorified. [GOASD] |
|
Δόξα. |
Glory. |
|
Ἄνωθεν ἡμᾶς σοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τῶν Ὀρθοδόξων τὸ κέρας φαιδρύνων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας. |
We pray you, O celebrated father Cyril now in heaven, to watch over us who extol you. Grant success to our Christian leaders. By your intercessions, exalt the Orthodox Church, and give joy and light to us who magnify your memory. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Στειρεύουσαν θείων ἀρετῶν πανάχραντε, Θεοτόκε τὴν καρδίαν μου, δεῖξον Παρθένε καρποφόρον, ἐκ στείρας ἡ τεχθεῖσα βουλήματι, τοῦ πάντα μεταποιοῦντος τῷ πνεύματι, ἵνα ὑμνῶ σε τὴν πανύμνητον. |
O all-immaculate Virgin Theotokos, by the will of Him Who created all things by His command, you were born of a barren woman. My heart is barren of divine virtues, so I pray you to make it fruitful, so that I may extol you, who are extolled by all. [GOASD] |
|
|
Magnificat: Mode of Katavasia |
Magnificat: Mode of Katavasia |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος γʹ. |
The Magnificat. Mode 3. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
|
|
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος γʹ. |
Ode ix. Katavasia. Mode 3. |
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. |
Theotokos, as the hope of us Christians, one and all, * guard and shelter and protect those who put their hope in you. |
|
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν. |
In the shadow and the letter of the Law, * we the faithful perceive the decree: * Consecrate to God every male, the first-born opening the womb. * Now the unoriginate Father’s first-born Logos and Son * is also first-born of a virgin Mother, and we magnify Him. [GOASD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βʹ. |
Mode 2. |
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς) |
Holy is the Lord our God. (2) |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. |
Exalt the Lord our God, and worship at the footstool of His feet. |
Ὅτι ἅγιός ἐστι. |
For He is holy. [SAAS] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
|
Τὸ Ιʹ Ἑωθινόν. |
Eothinon 10. |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
|
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν· οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων· ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο· οἷς τὸ τρίτον, φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπʼ ἀνθράκων. |
Once, the Sea of Tiberias * had Simon Peter, Thomas, * Nathanael, the sons of Zebedee, * and two other disciples * in a boat together fishing. * At Christ’s command they let down * the net on the right side and caught * so many fish. When Peter heard it was the Lord, * he jumped and ran to Him. This was the third time * He showed himself to them, here with * bread and a fish on charcoals. [GOASD] |
|
Τοῦ Ἁγ. Ἀθανασίου. |
For St. Athanasius. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
|
Τῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου. |
Great Athanasius, blessed Saint, * and divine theologian * St. Cyril, you were both most wise * mystics and mighty champions of the most holy Trinity, * for you brought down impious * Arius and Sabellius * and Nestorius also in what he erred, * and along with them every other error * of the impious heresies, * O Hierarchs of the Master. [GOASD] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Ὄρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον· ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀποῤῥήτῳ ἑνώσει. |
Let us with minds on God extol * the pure and holy Virgin. * She is known allegorically * as God’s all-holy mountain, * the table, the Ark and lampstand * and the jar with the manna, * the rod, the holy throne and gate, * temple and bridal chamber. From her our God * immutably, past nature, became incarnate * and deified what He assumed, * through ineffable union. [GOASD] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος βαρύς. |
Lauds. Grave Mode. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
|
|
|
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Στιχηρὰ Ἀναστάσιμα. |
Resurrectional Stichera. |
|
Ἦχος βαρύς. |
Grave Mode. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS] |
|
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην· αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. |
Christ has risen from the dead, having loosed the bonds of death. O earth, proclaim the good news of great joy! You heavens, praise the glory of God! [GOASD] |
|
Ἦχος βαρύς. |
Grave Mode. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. [SAAS] |
|
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. |
Having beheld the resurrection of Christ, let us worship the holy Lord, Jesus, the only sinless One. [GOASD] |
|
Ἦχος βαρύς. |
Grave Mode. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Χριστοῦ τὴν ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν ἀνάστασιν. |
We never cease to honor the resurrection of Christ; for it was He who saved us from our transgressions. Holy is the Lord, Jesus, who showed us resurrection. [GOASD] |
|
Ἦχος βαρύς. |
Grave Mode. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; διʼ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης· πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής· πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡμῶν δόξα σοι. |
