2025

2025

Τῇ Δευτέρᾳ | Τῌ ΚΘʹ ΔΕΚΕΜΒΡΙΟΥ

On Monday | December 29

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς Λʹ Ἑβδομάδος

Monday of the 30th Week

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 8:7 – 13

Heb. 8:7 – 13

Ἀδελφοί, εἰ ἡ πρώτη διαθήκη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

Brethren, if that first covenant had been faultless, there would have been no occasion for a second. For he finds fault with them when he says: “The days will come, says the Lord, when I will establish a new covenant with the house of Israel and with the house of Judah; not like the covenant that I made with their fathers on the day when I took them by the hand to lead them out of the land of Egypt; for they did not continue in my covenant, and so I paid no heed to them, says the Lord. This is the covenant that I will make with the house of Israel after those days, says the Lord: I will put my laws into their minds, and write them on their hearts, and I will be their God, and they shall be my people. And they shall not teach every one his fellow or every one his brother, saying, ‘Know the Lord,’ for all shall know me, from the least of them to the greatest. For I will be merciful toward their iniquities, and I will remember their sins and their lawless deeds no more.” In speaking of a new covenant he treats the first as obsolete. And what is becoming obsolete and growing old is ready to vanish away. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 15th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ 10:46 – 52

Mk. 10:46 – 52

Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

At that time, as Jesus was leaving Jericho with his disciples and a great multitude, Bartimaeus, a blind beggar, the son of Timaeus, was sitting by the roadside. And when he heard that it was Jesus of Nazareth, he began to cry out and say, “Jesus, Son of David, have mercy on me!” And many rebuked him, telling him to be silent; but he cried out all the more, “Son of David, have mercy on me!” And Jesus stopped and said, “Call him.” And they called the blind man, saying to him, “Take heart; rise, he is calling you.” And throwing off his mantle he sprang up and came to Jesus. And Jesus said to him, “What do you want me to do for you?” And the blind man said to him, “Rabboni, let me receive my sight.” And Jesus said to him, “Go your way; your faith has made you well.” And immediately he received his sight and followed him on the way. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἁγίων.

For the Saints.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 2:11 – 18

Heb. 2:11 – 18

Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος ᾿Αβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Brethren, he who sanctifies and those who are sanctified have all one origin. That is why he is not ashamed to call them brethren, saying, “I will proclaim your name to my brethren, in the midst of the congregation I will praise you.” And again, “I will put my trust in him.” And again, “Here am I, and the children God has given me.” Since therefore the children share in flesh and blood, he himself likewise partook of the same nature, that through death he might destroy him who has the power of death, that is, the devil, and deliver all those who through fear of death were subject to lifelong bondage. For surely it is not with angels that he is concerned but with the descendants of Abraham. Therefore he had to be made like his brethren in every respect, so that he might become a merciful and faithful high priest in the service of God, to make expiation for the sins of the people. For because he himself has suffered and been tempted, he is able to help those who are tempted. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Μεθέορτον.

Post-festal.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 2:13 – 23

Mt. 2:13 – 23

Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

When the magi had departed, behold, an angel of the Lord appeared to Joseph in a dream and said, “Rise, take the child and his mother, and flee to Egypt, and remain there till I tell you; for Herod is about to search for the child, to destroy him.” And he rose and took the child and his mother by night, and departed to Egypt, and remained there until the death of Herod. This was to fulfill what the Lord had spoken by the prophet, “Out of Egypt have I called my son.” Then Herod, when he saw that he had been tricked by the magi, was in a furious rage, and he sent and killed all the male children in Bethlehem and in all that region who were two years old or under, according to the time which he had ascertained from the magi. Then was fulfilled what was spoken by the prophet Jeremiah: “A voice was heard in Ramah, wailing and loud lamentation, Rachel weeping for her children; she refused to be consoled, because they were no more.” But when Herod died, behold, an angel of the Lord appeared in a dream to Joseph in Egypt, saying, “Rise, take the child and his mother, and go to the land of Israel, for those who sought the child’s life are dead.” And he rose and took the child and his mother, and went to the land of Israel. But when he heard that Archelaus reigned over Judea in place of his father Herod, he was afraid to go there, and being warned in a dream he withdrew to the district of Galilee. And he went and dwelt in a city called Nazareth, that what was spoken by the prophets might be fulfilled, “He shall be called a Nazarene.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΘʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.

On December 29, we commemorate the Holy Innocents, the 14,000 infants slaughtered by Herod.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη πάντων τῶν Χριστιανῶν, καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν Ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.

On this day we also commemorate all our Christian brethren who have died by starvation and thirst, or by the sword, or from exposure. The Synaxis in their honor was held at the church of the Most-holy Theotokos in Chalcoprateia, where her holy shrine was.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.

On this day we also commemorate our devout father Marcellus, Abbot of the Unsleeping.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.

On this day we also commemorate our devout father Thaddaeus the Confessor.

Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Νικομηδείας, τοῦ ποιητοῦ ᾀσματικῶν τινων Κανόνων καὶ Τροπαρίων.

We also commemorate our devout father George, Bishop of Nicomedia, the composer of various hymnographic Canons and Troparia.

Καὶ τὰ Ἐγκαίνια τοῦ Ναοῦ τῶν ἁγίων μʹ Μαρτύρων, πλησίον τοῦ Χαλκοῦ Τετραπύλου.

We also commemorate the Consecration of the Church of the Forty Martyrs, near the Bronze Tetrapylon.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your saints, O God, have mercy on us and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the Twelve Days of Christmas