2025 |
2025 |
Τῷ Σαββάτῳ | Τῌ ΙΑʹ ΟΚΤΩΒΡΙΟΥ |
On Saturday | October 11 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῷ Σαββάτῳ τῆς ΙΗʹ Ἑβδομάδος |
Saturday of the 18th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 15:39 – 45 |
1 Cor. 15:39 – 45 |
Ἀδελφοί, οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν. καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ᾿ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἔστι σῶμα ψυχικόν, καὶ ἔστι σῶμα πνευματικόν. οὕτω καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. |
Brethren, not all flesh is alike, but there is one kind for men, another for animals, another for birds, and another for fish. There are celestial bodies and there are terrestrial bodies; but the glory of the celestial is one, and the glory of the terrestrial is another. There is one glory of the sun, and another glory of the moon, and another glory of the stars; for star differs from star in glory. So is it with the resurrection of the dead. What is sown is perishable, what is raised is imperishable. It is sown in dishonor, it is raised in glory. It is sown in weakness, it is raised in power. It is sown a physical body, it is raised a spiritual body. If there is a physical body, there is also a spiritual body. Thus it is written, “The first man Adam became a living soul”; the last Adam became a life-giving spirit. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῷ Σαββάτῳ τῆς Γʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Saturday of the 3rd Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 5:27 – 32 |
Lk. 5:27 – 32 |
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. |
At that time, Jesus passed on and saw a tax collector, named Levi, sitting at the tax office; and he said to him, “Follow me.” And he left everything, and rose and followed him. And Levi made him a great feast in his house; and there was a large company of tax collectors and others sitting at table with them. And the Pharisees and their scribes murmured against his disciples, saying, “Why do you eat and drink with tax collectors and sinners?” And Jesus answered them, “Those who are well have no need of a physician, but those who are sick; I have not come to call the righteous, but sinners to repentance.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου τοῦ Διακόνου, καὶ τοῦ Ὁσίου Θεοφάνους τοῦ Γραπτοῦ |
Memory of the Holy Apostle Philip the Deacon, and St. Theophanes the Inscribed |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἀποστόλου. |
For the Apostle. |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
Πραξ 8:26 – 39 |
Acts 8:26 – 39 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, ῎Αγγελος Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. |
In those days, an angel of the Lord said to Philip, “Rise and go toward the south to the road that goes down from Jerusalem to Gaza.” This is a desert road. And he rose and went. And behold, an Ethiopian, a eunuch, a minister of the Candace, queen of the Ethiopians, in charge of all her treasure, had come to Jerusalem to worship and was returning; seated in his chariot, he was reading the prophet Isaiah. And the Spirit said to Philip, “Go up and join this chariot.” So Philip ran to him, and heard him reading Isaiah the prophet, and asked, “Do you understand what you are reading?” And he said, “How can I, unless some one guides me?” And he invited Philip to come up and sit with him. Now the passage of the scripture which he was reading was this: “As a sheep led to the slaughter or a lamb before its shearer is dumb, so he opens not his mouth. In his humiliation justice was denied him. Who can describe his generation? For his life is taken up from the earth.” And the eunuch said to Philip, “About whom, pray, does the prophet say this, about himself or about some one else?” Then Philip opened his mouth, and beginning with this scripture he told him the good news of Jesus. And as they went along the road they came to some water, and the eunuch said, “See, here is water! What is to prevent my being baptized?” And he commanded the chariot to stop, and they both went down into the water, Philip and the eunuch, and he baptized him. And when they came up out of the water, the Spirit of the Lord caught up Philip; and the eunuch saw him no more, and went on his way rejoicing. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων. |
On October 11, we commemorate the holy Apostle Philip, one of the seven Deacons. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδλεφοῦ τοῦ ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ. |
On this day we commemorate our devout father Theophanes the Confessor, brother of Saint Theodore the Branded. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων. |
On this day we commemorate the holy Martyrs Zenaida and Philonilla the sisters. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου. |
On this day we commemorate the holy Patriarchs of Constantinople Nektarios, Arsakios and Sisinios. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |