Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος βʹ. |
Octoechos - Mode 2. |
Τῇ Παρασκευῇ Πρωΐ |
On Friday Morning |
Μηναῖον - Τῌ ΚΔʹ ΟΚΤΩΒΡΙΟΥ |
Menaion - October 24 |
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς Συνοδίας αὐτοῦ |
Memory of the Holy Great-martyr Arethas and his Companions |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος βʹ. |
Mode 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Τροπάρια. |
Troparia. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Σταυρωθεὶς Ἀναμάρτητε, ἐν Κρανίῳ συνέθλασας, κάραν τοῦ δολίου ἐχθροῦ, καὶ κόσμον διέσωσας. |
Sinless Lord, You were crucified on the Place of the Skull and crushed * the skull of the crafty foe, and You saved the world. [SD] |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ἐξεῤῥίζωσας Δέσποτα, τῆς κακίας τὴν ἄκανθαν, στέφος ἑκὼν ἀκανθῶν, φορέσας Μακρόθυμε. |
You uprooted the thorn of evil, O long-suffering Lord, when You * wore a crown of thorns on Your head for us voluntarily. [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Μαρτυρικόν. |
For the Martyrs. |
Συντριβόμενοι Μάρτυρες, τοῦ ἐχθροῦ συνετρίψατε, πᾶσαν τὴν πλάνην σαφῶς, καὶ στέφος ἐδέξασθε. |
You were crushed, and you clearly crushed all the error of the enemy, * and thus you, O Martyrs, received your halos from Christ our God. [SD] |
Δόξα. |
Glory. |
Ῥαντισμῷ θείου αἵματος, οἱ πιστοὶ φωτιζόμενοι, μίαν ἐν Προσώποις τρισί, Θεότητα σέβομεν. |
By the sprinkling of divine blood, we believers are illumined, * and we worship the single Godhead in three hypostases. [SD] |
Καὶ νῦν. Σταυροθεοτοκίον. |
Both now. Stavrotheotokion. |
Ὡς ἀρνίον κρεμάμενον, ἐπὶ ξύλου Πανάμωμε, βλέπουσα Χριστόν, ἐν κλαυθμῷ, αὐτὸν ἐμεγάλυνες. |
You saw Christ hanging on the Cross as a Lamb, O all-blameless one. * As His Mother you cried out in grief, and you magnified Him. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. |
Apolytikion. For the Martyrs. |
Ἦχος αʹ. |
Mode 1. |
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. |
The holy martyrs suffered painful tortures for Your sake, O Lord; be compelled by what they endured, and heal our every pain, we entreat You, O only benevolent God. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Σταυροῦ. |
Kontakion for the Day. For the Cross. |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 98. |
Prokeimenon. Grave Mode. Psalm 98. |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, |
Exalt the Lord our God and worship at His holy mountain. [SAAS] |
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. |
Verse: The Lord reigns; let the peoples be angry. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Παρασκευῇ τῆς Κʹ Ἑβδομάδος |
Friday of the 20th Week |
Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Philippians. |
Φιλ 3:8 – 19 |
Phil. 3:8 – 19 |
Ἀδελφοί, τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. πολλοὶ γὰρ περιπατοῦσιν, — οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες! |
Brethren, I have suffered the loss of all things, and count them as refuse, in order that I may gain Christ, and be found in him, not having a righteousness of my own, based on law, but that which is through the faith of Christ, the righteousness from God that depends on faith; that I may know him and the power of his resurrection, and may share his sufferings, becoming like him in his death, that if possible I may attain that resurrection from the dead. Not that I have already obtained this or am already perfect; but I press on to make it my own, because Christ Jesus has made me his own. Brethren, I do not consider that I have made it my own; but one thing I do, forgetting what lies behind and straining forward to what lies ahead, I press on toward the goal for the prize of the upward call of God in Christ Jesus. Let those of us who are mature be thus minded; and if in anything you are otherwise minded, God will reveal that also to you. Only let us hold true to what we have attained. Brethren, join in imitating me, and mark those who so live as you have an example in us. For many, of whom I have often told you and now tell you even with tears, live as enemies of the cross of Christ. Their end is destruction, their god is the belly, and they glory in their shame, with minds set on earthly things. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος πλ. βʹ. Ψαλμὸς 73. |
Alleluia. Mode pl. 2. Psalm 73. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς. |
Verse 1: Remember Your congregation You acquired from the beginning. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
Verse 2: God is our King before the ages; He worked salvation in the midst of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Παρασκευῇ τῆς Εʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Friday of the 5th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 10:1 – 15 |
Lk. 10:1 – 15 |
Τῷ καιρῷ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. Oὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. |
At that time, the Lord appointed seventy others, and sent them on ahead of him, two by two, into every town and place where he himself was about to come. And he said to them, “The harvest is plentiful, but the laborers are few; pray therefore the Lord of the harvest to send out laborers into his harvest. Go your way; behold, I send you out as lambs in the midst of wolves. Carry no purse, no bag, no sandals; and salute no one on the road. Whatever house you enter, first say, ‘Peace be to this house!’ And if a son of peace is there, your peace shall rest upon him; but if not, it shall return to you. And remain in the same house, eating and drinking what they provide, for the laborer deserves his wages; do not go from house to house. Whenever you enter a town and they receive you, eat what is set before you; heal the sick in it and say to them, ‘The kingdom of God has come near to you.’ But whenever you enter a town and they do not receive you, go into its streets and say, ‘Even the dust of your town that clings to our feet, we wipe off against you; nevertheless know this, that the kingdom of God has come near to you.’ I tell you, it shall be more tolerable on that day for Sodom than for that town. Woe to you, Chorazin! woe to you, Bethsaida! for if the mighty works done in you had been done in Tyre and Sidon, they would have repented long ago, sitting in sackcloth and ashes. But it shall be more tolerable in the judgment for Tyre and Sidon than for you. And you, Capernaum, will you be exalted to heaven? You shall be brought down to Hades.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 73. |
Communion Hymn. Psalm 73. |
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός. Ἀλληλούϊα. |
You worked salvation in the midst of the earth, O Christ our God. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, of the holy Great-martyr Arethas and his companions, whose memory we observe; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Τετάρτη ἢ Παρασκευή. |
It is a Wednesday or Friday. |