Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος βʹ. |
Octoechos - Mode 2. |
Τῇ Τρίτῃ Πρωΐ |
On Tuesday Morning |
Μηναῖον - Τῌ ΚΑʹ ΟΚΤΩΒΡΙΟΥ |
Menaion - October 21 |
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου |
Memory of our Devout Father Hilarion the Great |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος βʹ. |
Mode 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Τροπάρια. |
Troparia. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Τὸν Λῃστὴν ὑπερβέβηκα, καὶ τὴν πόρνην τοῖς πάθεσιν, οἰκτείρησόν με Σωτήρ, τὸν αὐτοκατάκριτον. |
I surpass both the robber and the sinful woman in sinful deeds. * Self-condemned as I am, I pray, Savior, pity me. [SD] |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Καταδύσας τὴν ἄβυσσον, εὐσπλαγχνίας ἐν ὕδατι, Πρόδρομε ταῖς σαῖς εὐχαῖς, τὰ πάθη μου μείωσον. |
Holy Forerunner, you immersed Christ the ocean of tender-love * in the river. By your prayers, make my passions go away. [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Μαρτυρικόν. |
For the Martyrs. |
Οἱ τῆς πλάνης τὰ ῥήματα, τῶν αἱμάτων τοῖς ῥεύμασι, ψύξαντες Χριστοῦ Ἀθληταί, ἀξίως δοξάζεσθε. |
Holy Athletes of Christ, you are everywhere rightly glorified. * You dried up the words of deceit with streams of your sacred blood. [SD] |
Δόξα. |
Glory. |
Ῥητορεύων ὡς γέγραπται, νοῦς ἀνθρώπων οὐ δύναται, Θεότητος μίαν ἀρχήν, ὑμνεῖν τρισυπόστατον. |
As is written, the mind of man is unable with words to praise * the Godhead’s one origin in three hypostases worthily. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τὴν ἀφλέκτως κυήσασαν, τὸν Θεὸν τὸν προάναρχον, ἐγκωμίων πάντες ᾠδαῖς, ἀπαύστως ὑμνήσωμεν. |
Let us all sing unceasingly hymns extolling the one who bore * eternal unoriginate God, without being burnt by Him. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. |
Apolytikion. For the Devout Man. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἱλαρίων Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν. |
With the rivers of your tears you made the barren desert bloom; and with your sighs from deep within, you made your labors bear their fruits a hundredfold; and you became a star, illuminating the world by your miracles, O Hilarion, our devout father. Intercede with Christ our God, for the salvation of our souls. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Προδρόμου. |
Kontakion for the Day. For the Forerunner. |
Ἦχος βʹ. |
Mode 2. |
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. |
O Prophet of God and Forerunner of grace divine, since we have obtained your Head from beneath the earth, as if a most sacred rose, we are receiving the healings continually. And once again, as formerly, you are preaching repentance throughout the world. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 115. |
Prokeimenon. Grave Mode. Psalm 115. |
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. |
Precious in the sight of the Lord is the death of His holy one. [SAAS] |
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; |
Verse: What shall we give back to the Lord for all He rendered to us? [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ὁσίου. |
For the Devout Man. |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 9:6 – 11 |
2 Cor. 9:6 – 11 |
Ἀδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. |
Brethren, he who sows sparingly will also reap sparingly, and he who sows bountifully will also reap bountifully. Each one must do as he has made up his mind, not reluctantly or under compulsion, for God loves a cheerful giver. And God is able to provide you with every blessing in abundance, so that you may always have enough of everything and may provide in abundance for every good work. As it is written, “He scatters abroad, he gives to the poor; his righteousness endures for ever.” He who supplies seed to the sower and bread for food will supply and multiply your resources and increase the harvest of your righteousness. You will be enriched in every way for great generosity, which through us will produce thanksgiving to God. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 91. |
Alleluia. Mode 2. Psalm 91. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. |
Verse 1: The righteous shall flourish like a palm tree; he shall be multiplied like the cedar in Lebanon. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. |
Verse 2: Those planted in the house of the Lord shall blossom forth in the courts of our God. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς Εʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Tuesday of the 5th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 9:23 – 27 |
Lk. 9:23 – 27 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ. |
The Lord said to his disciples, “If any man would come after me, let him deny himself and take up his cross daily and follow me. For whoever would save his life will lose it; and whoever loses his life for my sake, he will save it. For what does it profit a man if he gains the whole world and loses or forfeits himself? For whoever is ashamed of me and of my words, of him will the Son of man be ashamed when he comes in his glory and the glory of the Father and of the holy angels. But I tell you truly, there are some standing here who will not taste death before they see the kingdom of God.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 111. |
Communion Hymn. Psalm 111/112. |
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. |
The righteous will be remembered for ever. Alleluia. [RSV] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, of our devout and God-bearing father Hilarion the Great, whose memory we observe; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |