Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος γʹ. |
Octoechos - Mode 3. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ ΙΗʹ - ΚΔʹ ΔΕΚΕΜΒΡΙΟΥ |
Menaion - December 18-24 |
Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως |
Sunday Before Christmas |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος γʹ. |
Mode 3. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος γʹ. |
Mode 3. |
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Let the heavens be glad. Let the earth rejoice exceedingly. For the Lord has shown strength with his arm. He trampled death by death. He became the first-born of the dead. Out of the belly of Hades, He has rescued us, and to the world He has granted the great mercy. [GOASD] |
Δόξα. Τῶν Πατέρων. |
Glory. For the Fathers. |
Ἦχος βʹ. |
Mode 2. |
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Magnificent are the accomplishments of faith! The holy Three Servants greatly rejoiced, as they stood in the fountain of fire, as if beside the still waters; and the Prophet Daniel appeared to be a shepherd of lions, as if they were sheep. At their entreaties, O Christ God, save our souls. [SD] |
Καὶ νῦν. Προεόρτιον. |
Both now. For the Forefeast. |
Ἦχος δʹ. |
Mode 4. |
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. |
O Bethlehem, prepare, Eden is opened unto all. * And be ready, Ephrata, for the Tree of life * has in the grotto blossomed forth from the Virgin. * Indeed her womb is shown to be spiritually * a Paradise, in which is found the God-planted Tree. * And if we eat from it we shall live, and shall not die, as did Adam of old. * Christ is born, so that He might raise up * the formerly fallen image. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος γʹ. |
Mode 3. |
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. |
Christ has been raised from the dead; He is the first fruits of those who have fallen asleep. As the first-born of all creation and maker of all things that were made, in himself He renewed our human nature that had been ravaged. O Death, you no longer have dominion, for the Master of all has destroyed your power. [GOASD] |
Δόξα. |
Glory. |
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατʼ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. |
You tasted death in the flesh, O Lord. But by Your resurrection, You cut off its bitterness and strengthened humanity against it, by reversing the failure that resulted in the ancient curse. O Defender of our life, glory to You, O Lord! [GOASD] |
Καὶ νῦν. Προεόρτιον. |
Both now. For the Forefeast. |
Ἦχος πλ. βʹ. Ἀγγελικαὶ Δυνάμεις. |
Mode pl. 2. When the angelic powers. |
Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν, αὔριον τίκτεται, ἐκ Παρθένου Μαρίας ὑπὲρ λόγον, καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου· ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες· ἀγραυλοῦσι Ποιμένες, ἐπᾴδομεν καὶ ἡμεῖς· ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι. |
The sayings of the Prophets are being now fulfilled, * for our God shall be born in the days to come * ineffably from Mary the Virgin, and He remains * what He was before childbirth. * The Magi have been gathered, bearing their precious gifts. * In the fields are the shepherds. And we sing a hymn to Him * who from a Virgin was born, “Glory to You, O Lord.” [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κάθισμα Βʹ. |
Kathisma II. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀναστάσει σου. |
You voluntarily endured Your suffering, * and Your divinity remained unchanged, O Lord. * Hades was terrified by this; and lamenting, it said to itself, * “I fear Him whose physical constitution is not destroyed. * I see the invisible One mystically waging war on me. * Now those whom I am holding are crying out, * ‘Glory to Your resurrection, O Christ!’” [GOASD] |
Δόξα. |
Glory. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόῤῥητον μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀναστάσει σου. |
We the believers now theologize about * the inexplicable, incomprehensible, * and hidden mystery of Your crucifixion and resurrection. * For death and the netherworld have been stripped of their spoils today, * and our human nature has now put on the imperishable. * And therefore in thanksgiving we cry aloud: * Glory to Your resurrection, O Christ. [GOASD] |
Καὶ νῦν. Προεόρτιον. |
Both now. For the Forefeast. |
Ἦχος πλ. δʹ. Αὐλῶν Ποιμενικῶν. |
Mode pl. 4. The army of the Angels. |
Αὐλῶν Ποιμενικῶν, καταπαύων ἆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἠγεμονεύοντες, κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. |
The army of the Angels appearing silenced * the song of shepherds pipes. And the Angel uttered, * Stop in the field abiding, * O you the governors of animals. * Cry out in exaltation, * for Christ the Lord has been born today. * It is His will to save the human race, * as God, in His good pleasure. [SD] |
Εὐλογητάρια Ἀναστάσιμα. |
Resurrectional Evlogetaria. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. |
When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. |
“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. |
Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. |
When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.” |
Δόξα. |
Glory. |
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. |
We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord. |
Καὶ νῦν. |
Both now. |
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. |
Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ὑπακοή. Ἦχος γʹ. |
Hypakoe. Mode 3. |
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. |
Astounding in appearance, refreshing by the words he spoke, the dazzling Angel said to the Myrrh-bearing Women, “Why do you look in a tomb for the One who is alive? He has risen and emptied the tombs. Know that He is the unchanging Changer of death. Say to God, ‘How awesome are Your works! For You have saved the human race.’” [GOASD] |
ΧΟΡΟΣ |
CHOIR |
Οἱ Ἀναβαθμοί. |
Anavathmoi. |
Ἀντίφωνον Αʹ. Ἦχος γʹ. |
Antiphon 1. Mode 3. |
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος, κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε. |
From Babylon You rescued the captives of Zion. O Logos, also pull me up from the passions to life. [GOASD] |
Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. |
Those who sow with godly tears in the south, with joy will reap the ears of everlasting life. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. |
In the Holy Spirit, as in the Father and the Son, every gift of goodness intrinsically shines forth. And in Him all things both live and move. [GOASD] |
Ἀντίφωνον Βʹ. |
Antiphon 2. |
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. |
Unless the Lord builds the house of the virtues, we labor in vain. But if He is guarding the soul, no one can destroy our city. [GOASD] |
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί. |
O Christ, the Son of the Father, the fruit of the womb, the saints are ever adopted sons, through You in the Spirit. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε καὶ Λόγῳ. |
In the Holy Spirit are perceived all holiness and wisdom, for He gives substance to all creation. Since He is God, let us worship Him, as we do the Father and the Logos. [GOASD] |
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. |
Blessed are those who fear the Lord: they will walk in the ways of His commandments. They shall eat every kind of life-giving fruit. [GOASD] |
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. |
As you see your children’s children around your table bearing branches of good works, be glad, O arch-pastor. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. |
In the Holy Spirit is all the wealth of glory. From Him issue grace and life to all creation. And He is extolled with the Father and the Logos. [GOASD] |
Προκείμενον. |
Prokeimenon. |
Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς) |
Say among the Gentiles, “The Lord is King, for He established the world, which shall not be shaken.” (2) |
Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. |
Verse: Oh, sing a new song to the Lord. |
Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. |
Say among the Gentiles, “The Lord is King, for He established the world, which shall not be shaken.” [SAAS] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου· σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. |
From the tomb You rose today, O Lord of tender compassion, also from the gates of death You led us out, O our Savior. On this day Adam is dancing and Eve rejoices, and with them the holy Patriarchs and the Prophets are unceasingly extolling the divine power of Your authority. [GOASD] |
Ὁ Οἶκος. |
Oikos. |
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταῤῥάσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ. |
Let heaven and earth join in dance today and in harmony extol Christ our God, for He raised the prisoners from their tombs. All creation celebrates together, offering worthy songs to our Redeemer, the Creator of all. For today, with himself as the Giver of Life, He raises people from the netherworld and lifts them up to heaven. He quashes the enemy’s haughtiness and smashes the gates of Hades, by the divine power of His authority. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κοντάκιον. Προεόρτιον. |
Kontakion. For the Forefeast. |
Εὐφραίνου Βηθλεέμ, Εὐφραθᾶ ἑτοιμάζου· ἰδοὺ γὰρ ἡ Ἀμνάς, τὸν Ποιμένα τὸν μέγαν, ἐν μήτρᾳ βαστάζουσα, τοῦ τεκεῖν κατεπείγεται, ὅνπερ βλέποντες, οἱ θεοφόροι Πατέρες, ἐπαγάλλονται, μετὰ Ποιμένων ὑμνοῦντες, Παρθένον θηλάζουσαν. |
O Bethlehem, be glad, Ephrata, now be ready. * Behold, the human Ewe comes in haste to deliver * the great Shepherd, whom she bears * as a babe in her virgin womb. * And beholding Him, God-bearing Fathers and Shepherds * now exult in Him, and they sing praises extolling * the Virgin who nurses Him. [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Τῆς σῆς Παρθένε κυήσεως τὴν λαμπρότητα, καθορῶντες ἐκλάμπουσαν, Ἀβραὰμ ὁ φιλόθεος, καὶ Ἰσαὰκ ὁ ἀοίδιμος, καὶ Ἰακώβ, καὶ πᾶς ὁ θεοσύλλεκτος χορὸς τῶν ἁγίων ἀγάλλεται, καὶ τὴν κτίσιν προσήγαγον, πρὸς σὴν ὑπάντησιν, ἐν χαρμοσύναις λέξεσι. Χαρᾶς γὰρ πρόξενος πᾶσιν ὤφθης, ἐν μήτρᾳ συλλαβοῦσα, τὸν ποτὲ ἐν Βαβυλῶνι ὁραθέντα, καὶ τοὺς Παῖδας, τοὺς ἐν τῇ καμίνῳ ἀδίκως βληθέντας, ἀφλέκτους συντηρήσαντα ὑπὲρ πᾶσαν ἔννοιαν. Διὸ καὶ ἀναμέλπουσι τὸν ὁρώμενον ἐν χερσὶ νεάνιδος, ὑμνοῦντες Παρθένον θηλάζουσαν. |
Perceiving the splendor of your childbirth shine forth, O Virgin, God-loving Abraham and the renowned Isaac and Jacob and the entire choir of saints assembled by God all rejoice. They have brought creation to greet you with joyful words. For you are the cause of joy for all, having conceived in your womb the very One who was seen in Babylon of old, and in a manner passing all understanding preserved unscathed the Servants who were thrown unjustly into the furnace. Therefore they sing praises to the One who was seen in the arms of the Maiden, extolling the Virgin who nurses Him. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Μάρτυρος Ἰουλιανῆς. |
On December 21 we commemorate the holy Martyr Julianna. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται. |
On this day we also commemorate the holy 500 Martyrs who believed through St. Julianna and died by the sword in Nicomedia. |
Τῇ αὐτῇ ἡμέρᾳ αἱ ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες, αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται. |
On this day the holy 130 Martyrs died by the sword in Nicomedia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους. |
On this day we commemorate the holy Martyr Themistocles. |
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Χριστοῦ Γεννήσεως, μνήμη ἄγειν ἐτάχθημεν παρὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπʼ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο· ὁμοίως καὶ τῶν Προφητῶν καὶ Προφητίδων. |
On this day, the Sunday before the Nativity of Christ, we have been enjoined by our holy and God-bearing Fathers to commemorate all those who from the beginning of time were well-pleasing to God, from Adam to Joseph the Betrothed of the Most Holy Theotokos, according to the genealogy, as the Evangelist Luke enumerated in historical order; and also the Prophets and Prophetesses. |
Μνήμη τῶν Πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας. |
We commemorate Adam and Eve, the first fashioned. |
Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ Ἀδάμ. |
We commemorate the righteous Abel, the son of Adam. |
Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ. |
We commemorate the righteous Seth, the son of Adam. |
Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ. |
We commemorate the righteous Enosh, the son of Seth. |
Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἐνώς. |
We commemorate the righteous Cainan, the son of Enosh. |
Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν. |
We commemorate the righteous Mahalalel, the son of Cainan. |
Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μαλελεήλ. |
We commemorate the righteous Jared, the son of Mahalalel. |
Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ Ἰάρεδ. |
We commemorate the righteous Enoch, the son of Jared. |
Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ. |
We commemorate the righteous Methuselah, the son of Enoch. |
Μνήμη τοῦ δικαίου Λαμέχ, υἱοῦ Μαθουσάλα. |
We commemorate the righteous Lamech, the son of Methuselah. |
Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λαμέχ. |
We commemorate the righteous Noah, the son of Lamech. |
Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε. |
We commemorate the righteous Shem, the son of Noah. |
Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε. |
We commemorate the righteous Japheth, the son of Noah. |
Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ. |
We commemorate the righteous Arphaxad, the son of Shem. |
Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ. |
We commemorate the righteous Cainan, the son of Arphaxad. |
Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν. |
We commemorate the righteous Shelah, the son of Cainan. |
Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ’ οὗ καὶ οἱ Ἰουδαίοι Ἑβραῖοι ἐκλήθησαν. |
We commemorate the righteous Eber, from whom the Jews were called Hebrews. |
Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ. |
We commemorate the righteous Peleg, the son of Eber. |
Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ. |
We commemorate Reu, the son of Peleg. |
Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ. |
We commemorate the righteous Serug, the son of Reu. |
Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ. |
We commemorate the righteous Nahor, the son of Serug. |
Μνήμη τοῦ δικαίου Θάῤῥα, υἱοῦ Ναχώρ. |
We commemorate the righteous Terah, the son of Nahor. |
Μνήμη τοῦ δικαίου Πατριάρχου Ἀβραάμ, υἱοῦ Θάῤῥα. |
We commemorate the righteous Patriarch Abraham, the son of Terah. |
Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ. |
We commemorate the Patriarch Isaac, the son of Abraham. |
Μνήμη τοῦ Πατριάρχου Ἰακώβ, υἱοῦ Ἰσαάκ. |
We commemorate the Patriarch Jacob, the son of Isaac. |
Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰακώβ. |
We commemorate the Patriarch Reuben, the son of Jacob. |
Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ. |
We commemorate the Patriarch Simeon, the son of Jacob. |
Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἱακώβ. |
We commemorate the Patriarch Levi, the son of Jacob. |
Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός. |
We commemorate the Patriarch Judah, the son of Jacob, from whose tribe Christ was born. |
Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ παράλιος. |
We commemorate the Patriarch Zebulun, the son of Jacob, whose tribe was by the sea. |
Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ γηπόνος. |
We commemorate the Patriarch Issachar, the son of Jacob, whose tribe cultivated the earth. |
Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ κριτής. |
We commemorate the Patriarch Dan, the son of Jacob, whose tribe was the tribe of Judges. |
Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ ληστευομένη ἢ ληστεύσασα. |
We commemorate the Patriarch Gad, the son of Jacob, whose tribe is plundered and plundering. |
Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις. |
We commemorate the Patriarch Asher, the son of Jacob, whose tribe was wealthy in wheatlands. |
Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ πολὺ πλῆθος. |
We commemorate the Patriarch Naphtali, the son of Jacob, whose tribe became a great multitude. |
Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ περίδοξος καὶ περιφανής. |
We commemorate the Patriarch Joseph, the son of Jacob, whose tribe was right glorious and illustrious. |
Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ Φυλὴ ἀπὸ ἀγρίας πραεία. |
We commemorate the Patriarch Benjamin, the son of Jacob, whose tribe, though once fierce, became gentle. |
Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου. |
We commemorate Perez and Zerah, the twins, the sons of Judah the Patriarch. |
Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές. |
We commemorate Hezron, the son of Perez. |
Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ. |
We commemorate Ram, the son of Hezron. |
Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ. |
We commemorate Amminadab, the son of Ram. |
Μνήμη Ναασσών, υἱοῦ Ἀμιναδάβ. |
We commemorate Nahshon, the son of Amminadab. |
Μνήμη Σαλμών, υἱοῦ Ναασσών. |
We commemorate Salmon, the son of Nahshon. |
Μνήμη Βοόζ, υἱοῦ Σαλμών. |
We commemorate Boaz, the son of Salmon. |
Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥούθ γεννηθέντος. |
We commemorate Obed, the son of Boaz by Ruth. |
Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ. |
We commemorate Jesse, the son of Obed. |
Μνήμη Δαυΐδ βασιλέως, υἱοῦ Ἰεσσαί. |
We commemorate David the King, the son of Jesse. |
Μνήμη Σολομῶντος βασιλέως, υἱοῦ Δαυΐδ. |
We commemorate Solomon the King, the son of David. |
Μνήμη Ῥοβοὰμ βασιλέως, υἱοῦ Σολομῶντος. |
We commemorate Rehoboam the King, the son of Solomon. |
Μνήμη Ἀβιὰ βασιλέως, υἱοῦ Ῥοβοάμ. |
We commemorate Abijah the King, the son of Rehoboam. |
Μνήμη Ἀσὰ βασιλέως, υἱοῦ Ἀβιά. |
We commemorate Asa the King, the son of Abijah. |
Μνήμη Ἰωσαφάτ βασιλέως, υἱοῦ Ἀσά. |
We commemorate Jehoshaphat the King, the son of Asa. |
Μνήμη Ἰωρὰμ βασιλέως, υἱοῦ Ἰωσαφάτ. |
We commemorate Joram the King, the son of Jehoshaphat. |
Μνήμη Ὀζίου βασιλέως, υἱοῦ Ἰωράμ. |
We commemorate Uzziah the King, the son of Joram. |
Μνήμη Ἰωάθαμ βασιλέως, υἱοῦ Ὀζίου. |
We commemorate Jotham the King, the son of Uzziah. |
Μνήμη Ἄχαζ βασιλέως, υἱοῦ Ἰωάθαμ. |
We commemorate Ahaz the King, the son of Jotham. |
Μνήμη Ἐζεκίου βασιλέως, υἱοῦ Ἄχαζ. |
We commemorate Hezekiah the King, the son of Ahaz. |
Μνήμη Μανασσῆ βασιλέως, υἱοῦ Ἐζεκίου. |
We commemorate Manasseh the King, the son of Hezekiah. |
Μνήμη Ἀμμὼν βασιλέως, υἱοῦ Μανασσῆ. |
We commemorate Amon the King, the son of Manasseh. |
Μνήμη Ἰωσίου βασιλέως, υἱοῦ Ἀμμών. |
We commemorate Josiah the King son of Amon. |
Μνήμη Ἰεχονίου βασιλέως, υἱοῦ Ἰωσίου. |
We commemorate Jeconiah the King, the son of Josiah. |
Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου. |
We commemorate Shealtiel, the son of Jeconiah. |
Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος. |
We commemorate Zerubbabel, who again raised up the Temple in Jerusalem when it had been burned. |
Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ. |
We commemorate Abiud, the son of Zerubbabel. |
Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ. |
We commemorate Eliakim, the son of Abiud. |
Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ. |
We commemorate Azor, the son of Eliakim. |
Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ. |
We commemorate Zadok, the son of Azor. |
Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ. |
We commemorate Achim, the son of Zadok. |
Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ. |
We commemorate Eliud, the son of Achim. |
Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ. |
We commemorate Eleazar, the son of Eliud. |
Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ. |
We commemorate Matthan, the son of Eleazar. |
Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν. |
We commemorate Jacob, the son of Matthan. |
Μνήμη Ἰωσήφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ. |
We commemorate Joseph the Betrothed, the son of Jacob. |
Μνήμη τοῦ δικαίου Μελχισεδέκ. |
We commemorate the righteous Melchizedek. |
Μνήμη τοῦ δικαίου Ἰώβ. |
We commemorate the righteous Job. |
Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὢρ καὶ Ἀαρὼν τῶν ἱερέων. |
We commemorate the Prophet Moses, and Hur and Aaron the Priests. |
Μνήμη Ἰησοῦ τοῦ Ναυῆ. |
We commemorate Joshua the son of Nun. |
Μνήμη τοῦ ἁγίου Προφήτου Σαμουήλ. |
We commemorate the holy Prophet Samuel. |
Μνήμη τοῦ Προφήτου Νάθαν. |
We commemorate the Prophet Nathan. |
Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ. |
We commemorate the holy Prophet Daniel. |
Μνήμη τῶν ἁγίων τριῶν Παίδων. |
We commemorate the holy Three Servants. |
Μνήμη τῆς δικαίας Σάῤῥας, γυναικὸς Ἀβραάμ. |
We commemorate the righteous Sarah, the wife of Abraham. |
Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ. |
We commemorate the righteous Rebecca, the wife of Isaac. |
Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικὸς Ἰακώβ. |
We commemorate the righteous Leah, the first wife of Jacob. |
Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικὸς Ἰακώβ. |
We commemorate the righteous Rachel, the second wife of Jacob. |
Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικὸς Ἰωσὴφ τοῦ παγκάλλου. |
We commemorate the righteous Asenath, the wife of Joseph the All-comely. |
Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωυσέως. |
We commemorate the righteous Miriam, the sister of Moses. |
Μνήμη τῆς δικαίας Δεβόῤῥας, τῆς κρινάσης τὸν Ἰσραήλ. |
We commemorate the righteous Deborah, who judged Israel. |
Μνήμη τῆς δικαίας Ῥούθ. |
We commemorate the righteous Ruth. |
Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη. |
We commemorate the righteous Widow of Zarephath, unto whom Elijah was sent. |
Μνήμη τῆς δικαίας Σωμανίτιδος, τῆς ξενοδοχησάσης τὸν Ἑλισσαῖον. |
We commemorate the righteous Shunammite Woman, the gave hospitality to Elisha. |
Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην. |
We commemorate the righteous Judith, who slew Holofernes. |
Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου. |
We commemorate the righteous Esther, who delivered Israel from death. |
Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου. |
We commemorate the righteous Hannah, the mother of Samuel the Prophet. |
Μνήμη τῆς δικαίας Σωσάννης. |
We commemorate the righteous Susanna. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us and save us. Amen. |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
Καταβασίαι τῆς Χριστοῦ Γεννήσεως Αʹ |
Katavasias of Christmas I |
ᾨδὴ αʹ. Ἦχος αʹ. |
Ode i. Mode 1. |
Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται. |
Christ is born! Glorify Him! * Christ is come from heaven! Go and meet Him! * Christ is on earth! Arise to Him! * Sing to the Lord, all you inhabitants of earth, and all you peoples, praise Him, * and with merriment extol Him who is glorified! [GOASD] |
ᾨδὴ γʹ. |
Ode iii. |
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπʼ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε. |
To the Son, begotten from the Father unchangingly before the ages, * and now becoming incarnate from the Virgin without seed; * to Christ God let us cry aloud, * “You have exalted the horn of our strength. * Only You are holy, O Lord!” [GOASD] |
ᾨδὴ δʹ. |
Ode iv. |
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε. |
A rod has come forth from Jesse’s root, * and You its flower grew from it, praiseworthy Christ, now born of the Virgin, * whom Habakkuk called Paran, shady, thickly wooded mountain. * From her who knew no man You came incarnate, O immaterial God. * Glory to Your strength, O Lord! [GOASD] |
ᾨδὴ εʹ. |
Ode v. |
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε. |
O God of peace and Father of mercies, * You have sent to us the Wonderful Counselor, * the Angel of Your great counsel, granting us peace. * And now to light of knowledge of God we have been guided, * and we rise from night to dawn and glorify You, O benevolent Lord. [GOASD] |
ᾨδὴ Ϛʹ. |
Ode vi. |
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε, φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον. |
Jonah long ago * was hurled from the belly of the whale as he went in, like a newborn babe. * With the Virgin now, * when the Logos had dwelt in His Mother’s womb, * taking flesh, He then emerged, preserving her intact.* Yielding not to changeability, * He preserved her unaltered in childbirth. [GOASD] |
ᾨδὴ ζʹ. |
Ode vii. |
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλʼ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Brought up together piously, the Servants * with contempt regarded the impious king’s decree. * The threat of the furnace did not frighten them. * Rather, standing in the midst of flames, they prayed and sang, * “Blessed are You, O Lord God of our fathers!” [GOASD] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Babylon’s bedewing furnace bore the image of an extraordinary wonder. * For it did not burn the youths it was holding, * nor did the fire of Divinity consume the Virgin’s womb wherein it went. * And so let us songfully extol and praise, * “Let all creation bless the Lord, sing a hymn to Him, * and exalt Him beyond measure unto all the ages.” [GOASD] |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἦχος βʹ. |
Mode 2. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
Ἑωθινὸν Ϛʹ |
Eothinon 6 |
Λουκᾶν 24:36 – 53 |
Luke. 24:36 – 53 |
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν. |
At that time, Jesus, having risen from the dead, stood in the midst of his disciples and said to them, “Peace to you!” But they were startled and frightened, and supposed that they saw a spirit. And he said to them, “Why are you troubled, and why do questionings rise in your hearts? See my hands and feet, that it is I myself; handle me, and see; for a spirit has not flesh and bones as you see that I have.” And when he said this, he showed them his hands and his feet. And while they still disbelieved for joy, and wondered, he said to them, “Have you anything here to eat?” They gave him a piece of broiled fish and some honeycomb, and he took it and ate before them. Then he said to them, “These are my words which I spoke to you, while I was still with you, that everything written about me in the law of Moses and the prophets and the psalms must be fulfilled.” Then he opened their minds to understand the scriptures, and said to them, “Thus it is written, that the Christ should suffer and on the third day rise from the dead, and that repentance and forgiveness of sins should be preached in his name to all nations, beginning from Jerusalem. You are witnesses of these things. And behold, I send the promise of my Father upon you; but stay in the city of Jerusalem, until you are clothed with power from on high.” Then he led them out as far as Bethany, and lifting up his hands, he blessed them. While he blessed them, he parted from them, and was carried up into heaven. And they worshiped him, and they returned to Jerusalem with great joy, and were continually in the temple praising and blessing God. Amen. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having beheld the Resurrection of Christ, let us worship the holy Lord Jesus, the only sinless one. Your Cross, O Christ, we venerate, and Your holy Resurrection we praise and glorify. For You are our God; apart from You we know no other; we call upon Your name. Come, all faithful, let us venerate the holy Resurrection of Christ; for behold, through the Cross, joy has come to the whole world. Ever blessing the Lord, let us praise His Resurrection; for having endured the Cross for us, He destroyed death by death. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
Δόξα. |
Glory. |
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
Καὶ νῦν. |
Both now. |
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, πάντων τῶν ἀπʼ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; all those who from the beginning of time were well-pleasing to God, from Adam to Joseph the Betrothed of the Most Holy Theotokos, whose memory we observe; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος αʹ. |
The Magnificat. Mode 1. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
ᾨδὴ θʹ. Καταβασία. Ἦχος αʹ. |
Ode ix. Katavasia. Mode 1. |
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. |
O my soul, magnify the woman who is higher in honor and in glory than the armies of heaven. |
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. |
I see here a new and paradoxical mystery. * For the cave resembles heaven, * the Virgin, the cherubic throne, * the manger, a grand space, * in which He whom nothing can contain was laid, Christ our God; * whom we extol in song and magnify. [GOASD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος βʹ. |
Mode 2. |
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς) |
Holy is the Lord our God. (2) [SAAS] |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. |
Exalt the Lord our God, and worship at the footstool of His feet. |
Ὅτι ἅγιός ἐστι. |
For He is holy. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Τὸ Ϛʹ Ἑωθινόν. |
Eothinon 6. |
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατʼ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρωπε, δόξα τῇ σῇ ἐγέρσει. |
Proving to Your disciples that * You are human in essence, * O Savior, You partook of food * after Your resurrection. * You stood among them and taught them * that they should preach repentance. * You promised them that You would send * the Holy Spirit. Then You were lifted up * and ascended to the heavenly Father. * O God, beyond divine, and man, * glory to Your resurrection! [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Τῶν Προπατόρων. |
For the Forefathers. |
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες· ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς Προφητείας. |
The foremost of the Patriarchs,* Fathers before the Law came,* brightly shone forth by means of faith,* Abraham, Isaac, and Jacob,* as very bright luminaries.* Thereafter all the Prophets* and all the Righteous were from them* lit up as lamps, and thus they began to shine;* Therefore by the rays of their God-inspired* Prophecy they illumined all* the bedarkened creation. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Προεόρτιον. |
For the Forefeast. |
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Εὐφραίνου Βηθλεέμ, καὶ σὺ Εὐφραθᾶ ἑτοιμάζου· ἡ Θεοτόκος ἥκει γάρ, ἐν σπηλαίῳ καὶ φάτνῃ, τεκεῖν Θεὸν ἀποῤῥήτως. Ὢ φρικτοῦ μυστηρίου! οὗ νῦν τὴν θείαν Γέννησιν, Ἀβραὰμ Ἰσαάκ τε, καὶ Ἰακώβ, Πατριάρχαι ἅπαντες καὶ Προφῆται, φαιδρῶς προεορτάζουσι, καὶ βροτοὶ σὺν Ἀγγέλοις. |
O Bethlehem, rejoice; and you * Ephrata, now make ready. * The Theotokos comes to give * birth unto God ineffably * in a cave and a manger. * O! what an awesome mystery. * Prophets and all the Patriarchs, * Abraham, Isaac, Jacob and all the rest, * now together merrily keep the Forefeast * of His divine Nativity* with mankind and the angels. [SD] |
Οἱ Αἶνοι. Ἦχος γʹ. |
Lauds. Mode 3. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Στιχηρὰ Ἀναστάσιμα. |
Resurrectional Stichera. |
Ἦχος γʹ. |
Mode 3. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS] |
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη διʼ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. |
O come, all you nations. Know the power of the awe-inspiring mystery. For Christ our Savior, the Logos who was in the beginning, for us voluntarily was crucified and buried, and He rose from the dead, all to save the universe. Come and let us worship Him. [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. [SAAS] |
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. |
The soldiers who had guarded You, O Lord, reported all the marvelous events that had taken place. But that vain council filled their right hand with bribes, thinking that in this way they could hide Your resurrection, which the world glorifies. Have mercy on us. [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλʼ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. |
The universe is filled with joy since it experienced Your resurrection. Mary Magdalene came to the tomb. She found an Angel sitting on the stone. He was shining like lightning in dazzling apparel, and he said, “Why do you seek the living among the dead? He is not here; for He has risen, as He said. He is going before you to Galilee.” [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. |
In Your light we shall see light, O benevolent Master. For You rose from the dead, granting salvation to the human race, so that all creation may glorify You, the only One who is without sin. Have mercy on us! [GOASD] |
Τῶν Προπατόρων. |
For the Forefathers. |
Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν. |
Mode pl. 1. Rejoice. |
|
Χαίροις ἀσκητικῶν. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρʼ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. |
Zion the holy city of God, * lift up your voices, truly heralding the divine * memorial of the Fathers, * as you pay honor to them, * Abraham and Isaac, with Jacob the acclaimed. * With Judah and Levi, behold we now also magnify * Moses the great one, along with Aaron the God-inspired, * and we honor David and Joshua and Samuel. * All of us, striking up divine * and sacred forefestal hymns * in praise of Christ, are in earnest * entreating Him that we may obtain * the gift of His goodness * that derives from Him who grants His great mercy to the world. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρʼ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. |
Zion the holy city of God, * lift up your voices, truly heralding the divine * memorial of the Fathers, * as you pay honor to them, * Abraham and Isaac, with Jacob the acclaimed. * With Judah and Levi, behold we now also magnify * Moses the great one, along with Aaron the God-inspired, * and we honor David and Joshua and Samuel. * All of us, striking up divine * and sacred forefestal hymns * in praise of Christ, are in earnest * entreating Him that we may obtain * the gift of His goodness * that derives from Him who grants His great mercy to the world. [SD] |
Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You, O Lord God of our fathers, for You are praiseworthy and exalted beyond measure unto the ages. [SAAS] |
Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. |
Come now Prophet Elias who once * became the rider of the divine fiery chariot, * Elisha the godly-minded, * and Hezekiah as well, * with Josiah also, together rejoice. * And you the august band of dozen Prophets inspired by God, * join in the chorus for the Savior’s Nativity, * and you Righteous all sing His praises in holy song. * Trinity of the blessed Youths * who put out the furnace fire * with the dew of the Spirit, * make supplication on our behalf * to Christ importunely * and implore Him that great mercy be given to our souls. [SD] |
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. |
Verse: For You are righteous in all You did for us. [SAAS] |
Ὤφθη ἡ ἀπʼ αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φλέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι· μεθʼ ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάῤῥα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ· ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
She who from all the ages on earth * in the predictions of the Prophets is heralded, * the Virgin and Theotokos, * has now appeared, whom the wise * Patriarchs and Righteous openly declare. * With them joining chorus is the adornment of womanhood, * Sarah, Rebecca, also Rachel and Hannah too, * as well as Moses’ sister the glorious Miriam. * With them together now exult * the far reaches of the world, * and all creation rejoices. * For His nativity in the flesh * is God himself coming, * and in order to bestow His great mercy on the world. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Δόξα. Τῶν Προπατόρων. |
Glory. For the Forefathers. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι. |
The collection of the teachings of the Law makes Christ’s divine Nativity in the flesh apparent to those who preached the gospel of Grace before the Law was given and were above the Law by virtue of their faith. Therefore to the souls held in Hades, they announced the Nativity beforehand, that it would be the cause of the deliverance from corruption, through the resurrection. Glory to You, O Lord. [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. |
You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory be to You who showed the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [SD] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord King, heavenly God, Father, Ruler over all; Lord, only-begotten Son, Jesus Christ; and You, O Holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, Lamb of God, Son of the Father, who take away the sin of the world, have mercy on us, You who take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Accept our supplication, You who sit at the right hand of the Father, and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For You alone are holy, You alone are Lord, Jesus Christ, to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Vouchsafe, O Lord, this day, that we be kept without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον. |
After the Doxology, sing the following Resurrectional Troparion. |
Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 4. (or the Mode of the week) |
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. |
Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD] |