What shall we give back to the Lord for all He rendered to us? For us, God lived among men. For human nature that was damaged, the Logos became flesh and dwelt among us. To the ungrateful He is the Benefactor; to the captives, the Liberator; to those who sat in darkness, the Sun of Righteousness. He who is dispassionate suffered on the cross; He who is the Light shone in Hades; He who is the Life trampled death. For the fallen He is the resurrection. Let us cry aloud to Him, “Glory to You our God!” [GOASD] |
|
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων. |
Mode 1. For all the powers of heaven. |
|
|
Τῶν οὐρανίων ταγμάτων. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν. |
Come, all you lovers of feast days, and let us celebrate * today’s commemoration of the glorious Teachers. * Empowered by the Spirit they razed the conceits * of intractable heresies; * and by their teachings and doctrines inspired by God, * they both fortified the Church of Christ. [GOASD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Ὀρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον. |
Like brilliant stars do the Fathers illumine everyone. * Their Orthodox discourses are like rays shining brightly. * The one subdued the sophistries, hateful to God, * of the heretic Arius; * the other struck down Nestorius and with him * all the ravings of Sabellius. [GOASD] |
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. |
Verse: My mouth shall speak wisdom, and the meditation of my heart, understanding. [SAAS] |
|
Τὴν ἱερὰν ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στεῤῥὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι. |
Let us extol two most sacred Teachers and Hierarchs, * for they were very zealous for the Lord God almighty: * holy Athanasius the Great, and with him * divine Cyril, that flame of fire. * They are in heaven together and evermore * intercede with God on our behalf. [GOASD] |
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. |
Verse: O Lord, Your priests shall clothe themselves in righteousness; Your saints shall greatly rejoice. [SAAS] |
|
Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα. |
From heaven visit Your chosen people and flock, O Christ. * For in Your Church, the pasture, vicious wolves are among us. * Wipe out their audacity at the appeals * of Your two holy Hierarchs; * You see how scandals and heresies even now * are assailing us continually. [GOASD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Δόξα. Ἦχος πλ. βʹ. |
Glory. Mode pl. 2. |
|
Τὸ Ιʹ Ἑωθινόν. |
Eothinon 10. |
|
Μετὰ τὴν εἰς ᾅδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν· καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς Δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν· καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε. |
After Your descent into Hades and Your resurrection from the dead, Your disciples were understandably disheartened, O Christ, because of Your absence. So they went back to work, the boats and the nets; and they caught nothing. But then You appeared, O Savior, as the Master of all, and You told them to cast the nets on the right side of the boat. They put Your word into action at once; and so great was the quantity of fish. And a marvelous meal was ready ashore. Your disciples partook of it back then; grant us also to enjoy it now spiritually, O benevolent Lord. [GOASD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. |
You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory be to You who showed the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [SD] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord King, heavenly God, Father, Ruler over all; Lord, only-begotten Son, Jesus Christ; and You, O Holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, Lamb of God, Son of the Father, who take away the sin of the world, have mercy on us, You who take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Accept our supplication, You who sit at the right hand of the Father, and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For You alone are holy, You alone are Lord, Jesus Christ, to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Vouchsafe, O Lord, this day, that we be kept without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον. |
After the Doxology, sing the following Resurrectional Troparion. |
|
Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 4. (or the Mode of the week) |
|
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. |
Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD] |
Litanies, End, no Dismissal |
Litanies, End, no Dismissal |
|
Η ΕΚΤΕΝΗΣ |
LITANY OF FERVENT SUPPLICATION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Again we pray for our Archbishop (name). |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
|
|
Litanies and Dismissal |

ΧΟΡΟΣ: Δέσποτα ἅγιε, εὐλόγησον. |
CHOIR: Holy master, give the blessing! |

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
|
|
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and our Fathers among the saints, Athanasius and Cyril, Patriarchs of Alexandria, whose memory we celebrate; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|