2025 |
2025 |
Τῇ Πέμπτῃ | Τῌ ΙΓʹ ΝΟΕΜΒΡΙΟΥ |
On Thursday | November 13 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΚΓʹ Ἑβδομάδος |
Thursday of the 23rd Week |
Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Thessalonians. |
Αʹ Θεσ 2:9 – 14 |
1 Th. 2:9 – 14 |
Ἀδελφοί, μνημονεύετε τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ. |
Brethren, remember our labor and toil; we worked night and day, that we might not burden any of you, while we preached to you the gospel of God. You are witnesses, and God also, how holy and righteous and blameless was our behavior to you believers; for you know how, like a father with his children, we exhorted each one of you and encouraged you and charged you to lead a life worthy of God, who calls you into his own kingdom and glory. And we also thank God constantly for this, that when you received the word of God which you heard from us, you accepted it not as the word of men but as what it really is, the word of God, which is at work in you believers. For you, brethren, became imitators of the churches of God in Christ Jesus which are in Judea. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς Ηʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 8th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 13:1 – 9 |
Lk. 13:1 – 9 |
Τῷ καιρῷ ἐκείνῳ, παρῆσάν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. |
At that time, there were some present who told Jesus of the Galileans whose blood Pilate had mingled with their sacrifices. And he answered them, “Do you think that these Galileans were worse sinners than all the other Galileans, because they suffered thus? I tell you, No; but unless you repent you will all likewise perish. Or those eighteen upon whom the tower in Siloam fell and killed them, do you think that they were worse offenders than all the others who dwelt in Jerusalem? I tell you, No; but unless you repent you will all likewise perish.” And he told this parable: “A man had a fig tree planted in his vineyard; and he came seeking fruit on it and found none. And he said to the vinedresser, ‘Lo, these three years I have come seeking fruit on this fig tree, and I find none. Cut it down; why should it use up the ground?’ And he answered him, ‘Let it alone, sir, this year also, till I dig about it and put on manure. And if it bears fruit next year, well and good; but if not, you can cut it down.’” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
2025 |
2025 |
Τῌ ΙΓʹ ΝΟΕΜΒΡΙΟΥ |
November 13 |
Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου |
Memory of St. John Chrysostom |
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Πρμ ιʹ 7 |
Pr 10:8a, 7a; 3:13 – 16, 18; 8:32, 34, 4, 12, 14, 17, 5 – 9; 22:24, 22; 15:4b |
Μνήμη δικαίου μετʼ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος. |
The remembrance of the righteous is with eulogies; the blessing of the Lord is upon the head of a righteous man. Blessed is a man who finds wisdom, and a mortal who sees discernment; for the profits gained from wisdom are better than the treasures of gold and silver. Wisdom is more valuable than precious stones, and nothing evil will withstand her. She is well known to all who come near her, and no honor is worthy of her. Righteousness proceeds from her mouth, and she carries law and mercy upon her tongue. Now therefore, my son, hear me: Blessed is the man who shall hearken to me and the man who shall guard my ways; for my issues are the issues of life, and grace is prepared from the Lord. You, O men, I exhort, and I utter my voice to the sons of men. I, wisdom, dwell with counsel, and I call upon knowledge and understanding. Counsel and safety are mine; discernment is mine, and strength is mine. I love those who love me, and those who seek me shall find me. Understand astuteness, O simple ones, and put it in your heart, O uninstructed ones. Obey me, for I speak sacred things, and from my lips I will bring forth things that are true. For my mouth shall speak the truth, but false lips are an abomination before me. All the words of my mouth are with righteousness; there is nothing in them crooked or twisted. All things are evident to those who understand and true to those who find knowledge. Therefore, I teach you a true word and good knowledge to be obeyed, that you might answer words of truth to those who question you, that your hope might be in the Lord, and the one who guards it will be filled with the Spirit. [SAAS] |
Σολ 4:7 – 15 |
WSol 4:7 – 15 |
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. |
Though a righteous man may die before his time, he shall be at rest. For old age is not honored for its length of existence, nor measured by its number of years; but discernment is gray hair for mankind, and a spotless life is the maturity of old age. There was once a man pleasing to God and loved by Him, and while living among sinners he was taken up. He was caught up lest evil change his understanding or deceit deceive his soul. For envy arising from lack of judgment obscures what is good, and a whirling of desire undermines an innocent heart. He was made perfect, for in a short time he fulfilled long years, for his soul was pleasing to the Lord; therefore, He took him early from the midst of evil. Yet peoples saw this but did not understand, nor take such a thing to heart, that the Lord’s grace and mercy are with His elect and that He watches over His holy ones. [SAAS] |
Σολ Παρ. ιʹ 32, καὶ ἐκλογή. |
WSol Proverbs 10:32a, 33a; 11:2b, 5a, 6a, 18a; 13:2a, 9a; 15:2a; 14:34a; 22:12. Wisdom of Solomon 6:12a, 13, 12b, 14a, 15b, 16a; 7:30b; 8:2c, 2a-b, 3b-4, 7b-d, 8, 17c, 18d, 21e; 9:1 – 3a, 4 – 5a, 10 – 11, 14 |
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας διʼ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς του Θεοῦ ἐπιστήμης, καὶ αἱρετίς τῶν ἔργων αὐτοῦ, οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. |
The mouth of a righteous man distills wisdom; the lips of righteous men distill grace, but the mouth of the humble meditates on wisdom. The righteousness of upright men delivers them. When a righteous man dies, his hope does not perish. A righteous son is begotten unto life; a good man eats from the fruits of righteousness. Light is with the righteous continually, and they will find grace and glory from the Lord. The tongue of the wise understands good things. There is wisdom in the good heart of a man. The Lord loves holy hearts, and all the blameless are acceptable to Him. Wisdom is radiant and unfading; she comes upon those who long to know her beforehand, and is easily perceived by those who love her. He who rises early in the morning to seek her will not grow weary, and he who keeps watch for her will soon be free from worry; because she goes about seeking those worthy of her, and she appears to them favorably in their paths. Evil cannot overcome wisdom. I became a lover of her beauty, I loved her and sought her from my youth, and desired to take her as a bride for myself. The Master of all loves her. For she is the initiate of the knowledge of God and one who chooses His works. The products of righteousness are the virtues. For wisdom teaches self-control, discernment, righteousness and courage, concerning which things there is nothing more valuable in the life of man. But also, if anyone longs for great experience, she knows the things of old and portrays the things to come; she understands subtlety of words and the solution of riddles; she has foreknowledge of signs and wonders and the outcomes of times and seasons. And to all she is a good counselor. In kinship with wisdom there is immortality, and in the fellowship of her words there is good repute. So I entreated the Lord and besought Him, and with all my heart, I said: “O God of our fathers and the Lord of mercy, who made all things by Your word and in Your wisdom built a man, that by You He might be the master of what is created, and manage the world in holiness and righteousness, give me the wisdom that sits by Your throne, and do not reject me from among Your servants; because I am Your servant and the son of Your maidservant. Send her forth from Your holy heavens, and send her from Your glorious throne, that she might be present with me and labor and that I might know what is well-pleasing to You. For she knows and understands all things, and she will guide me wisely in my actions and guard me with her glory. For the reasoning of mortals is cowardly, and our intents are unsafe. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἁγίου. |
For the Saint. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 7:26 – 28, 8:1 – 2 |
Heb. 7:26 – 28; 8:1 – 2 |
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. |
Brethren, it was fitting that we should have such a high priest, holy, blameless, unstained, separated from sinners, exalted above the heavens. He has no need, like those high priests, to offer sacrifices daily, first for his own sins and then for those of the people; he did this once for all when he offered up himself. Indeed, the law appoints men in their weakness as high priests, but the word of the oath, which came later than the law, appoints a Son who has been made perfect for ever. Now the point in what we are saying is this: we have such a high priest, one who is seated at the right hand of the throne of the Majesty in heaven, a minister in the sanctuary and the true tent which is set up not by man but by the Lord. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ἁγίου. |
For the Saint. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 10:9 – 16 |
Jn. 10:9 – 16 |
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. |
The Lord said, “I am the door; if any one enters by me, he will be saved, and will go in and out and find pasture. The thief comes only to steal and kill and destroy; I came that they may have life, and have it abundantly. I am the good shepherd. The good shepherd lays down his life for the sheep. He who is a hireling and not a shepherd, whose own the sheep are not, sees the wolf coming and leaves the sheep and flees; and the wolf snatches them and scatters them. He flees because he is a hireling and cares nothing for the sheep. I am the good shepherd; I know my own and my own know me, as the Father knows me and I know the Father; and I lay down my life for the sheep. And I have other sheep, that are not of this fold; I must bring them also, and they will heed my voice. So there shall be one flock, one shepherd.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΓʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. |
On November 13, we commemorate our father among the saints John Chrysostom, Archbishop of Constantinople. |
Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου, τοῦ ἐν Κωνσταντινουπόλει ἐν ἕτει ͵αχπαʹ (1681) μαρτυρήσαντος. |
We also commemorate the holy New Monastic Martyr Damaskenos of Constantinople, who witnessed in Constantinople in the year 1681. |
Ταῖς τοῦ Χρυσοῤῥήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By the intercessions of St. John Chrysostom, Christ our God, have mercy on us and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |