2025

2025

Τῇ Πέμπτῃ | Τῌ Κʹ ΝΟΕΜΒΡΙΟΥ

On Thursday | November 20

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς ΚΔʹ Ἑβδομάδος

Thursday of the 24th Week

Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Thessalonians.

Αʹ Θεσ 4:18 – 5:10

1 Th. 4:18 – 5:10

Ἀδελφοί, παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ὑμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.

Brethren, comfort one another with these words. But as to the times and the seasons, brethren, you have no need to have anything written to you. For you yourselves know well that the day of the Lord will come like a thief in the night. When people say, “There is peace and security,” then sudden destruction will come upon them as travail comes upon a woman with child, and there will be no escape. But you are not in darkness, brethren, for that day to surprise you like a thief. For you are all sons of light and sons of the day; we are not of the night or of darkness. So then let us not sleep, as others do, but let us keep awake and be sober. For those who sleep sleep at night, and those who get drunk are drunk at night. But, since we belong to the day, let us be sober, and put on the breastplate of faith and love, and for a helmet the hope of salvation. For God has not destined us for wrath, but to obtain salvation through our Lord Jesus Christ, who died for us so that whether we wake or sleep we might live with him. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Θʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Thursday of the 9th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 16:1 – 9

Lk. 16:1 – 9

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

The Lord said this parable, “There was a rich man who had a steward, and charges were brought to him that this man was wasting his goods. And he called him and said to him, ‘What is this that I hear about you? Turn in the account of your stewardship, for you can no longer be steward.’ And the steward said to himself, ‘What shall I do, since my master is taking the stewardship away from me? I am not strong enough to dig, and I am ashamed to beg. I have decided what to do, so that people may receive me into their houses when I am put out of the stewardship.’ So, summoning his master’s debtors one by one, he said to the first, ‘How much do you owe my master?’ He said, ‘A hundred measures of oil.’ And he said to him, ‘Take your bill, and sit down quickly and write fifty.’ Then he said to another, ‘And how much do you owe?’ He said, ‘A hundred measures of wheat.’ He said to him, ‘Take your bill, and write eighty.’ The master commended the dishonest steward for his shrewdness; for the sons of this age are more shrewd in dealing with their own generation than the sons of light. And I tell you, make friends for yourselves by means of unrighteous mammon, so that when it fails they may receive you into the eternal habitations.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 7:26 – 28, 8:1 – 2

Heb. 7:26 – 28; 8:1 – 2

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Brethren, it was fitting that we should have such a high priest, holy, blameless, unstained, separated from sinners, exalted above the heavens. He has no need, like those high priests, to offer sacrifices daily, first for his own sins and then for those of the people; he did this once for all when he offered up himself. Indeed, the law appoints men in their weakness as high priests, but the word of the oath, which came later than the law, appoints a Son who has been made perfect for ever. Now the point in what we are saying is this: we have such a high priest, one who is seated at the right hand of the throne of the Majesty in heaven, a minister in the sanctuary and the true tent which is set up not by man but by the Lord. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Κʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.

On November 20, we commemorate our devout father Gregory of Decapolis.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως· ὅς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.

On this day, we also commemorate our father among the saints Proklos, Archbishop of Constantinople. He was a student of blessed John Chrysostom and successor to his throne.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δοροστόλῳ.

On this day also commemorate the contest of the holy martyr Dasios who was in Dorostolos.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἐτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.

On this day we also commemorate the holy martyrs Nirsa the Bishop, and Joseph his student, and others who died with them in Persia.

Οἱ ἅγιοι Μάρτυρες Ἰσάκιος, Ἰωάννης καὶ Σαβώριος, λιθοβοληθέντες, τελειοῦνται.

The holy martyrs Isakios, John, and Saborios died by stoning.

Οἱ ἅγιοι Μάρτυρες Γεϊθαζὲτ καὶ ἕτεροι τρεῖς, λόγχαις τρωθέντες, τελειοῦνται.

The holy martyrs Geithazet and another three died when they were pierced by spears.

Αἱ ἅγιαι παρθένοι Θέκλα, Βαουθᾶ καὶ Δεναχὶς ξίφει τελειοῦνται.

The holy virgins Thecla, Vaoutha, and Denachis died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου.

On this day we also commemorate the holy martyrs Eustathius, Thespesios, and Anatolios.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Θεοκτίστου, ὅς καὶ πατρίκιος καὶ εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.

On this day we also commemorate St. Theoktistos. He was a patrician and a eunuch during the reign of Empress Theodora Augusta.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἑλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.