2025 |
2025 |
Τῇ Δευτέρᾳ | Τῌ Αʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Monday | December 1 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς ΚϚʹ Ἑβδομάδος |
Monday of the 26th Week |
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to Timothy. |
Αʹ Τιμ 1:1 – 7 |
1 Tim. 1:1 – 7 |
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. |
Paul, an apostle of Christ Jesus by command of God our Savior and of Christ Jesus our hope. To Timothy, my true child in the faith: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord. As I urged you when I was going to Macedonia, remain at Ephesus that you may charge certain persons not to teach any different doctrine, nor to occupy themselves with myths and endless genealogies which promote speculations rather than the divine order that is in faith; whereas the aim of our charge is love that issues from a pure heart and a good conscience and sincere faith. Certain persons by swerving from these have wandered away into vain discussion, desiring to be teachers of the law, without understanding either what they are saying or the things about which they make assertions. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς ΙΑʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 11th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 19:37 – 44 |
Lk. 19:37 – 44 |
Τῷ καιρῷ ἐκείνῳ, ἐγγίζοντος τοῦ Ἰησοῦ πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, λέγων ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. |
At that time, as Jesus was drawing near, at the descent of the Mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen, saying, “Blessed is the King who comes in the name of the Lord! Peace in heaven and glory in the highest!” And some of the Pharisees in the multitude said to him, “Teacher, rebuke your disciples.” He answered, “I tell you, if these were silent, the very stones would cry out.” And when he drew near and saw the city he wept over it, saying, “Would that even today you knew the things that make for peace! But now they are hid from your eyes. For the days shall come upon you, when your enemies will cast up a bank about you and surround you, and hem you in on every side, and dash you to the ground, you and your children within you, and they will not leave one stone upon another in you; because you did not know the time of your visitation.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Προφήτου. |
For the Prophet. |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 14:20 – 25 |
1 Cor. 14:20 – 25 |
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. |
Brethren, do not be children in your thinking; however, in evil be babes, but in thinking be mature. In the law it is written, “By men of strange tongues and by the lips of foreigners will I speak to this people, and even then they will not listen to me, says the Lord.” Thus, tongues are a sign not for believers but for unbelievers, while prophecy is not for unbelievers but for believers. If, therefore, the whole church assembles and all speak in tongues, and outsiders or unbelievers enter, will they not say that you are mad? But if all prophesy, and an unbeliever or outsider enters, he is convicted by all, he is called to account by all, the secrets of his heart are disclosed; and so falling on his face, he will worship God and declare that God is really among you. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Αʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Προφήτου Ναούμ. |
On December 1, we commemorate the holy Prophet Nahum. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. |
On this day we also commemorate devout Philaretos the Merciful. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἀνανίου τοῦ Πέρσου. |
On this day we also commemorate the holy Martyr Ananias the Persian. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Ἀντωνίου τοῦ Νέου. |
On this day we also commemorate devout Anthony the New. |
Ὁ ἅγιος Ὀνήσιμος,* ὁ Ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Onisimos, Archbishop of Ephesus, died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοκλήτου, Ἀρχιεπισκόπου Λακεδαιμονίας. |
On this day we also commemorate our father among the saints Theocletos, Archbishop of Lakedaemonia. |
Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν καὶ Ἀρχιεπισκόπων Ἐφέσου Ἀνανίου καὶ Σολόχωνος. |
We also commemorate our fathers among the saints the Archbishops of Ephesus Ananias and Solochon. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις ἰχθύος. |
Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |