2025 |
2025 |
Τῇ Παρασκευῇ | Τῌ ΚΗʹ ΝΟΕΜΒΡΙΟΥ |
On Friday | November 28 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Παρασκευῇ τῆς ΚΕʹ Ἑβδομάδος |
Friday of the 25th Week |
Πρὸς Θεσσαλονικεῖς Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Thessalonians. |
Βʹ Θεσ 3:6 – 18 |
2 Th. 3:6 – 18 |
Ἀδελφοί, παραγγέλλομεν ὑμῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν. αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες. εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμός τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν. |
Brethren, we command you in the name of our Lord Jesus Christ, that you keep away from every brother who is living in idleness and not in accord with the tradition that they received from us. For you yourselves know how you ought to imitate us; we were not idle when we were with you, we did not eat any one’s bread without paying, but with toil and labor we worked night and day, that we might not burden any of you. It was not because we have not that right, but to give you in our conduct an example to imitate. For even when we were with you, we gave you this command: If any one will not work, let him not eat. For we hear that some of you are living in idleness, mere busybodies, not doing any work. Now such persons we command and exhort in the Lord Jesus Christ to do their work in quietness and to earn their own living. Brethren, do not be weary in well-doing. If any one refuses to obey what we say in this letter, note that man, and have nothing to do with him, that he may be ashamed. Do not look on him as an enemy, but warn him as a brother. Now may the Lord of peace himself give you peace at all times in all ways. The Lord be with you all. I, Paul, write this greeting with my own hand. This is the mark in every letter of mine; it is the way I write. The grace of our Lord Jesus Christ be with you all. Amen. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Παρασκευῇ τῆς Ιʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Friday of the 10th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 19:12 – 28 |
Lk. 19:12 – 28 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο. παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. καὶ ἕτερος ἦλθε λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ. ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας. λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς. λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. |
The Lord said this parable, “A nobleman went into a far country to receive a kingdom and then return. Calling ten of his servants, he gave them ten pounds, and said to them, ‘Trade with these till I come.’ But his citizens hated him and sent an embassy after him, saying, ‘We do not want this man to reign over us.’ When he returned, having received the kingdom, he commanded these servants, to whom he had given the money, to be called to him, that he might know what they had gained by trading. The first came before him, saying, ‘Lord, your pound has made ten pounds more.’ And he said to him, ‘Well done, good servant! Because you have been faithful in a very little, you shall have authority over ten cities.’ And the second came, saying, ‘Lord, your pound has made five pounds.’ And he said to him, ‘And you are to be over five cities.’ Then another came, saying, ‘Lord, here is your pound, which I kept laid away in a napkin; for I was afraid of you, because you are a severe man; you take up what you did not lay down, and reap what you did not sow.’ He said to him, ‘I will condemn you out of your own mouth, you wicked servant! You knew that I was a severe man, taking up what I did not lay down and reaping what I did not sow? Why then did you not put my money into the bank, and at my coming I should have collected it with interest?’ And he said to those who stood by, ‘Take the pound from him, and give it to him who has the ten pounds.’ (And they said to him, ‘Lord, he has ten pounds!’) ‘I tell you, that to every one who has will more be given; but from him who has not, even what he has will be taken away. But as for these enemies of mine, who did not want me to reign over them, bring them here and slay them before me.’” And when he had said this, he went on ahead, going up to Jerusalem. [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ὁσιομάρτυρος. |
For the Devout Martyr. |
Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to Timothy. |
Βʹ Τιμ 1:8 – 18 |
2 Tim. 1:8 – 18 |
Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. |
Timothy, my son, do not be ashamed of testifying to our Lord, nor of me his prisoner, but share in suffering for the gospel in the power of God, who saved us and called us with a holy calling, not in virtue of our works but in virtue of his own purpose and the grace which he gave us in Christ Jesus ages ago, and now has manifested through the appearing of our Savior Christ Jesus, who abolished death and brought life and immortality to light through the gospel. For this gospel I was appointed a preacher and apostle and teacher, and therefore I suffer as I do. But I am not ashamed, for I know whom I have believed, and I am sure that he is able to guard until that Day what has been entrusted to me. Follow the pattern of the sound words which you have heard from me, in the faith and love which are in Christ Jesus; guard the truth that has been entrusted to you by the Holy Spirit who dwells within us. You are aware that all who are in Asia turned away from me, and among them Phygelus and Hermogenes. May the Lord grant mercy to the household of Onesiphorus, for he often refreshed me; he was not ashamed of my chains, but when he arrived in Rome he searched for me eagerly and found me — may the Lord grant him to find mercy from the Lord on that Day — and you well know all the service he rendered at Ephesus. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΗʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου του Νέου. |
On November 28, we commemorate our devout father Stephen the New the Confessor. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται. |
On this day, Saint Andrew died for the sake of the holy Icons, after he was dragged on the ground. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται. |
On this day, Saint Peter also died for the holy Icons, after he was struck. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Ἅννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ ἁγίου Στεφάνου, τελειοῦται. |
On this day, Saint Anna died, after she was struck in order to denounce Saint Stephen. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων. |
On this day we commemorate the holy Martyrs, who witness together with Saint Stephen for the sake of the holy Icons. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν. |
On this day we commemorate the holy Martyr Irenarchus and the seven holy women with him. |
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδώρου Ἐπισκόπου γενομένου Θεοδοσιουπόλεως Ἀρμενίας, ἐπι τῆς βασιλείας Μαυρικίου. |
We also commemorate our father among the saints Theodore, who was Bishop of Theodosioupolis, Armenia, during the reign of emperor Maurice. |
Οἱ ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος, οἱ Ἐπίσκοποι· Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος, οἱ Ἱερεῖς· Βασίλειος καὶ Θωμᾶς, οἱ Διάκονοι· Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος, οἱ Μοναχοί· καὶ Ἐτιμάσιος, ἐν Τιβεριουπόλει ξίφει τελειοῦνται. |
These holy Martyrs in Tiberioupolis: Timothy and Theodore the bishops; Peter, John, Sergius, Theodore, and Nikephoros the priests; Basil and Thomas the deacons; Hierotheos, Daniel, Chariton, Socrates, Komasios, Eusebios the monks; and Etimasios, died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἑλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |