Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος γʹ. |
Octoechos - Mode 3. |
Τῇ Πέμπτῃ Πρωΐ |
On Thursday Morning |
Μηναῖον - Τῌ Λʹ ΟΚΤΩΒΡΙΟΥ |
Menaion - October 30 |
Μνήμη τῶν Ἁγίων Ζηνοβίου καὶ Ζηνοβίας |
Memory of Sts. Zenobius and Zenobia |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος γʹ. |
Mode 3. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Τροπάρια. |
Troparia. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
When our primal father Adam disobeyed Your divine command, O Christ, You expelled him from Paradise. But when the faithful Robber while on the cross confessed You to be Lord, You restored him there, as he cried to You: “O Savior, when You come in Your kingdom, remember me.” [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Οἱ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ, τῆς ἀγνωσίας τοὺς λαούς, ἀναγαγόντες Ἀπόστολοι, τὴν τῶν Ἑλλήνων πλάνην, ἀπεμειώσατε ἀπὸ τῆς γῆς, ἀπλανεῖς σωτῆρες γενόμενοι, τῶν πιστῶν ἀληθῶς· ὅθεν μακαρίζεσθε. |
O Apostles, with the Cross as if a fishing rod * you drew the peoples up from the deep sea of ignorance, * and you greatly diminished * on earth the error of the pagan Greeks. * For believers you became inerrant guides * and saviors indeed. * And therefore we now call you blest. [SD] |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ὡς ἀκτῖνες μυστικαί, καὶ λαμπηδόνες, τοῦ Ἡλίου εὐκλεεῖς, γεγενημένοι Ἀπόστολοι, τῆς δυσσεβείας σκότος, ἀπεμειώσατε, καὶ πρὸς φῶς, τῆς θεογνωσίας ὡδηγήσατε, ἅπαντας τοὺς λαούς· ὅθεν ὑμᾶς σέβομεν. |
O Apostles, you became like mystic rays * and illustrious torches of Christ the Sun of righteousness, * and you greatly diminished * the darkness of impiety and led * all the peoples of the world to the light * of the knowledge of God. * Therefore we now honor you. [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Μαρτυρικόν. |
For the Martyrs. |
Τῶν βασάνων τὴν πυράν, καθυπομείναντες, ἐξ ὕψους Ἀθληταί, χάριτος δρόσον ἐδέξασθε, καὶ τῶν βροτῶν τὰ πάθη, ὡς τοῦ Χριστοῦ θεράποντες ἀεί, εὐσθενῶς σοφοὶ θεραπεύετε· ὅθεν πίστει ὑμᾶς, Ἅγιοι γεραίρομεν. |
Holy Athletes, you endured the burning fire * of the tortures and received from on high the dew of grace divine; * and as the faithful servants * of Christ now you mightily provide * cures and remedies for all human suffering. * Therefore, wise Saints of God, * we believers honor you. [SD] |
Δόξα. |
Glory. |
Τῆς Τριάδος ἱεροί, κήρυκες, Πέτρε, Παῦλε, Μᾶρκε, καὶ Λουκᾶ, Ματθαῖε, Σίμων, Ἰάκωβε, Ἀνδρέα, Ἰωάννη, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, ἐκτενῶς αὐτὴν ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς, πάσης περιστάσεως. |
As the sacred preachers of the Holy Trinity, * Peter, Paul, Mark, and Luke, Matthew, Simon, Iakovos, * Andrew, Philip, and Thomas, * also Bartholomew and James and John, * to our thrice-holy God pray on our behalf * to rescue us from all disasters and emergencies. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἀποστόλων καλλονή, καὶ τῶν ἁγίων Ἀθλοφόρων χαρμονή, θεοχαρίτωτε Δέσποινα, ὑπὲρ ἡμῶν δυσώπει, τὸν τοῦ παντὸς Σωτῆρα καὶ Θεόν, ἐγκλημάτων ὅπως λάβωμεν ἄφεσιν, καὶ τῆς θείας ζωῆς, πάντες ἐπιτύχωμεν. |
Lady full of grace divine, you are the beauty *of the Apostles of Christ; you are the joy of the Martyr Saints. * Pray to the God and Savior * of all the universe on our behalf, * that we may obtain forgiveness for all our sins, * and that all may attain * divine and eternal life. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. |
Apolytikion. For the Martyrs. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyrs, O Lord, were worthily awarded by You * the crowns of incorruption, in that they contested for You our immortal God. * Since they possessed Your power, they defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at their fervent entreaties, save our souls. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀποστόλων. |
Kontakion for the Day. For the Apostles. |
Ἦχος βʹ. Αὐτόμελον. |
Mode 2. Automelon. |
|
Τοὺς ἀσφαλεῖς. |
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. |
You have taken to yourself, O Lord, the pinnacles of Your Disciples, those unerring theologians and preachers, to enjoy Your blessings and repose. For You accepted their labors and their death as being higher than any whole-burnt offering, for only You know what is in the heart. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18. |
Prokeimenon. Mode pl. 4. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. |
Their proclamation went forth into all the earth, and their words to the ends of the world. [SAAS] |
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. |
Verse: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΚΑʹ Ἑβδομάδος |
Thursday of the 21st Week |
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Colossians. |
Κολ 1:24 – 29, 2:1 |
Col. 1:24 – 29, 2:1 |
Ἀδελφοί, νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν. |
Brethren, now I rejoice in my sufferings for your sake, and in my flesh I complete what is lacking in Christ’s afflictions for the sake of his body, that is, the church, of which I became a minister according to the divine office which was given to me for you, to make the word of God fully known, the mystery hidden for ages and generations but now made manifest to his saints. To them God chose to make known how great among the Gentiles are the riches of the glory of this mystery, which is Christ in you, the hope of glory. Him we proclaim, warning every man and teaching every man in all wisdom, that we may present every man mature in Christ Jesus. For this I toil, striving with all the energy which he mightily inspires within me. For I want you to know how greatly I strive for you. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode 1. Psalm 88. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριεν. |
Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων. |
Verse 2: God is glorified in the counsel of saints. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς Ϛʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 6th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 11:14 – 23 |
Lk. 11:14 – 23 |
Τῷ καιρῷ ἐκείνῳ, ἦν ὁ Ἰησοῦς ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμαζον οἱ ὄχλοι· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα, ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια; εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. |
At that time, Jesus was casting out a demon that was dumb; when the demon had gone out, the dumb man spoke, and the people marveled. But some of them said, “He casts out demons by Beelzebul, the prince of demons”; while others, to test him, sought from him a sign from heaven. But he, knowing their thoughts, said to them, “Every kingdom divided against itself is laid waste, and a divided household falls. And if Satan also is divided against himself, how will his kingdom stand? For you say that I cast out demons by Beelzebul. And if I cast out demons by Beelzebul, by whom do your sons cast them out? Therefore they shall be your judges. But if it is by the finger of God that I cast out demons, then the kingdom of God has come upon you. When a strong man, fully armed, guards his own palace, his goods are in peace; but when one stronger than he assails him and overcomes him, he takes away his armor in which he trusted, and divides his spoil. He who is not with me is against me, and he who does not gather with me scatters.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 18. |
Communion Hymn. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα. |
Their proclamation went forth into all the earth, and their words to the ends of the world. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and the holy hieromartyr Zenobius and his sister Zenobia, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |