Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ ΙΖʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion - September 17 |
Μνήμη τῆς Ἁγίας Μάρτυρος Σοφίας καὶ θυγατέρων |
Memory of the Holy Martyr Sophia and her daughters |
Συμπλήρωμα Μηναίου |
Menaion Supplement |
|
|
__________ |
__________ |
|
|
ΕΣΠΕΡΙΝΟΣ |
VESPERS |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ. |
Stand for the reading of the Introductory Psalm. |
Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ. |
While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
Ψαλμὸς ΡΓʹ (103). |
Psalm 103 (104). |
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. |
Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul. |
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. |
The sun knows its setting. You established darkness, and it was night. |
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. |
O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Our hope, O Lord, glory to You. |
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE PEACE LITANY |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from above and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord. |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος δʹ. |
Mode 4. |
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. |
Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS] |
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. |
Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. |
Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips. |
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. |
Incline not my heart to evil words, to make excuses in sins. |
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. |
With men who work lawlessness; and I will not join with their choice ones. |
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. |
The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head. |
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. |
For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock. |
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. |
They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave. |
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. |
For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away. |
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. |
Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness. |
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. |
Sinners shall fall into their own net; I am alone, until I escape. |
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. |
I cried to the Lord with my voice, with my voice I prayed to the Lord. |
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. |
I shall pour out my supplication before Him; I shall declare my affliction in His presence. |
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. |
When my spirit fainted within me, then You knew my paths. |
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. |
For on the way I was going, they hid a trap for me. |
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. |
I looked on my right, and saw there was no one who knew me. |
Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. |
Refuge failed me, and there was no one who cared for my soul. |
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. |
I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.” |
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. |
Attend to my supplication, for I was humbled exceedingly. |
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. |
Deliver me from my persecutors, for they are stronger than I. |
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. |
Bring my soul out of prison to give thanks to Your name, O Lord. |
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. |
The righteous shall wait for me, until You reward me. |
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. |
Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice. |
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. |
Let Your ears be attentive to the voice of my supplication. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Στιχηρά. Τῶν Ἁγίων. |
Stichera. For the Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ἔδωκας σημείωσιν. |
Mode 4. You have given. |
|
Ἔδωκας σημείωσιν. |
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. |
If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS] |
Παρθένοι νεάνιδες, φύσεως νόμῳ συνδούμεναι, καὶ σαφῶς κρατυνόμεναι, ἀγάπῃ τοῦ κτίσαντος, τὸν δεσμὸν τῆς πλάνης, διέλυσαν πίστει, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ἀνδρειωθεῖσαι, ποσὶ συνέτριψαν, καὶ νίκης διαδήματι, φωτοειδῶς ἐκοσμήθησαν, καὶ νυμφῶνα κατῴκησαν, νοητὸν ἀγαλλόμεναι. |
United by sibling bonds, the holy girls, pure and virtuous, * undeniably strengthened by the love of our Lord and God, * the mighty Creator, * broke the bond of error by faith and trampled under foot * the feeble enemy most courageously; * and they were decorated with the glowing medals of victory. * They are now in the spiritual wedding hall, where they celebrate. [GOASD] |
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. |
Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS] |
Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος, καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι, τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, τοῦ Παραδείσου τὴν οἴκησιν, θεωθεῖσαι ἀπέλαβον, ὑπὲρ πάντων πρεσβεύουσαι. |
Faith who is extolled by all, and holy Love who is glorious, * also Hope who is wise in God, * have the theological and most lofty virtues * as their given names. They competed well and they prevailed * against the evil one, who of old deceived * our primal mother Eve through guile. And now the three Martyrs, deified, * are residing in Paradise, and they pray on behalf of all. [GOASD] |
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. |
From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS] |
Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, καὶ θανάτου αἱ πάνσεμνοι· νυμφίου τὸ κάλλος γάρ, τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι, διὰ ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι, τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, Πίστις Ἐλπὶς καὶ Ἀγάπη τε, διʼ αὐτῶν ἡμᾶς Κύριε, τῶν δεινῶν ἐλευθέρωσον. |
The three holy sister saints disdained the fire and the various * means of torture and painful death. * They faithfully sought to see the exquisite beauty * of their handsome Bridegroom. Therefore they beautified themselves * through many torments, and thus were joined to Him, * these daughters of Sophia, Faith and Hope and Love, holy martyrs all. * Through their prayers, Lord, deliver us from disaster and tragedy. [GOASD] |
Ἕτερα Στιχηρά. |
Additional Stichera. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσι. |
Mode 4. To a brave one. |
|
Ὡς γενναῖον ἐν Μάρτυσι. |
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. |
For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS] |
Τῷ πυρὶ προσπαλαίσασα, καὶ ἀλώβητος μείνασα, θεῖκῇ δυνάμει, Πίστις πολύαθλε, ἤλεγξας πλάνην τοῦ ἄφρονος, μητρὸς παραινέσεσιν, ὑποστᾶσα ἀνδρικῶς, καὶ μαστῶν τὴν ἀφαίρεσιν, ὁ δὲ Κύριος, μαρτυρίου στεφάνῳ οὐρανόθεν ἐπιστέφει κεφαλήν σου, ξίφει τμηθεῖσαν, ἀοίδιμε. |
Holy virgin and martyr Faith, you contended with burning fire, * but the mighty power of God kept you unharmed. * Your mother’s counsels enabled you to censure the foolish king’s * misbelief; and you were brave * when he ordered your breasts removed. When they finally * cut your head off, the Lord from heaven laid the crown of martyrdom upon it, * O famous Saint; and we honor you. [GOASD] |
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. |
Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS] |
Ῥαβδισμοῖς προσωμίλησας, καὶ καμίνῳ ἐμβέβλησαι, ἀβλαβὴς δὲ μείνασα θείᾳ χάριτι, ζέοντι λέβητι ῥίπτεσαι, ἐν ξύλῳ ἀνήρτησαι, ὄνυξί τε σιδηροῖς, τὸ πολύαθλον σῶμά σου καταξέεται, τῷ δὲ ξίφει τὴν κάραν ἐκτμηθεῖσα, εἰς θαλάμους οὐρανίους, Ἐλπίς, σεμνή, μεταβέβηκας. |
Holy virgin and martyr Hope, you experienced bludgeoning, * but the mighty power of God kept you unharmed. * And you were thrown into furnace fire, a cauldron with boiling tar, * tied and broken on the wheel, * and your body was scraped rakes, adding to your wounds. * When at last with a sword you were beheaded, you went up to the celestial * mansions, O Saint; and we honor you. [GOASD] |
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. |
For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS] |
Τῇ σοφίᾳ τῶν λόγων σου, ἀσεβεῖς κατεφίμωσας, τὴν αὐτῶν δυσσέβειαν ἀπελέγξασα· ὅθεν ἰκρίῳ ἀνήρτησαι, βουνεύροις δὲ τύπτεσαι, καὶ φλογὶ ὥς περ χρυσός, ἐν χωνίᾳ ἐμβέβλησαι, παναοίδιμε, καὶ περόνῃ τὸ σῶμα διετρήθης, καὶ τὴν κάραν ἀπετμήθης, Ἀγάπη μάρτυς πολύαθλε. |
Holy virgin and martyr Love, when you censured ungodly men * for their wrong beliefs with the wisdom of your words, * they stretched you out on the torture wheel, they flogged you with leather whips, * and they threw you into fire * as if gold, and they put you in a cauldron of tar; * and your body was scraped with iron rakes, and then at last you were beheaded, * Such great endurance, O blessed Saint! [GOASD] |
Δόξα. |
Glory. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τῶν σοφοτάτων Παρθένων, τοὺς πιστοὺς φαιδρύνουσα καὶ πρὸς πανήγυριν ἑόρτιον τῶν ὀρθοδόξων τὰ πλήθη συνάγουσα. Δεῦτε οὖν, φιλέορτοι, ᾄσματικοῖς ἐγκωμίοις, τὰς τοῦ Χριστοῦ ἀθληφόρους, ὑμνήσωμεν λέγοντες· Χαίροις, Πίστις πολύαθλε, ἡ μαστῶν τὴν ἐκκοπὴν καὶ μελῶν τὴν ἀφαίρεσιν ἀνδρικῶς ὑπομείνασα, καὶ τοῦ τυράννου τὸ θράσος καταβαλοῦσα. Χαίροις, Ἐλπὶς παναοίδιμε, ἡ τὰς ἰοβόλους τοῦ δυσσεβοῦς θωπείας ἐκφυγοῦσα, καὶ ἑαυτὴν θῦμα εὐπρόσδεκτὸν τῷ Θεῷ προσαγαγοῦσα. Χαίροις, Ἀγάπη πανεύφημε, ἡ τῇ γλώσσῃ ἀσεβεῖς καταπλήξασα καὶ βασάνοις ἀλγειναῖς ἑαυτὴν παραδοῦσα, διʼ ἀγάπην τοῦ Λυτρωτοῦ σου. Χαίρετε, αὐταδέλφων τριάς, τῆς ὑπερφώτου Τριάδος ὑπέρμαχοι καὶ ὀρθοδόξων δογμάτων διαπρύσιοι κήρυκες. Μὴ παύσητε, δεόμεθα, πρεσβεύειν ὑπὲρ ἡμῶν, σὺν Σοφίᾳ μητρὶ τῇ θεόφρονι, τοῦ λυτρωθῆναι κινδύνων τοὺς ἐν πίστει τελοῦντας ἀεὶ τὴν ἀεισέβαστον μνήμην ὑμῶν. |
The venerable memory of those very wise Virgins is upon us today. It is a bright and joyous occasion for faithful Orthodox Christians to come to church and celebrate the feast. So come, all you who love the church’s feasts, let us extol the medaled athletes of Christ with songs of praise and say to them: “We salute you, St. Faith, for you bravely endured many tortures, mutilation and dismemberment, and you deflated the tyrant’s arrogance. We salute you, St. Hope, whom we all celebrate, for you escaped the venomous flattery of the villain, and you offered yourself to God as an acceptable sacrifice. We salute you, St. Love, whom we all extol, for you astounded the pagans with your tongue, and you gave yourself up to be brutally tortured, for the love of your Savior. O trio of sisters, rejoice! You are champions of the Trinity and fiery preachers of Orthodox theology. We pray that you and your godly Mother Sophia never cease interceding on our behalf, that we be rescued from all peril, as we faithfully observe your ever-venerable memory.” [GOASD] |
Καὶ νῦν. Τῆς Ἑορτῆς. |
Both now. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, διʼ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλʼ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. |
The sayings of the Prophets foretold of the holy Tree, through which Adam would be freed from the ancient curse of death. And today, as it is lifted up, all creation also lifts up its voice, asking for God’s rich mercy. “O Master, only You are immense in mercy. We pray You forgive our sins and save our souls.” [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Εἴσοδον. |
Stand for the Entrance. |
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ |
ENTRANCE PRAYER |
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. |
In the evening, in the morning, and at midday, we praise You, we bless You, we give thanks to You, and we pray to You, Master of all, benevolent Lord. Let our prayer be set forth before You as incense. Incline not our hearts to evil words or thoughts, but deliver us all from those who pursue our souls. For our eyes, O Lord, O Lord, are toward You, and in You we hope. Leave us not embarrassed, O our God. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. |
Wisdom. Arise. |
ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ |
CLERGY AND PEOPLE |
Ἦχος βʹ. |
Mode 2. |
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. |
Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἑσπέρας προκείμενον. |
The evening Prokeimenon! |
ΧΟΡΟΣ |
CHOIR |
Προκείμενον. Ἦχος αʹ. |
Prokeimenon. Mode 1. |
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. (δίς) |
Your mercy, O Lord, shall follow me all the days of my life. (2) [SAAS] |
Στίχ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. |
Verse: The Lord is my shepherd; I shall not want. He makes me to lie down in green pastures. |
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. |
Your mercy, O Lord, shall follow me all the days of my life. |
Τὰ Ἀναγνώσματα |
The Readings |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. |
The reading is from the Prophecy of Isaiah. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ησ μγʹ 9 – 14 |
Is 43:9 – 14 |
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπʼ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ. |
Thus says the Lord: All the nations are gathered together, and the rulers shall be assembled from among them. Who will declare these things or tell us things from the beginning? Let them bring forth their witnesses, and be proven right; and let them speak the truth. “You are My witnesses, and I am a witness,” says the Lord God, “and My Servant whom I chose, that you may know and believe, and understand that I am He. Before Me there was no other God, nor shall there be after Me. I am God, and besides Me there is no one who saves. I proclaimed, and I saved. I denounced foreign gods so there were none among you. You are My witnesses, and I am a witness,” says the Lord God. “Even from the beginning, there is no one who can deliver out of My hands; I will work, and who will reverse it?” Thus says the Lord God who redeems you, the Holy One of Israel. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. |
The reading is from the Wisdom of Solomon. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Σολ γʹ 1 – 9 |
WSol 3:1 – 9 |
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. |
The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man’s view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. |
The reading is from the Wisdom of Solomon. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Σολ εʹ 15. Ϛʹ 3 |
WSol 5:15 – 6:3 |
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. |
The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS] |
Η ΕΚΤΕΝΗΣ |
LITANY OF FERVENT SUPPLICATION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν. |
Let us all say with all our soul and with all our mind, let us all say. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Lord, Ruler of all, God of our fathers, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Again we pray for our Archbishop (name). |
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ. |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church. |
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere. |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς. |
Stand for the reading of prayer. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. ) |
O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. ( Amen. ) [HC] |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our evening prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν. |
Lord our God, who inclined the heavens and came down for the salvation of humankind, look upon Your servants and Your inheritance; for they have bowed their heads and bent their necks to You, the fearsome yet compassionate Judge, not expecting human help, but awaiting Your mercy and anticipating Your salvation. Guard them at all times, this evening and the coming night, from every enemy, from all demonic activity against them, from unprofitable reflections, and from wicked thoughts. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed and glorified be the majesty of Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
__________ |
__________ |
Εἰ βούλει, τὸ ἑξῆς· |
Optional: |
Ἡ Λιτὴ καὶ Ἀρτοκλασία. |
Litany and Blessing of Loaves. |
ΧΟΡΟΣ |
CHOIR |
Ἰδιόμελον Αʹ. |
Idiomelon 1. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος αʹ. |
Mode 1. |
Τῆς γεηρὰς τρυφῆς τὴν ἀπόλαυσιν ὑπεριδοῦσαι, τὸν ὄλβον καὶ τὴν δόξαν μισήσασαι, τὸν οὐράνιον Νυμφίον ἐποθήσατε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἱερώτατοι κλάδοι Σοφίας τῆς σεμνῆς. Ἀχθεῖσαι γὰρ ἐνώπιον τυράννου ἀσεβοῦς καὶ τὸ ἀσθενὲς τῆς φύσεως ἀποῤῥίψασαι, ἀνδρικῶς τὴν πλάνην τούτου ἠλέγξατε, τὰ αὐτοῦ σεβάσματα μυκτηρίσασαι, ὡς ἀκοῆς ὑστερούμενα καὶ λόγον μὴ ἔχοντα· Χριστὸν δὲ μετὰ παῤῥησίας κηρύξασαι, ἀλγειναῖς βασάνοις ἀπηνῶς παρεδόθητε, καὶ τῷ ξίφει τὰς κεφαλὰς ἀποτμηθεῖσαι, εἰς οὐράνιον νυμφῶνα Χριστοῦ μετὰ τῶν φρονίμων συνεισήλθετε παρθένων, Ἀγγέλοις συγχορεύουσαι· καὶ τῶν πιστῶν τὰς νόσους τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος ἰώμεναι, πρεσβεύσατε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Most sacred offspring of your pious mother Sophia, O blessed Faith and holy Hope and steadfast Love, you looked beyond the enjoyment of earthly comforts, and you hated wealth and esteem; and instead you longed for the heavenly Bridegroom. So when you were dragged before the ungodly tyrant, you set aside any natural weakness, and you bravely contradicted his pagan religion. You ridiculed the idols he worshiped for being unable to hear or to speak. Then, as you proclaimed Christ with confidence, you were brutally subjected to painful torture. And when you were finally beheaded, you entered the heavenly wedding hall of Christ, to celebrate with Angels, together with the wise and prudent virgins. And now you cure the ailments of the faithful, by the grace of the Holy Spirit. We pray that you unceasingly intercede on behalf of our souls. [GOASD] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Again we pray for our Archbishop (name). |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church, and the servants of God […] who are celebrating this feast. |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπὴν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. |
Again we pray for the protection of the Holy and Great Church of Christ, our Sacred Archdiocese (and this Sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and benevolent God may be merciful, gracious, and forgiving, and may divert and disperse all anger and disease coming against us, and deliver us from His impending justified threat and have mercy on us. |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. |
Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Hear us, O God our Savior, the hope of all the ends of earth and of those far off at sea, and forgive us, O Master, forgive us our sins, and have mercy on us. For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
ΧΟΡΟΣ |
CHOIR |
Καὶ τῷ πνεύματί σου. |
And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Σοί, Κύριε. |
To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, |
Most merciful Master, Lord Jesus Christ our God, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῆς Ἁγίας Μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; the holy martyr Sophia and her three daughters, Faith, Love and Hope, whose memory we celebrate, and all Your saints: |
εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφʼ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
Accept our prayer; grant us forgiveness of our transgressions; protect us under the shelter of Your wings; drive away from us every enemy and adversary; grant peace to our life; Lord, have mercy on us and on Your world; and save our souls, as You are good and benevolent. |
ΙΕΡΕΥΣ ἤ· ΧΟΡΟΣ |
PRIEST or: CHOIR |
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. |
O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls. [SD] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐχὴ τῆς Ἀρτοκλασίας. |
Blessing of the Loaves. |
Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ πόλει (ἢ τῇ ἁγίᾳ μονῇ) ταύτῃ, καὶ τῷ κόσμῳ σου ἅπαντι· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. |
Lord, Jesus Christ our God, who in the wilderness blessed the five loaves and from them satisfied five thousand men, we pray You bless these loaves, this wheat, wine, and oil, and multiply them in this city, and throughout Your world; and sanctify Your faithful servants who partake of them. |
Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are He who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory with Your Father who is without beginning and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΚΛΗΡΟΣ |
CLERGY |
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. |
Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS] |
ΧΟΡΟΣ |
CHOIR |
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (δίς) |
Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. (2) [SAAS] |
__________ |
__________ |
Ἀπόστιχα. |
Aposticha. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθείς. |
Mode 4. When you were called. |
|
Ὁ ἐξ ὑψίστου κληθείς. |
Τῷ τῆς σοφίας φωτὶ καταυγασθεῖσαι, πανεύφημοι μάρτυρες τῶν ἀρετῶν ἡ τριάς, τὰ τῆς Σοφίας βλαστήματα καὶ τῶν παρθένων καὶ ἀθλοφόρων τὸ ἐγκαλλώπισμα· Τριάδος ὑπέρμαχοι ἐν ἡλικίᾳ σμικρῇ, παρανομοῦντα ᾐσχύνατε, καὶ παῤῥησίᾳ τὴν τούτου πλάνην ἐμυκτηρίσατε. Ὅθεν βασάνοις παρεδόθητε ἀλγειναῖς, ὦ σεμναὶ τρεῖς νεάνιδες, καὶ τὴν κάραν τμηθεῖσαι, θεῖον στέφος ἀνεδήσασθε. |
You were suffused with the light of holy wisdom, * all-laudable martyrs named in honor of the three paramount virtues and progeny * of St. Sophia, * the pride of virgins and medal-winning saints. * You stood for the Trinity still at an early age; * you put the villain to utter shame, and you derided * his false religion with faith and confidence. * Then you were tortured and endured the pain, * holy trio of sisters, and finally, * when you all were beheaded, you were given crowns from Christ our God. [GOASD] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
Χριστὸν ἐξ ὅλης ποθήσασαι καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσαι πάνσεμνοι, τῶν γεηρῶν τὴν ἀπόλαυσιν, ὡς ἐπικαίρων καὶ φθειρομένων κατεφρονήσατε, πανένδοξοι Μάρτυρες, Ἀγάπη, Πίστις, Ἐλπίς, καὶ τάς φρονίμους ζηλώσασαι πέντε παρθένους, χοροῖς τοῖς τούτων συνηριθμήθητε, καὶ σὺν Ἀγγέλοις συγχορεύετε, μαρτυρίου στεφάνοις, κοσμούμεναι καὶ Χριστὸν δυσωπεῖτε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
Longing for Christ God with all your heart, O Martyrs, * and wounded by love for Him, as chaste and virgin girls, * you felt disdain for ephemeral and fleeting pleasures, * earthly delights that will surely pass away, * O glorious martyrs, blessed Love and Faith and Hope, * instead electing to emulate the prudent virgins * and be included in their wise company. * Being adorned with crowns of martyrdom, * now in heaven with Angels you celebrate, * and to Christ you are praying for the world and that He save our souls. [GOASD] |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS] |
Ἐνδεδυμέναι Χριστοῦ τὴν πανοπλίαν, καλλίνικοι Μάρτυρες, Πίστις, Ἀγάπη, Ἐλπίς, τῶν ἀρετῶν αἱ φερώνυμοι ἐν τῷ σταδίῳ, ὡς ἄλλου πάσχοντος ἀνεκραύγαζον· Οὐ ξίφος, οὐ μάχαιρα, οὐκ ἐκκοπὴ τῶν μελῶν, οὔτε φλογῶν ἡ ἐπίτασις, ὑμᾶς χωρίσαι, θείας ἀγάπης, ὅλως ἰσχύουσιν· ὅθεν στεφάνους ἐκομίσαντο, τοὺς ἀφθάρτους, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος πᾶσι τοῖς πιστοῖς τὸ μέγα ἔλεος. |
Faith, Love, and Hope, as triumphant holy martyrs, * had put on the whole armor of Christ our Lord and God. * Those sisters, named for the virtues, stood as they contended, * shouting as if someone else were suffering, * “There is nothing that can separate us from the love of God in Christ Jesus, neither flames * of burning tortures, * nor cutting sword, nor knife, nor dismemberment.” * And therefore they received from You, our God, * indestructible crowns for their victory, * O our Savior, the giver of great mercy to believers all. [GOASD] |
Δόξα. |
Glory. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἱερωτάτην σήμερον πανήγυριν συγκροτήσωμεν, πιστοί, τῇ ἐτησίῳ μνήμῃ τῶν ἀθληφόρων τοῦ Χριστοῦ, Ἐλπίδος, Πίστεως καὶ Ἀγάπης, τῶν τῆς Σοφίας βλαστημάτων. Ταῖς γὰρ βαφαῖς ταῖς ἐξ αἵματος ἑαυτὰς ὡραΐσασαι, αἱ τρεῖς ὁμώνυμοι τῶν ἀρετῶν ἀδελφαί, τῷ ὡραίῳ κάλλει Χριστῷ ἀδιαφθόρως συνήφθησαν· ᾧ καὶ πρεσβεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῶν. |
Come, O believers, and let us hold a sacred celebration today, on the annual memory of the Martyrs of Christ, namely Hope and Faith and Love, the offspring of Sophia. When they had beautified themselves with their blood instead of makeup, the three sisters, who were synonymous with the virtues, were joined in all purity to Christ, the handsome Bridegroom. And now they unceasingly intercede with Him for us, who with faith and love celebrate their memory. [GOASD] |
Καὶ νῦν. Τῆς Ἑορτῆς. |
Both now. For the Feast. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν, συνυψοῦται Βασιλέων ἡμῶν, ἐν αὐτῷ τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα. Μέγας εἶ Κύριε καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοι. |
The four corners of the earth are sanctified today, as Your four-part Cross is exalted, O Christ our God; and with it is exalted the horn of faithful leaders, who by it crush the horns of hostile enemies. Great are You, O Lord, and amazing in Your deeds. Glory to You! [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν. |
Stand for the reading of prayers |
ΙΕΡΕΥΣ |
PRIEST |
ᾨδὴν τοῦ Θεοδόχου Συμεών |
Song of Simeon |
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. |
Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV] |
ΛΑΟΣ |
PEOPLE |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Τὸν συνάναρχον Λόγον. |
Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησαας, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου Σοφία Μάρτυς σεμνή, καὶ προσήγαγες Χριστῷ καρπὸν ἡδύτατον, τοὺς τῆς νηδύος σου βλαστούς, διʼ ἀγώνων ἱερῶν, Ἀγάπην τε καὶ Ἐλπίδα, καὶ τὴν θεόφρονα Πίστιν· μεθʼ ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν. |
As the Psalm says, you grew as a fruitful olive tree * in the courts of the Lord, O Sophia, righteous Saint; * and you offered unto Christ, by contests of martyrdom, * the blessed offspring of your womb, as if sweet and pleasing fruit, * Faith, Hope and Love, your three daughters. * Now we entreat you to pray Him, * on behalf of us who honor you. [SD] |
Δόξα. Ἕτερον. |
Glory. Another. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Θείας πίστεως. |
Mode 3. Your confession. |
|
Θείας πίστεως. |
Χαῖρει ἔχουσα ἡ Ἐκκλησια, σὲ καὶ τέκνα σου καύχημα θεῖον, καὶ γηθοσύνως εὐφημεῖ σε κραυγάζουσα· Σύ μου ὑπάρχεις τὸ καύχημα, καὶ τῶν σῶν τέκνων τὰ πάντιμα λείψανα. Μάρτυρες ἔνδοξοι, Σοφία, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, σωθῆναι τὰς ψηχὰς ἡμῶν. |
Now the Church of Christ greatly rejoices, * for she has you and your holy children * as her pride and joy, and cries out extolling you, * “My sacred boast are you, O wise Saint, together with * the holy relics of your daughters, which we all revere.” * Glorious Martyrs, Sophia, Faith, Hope and Charity, * to Christ our God pray fervently, entreating Him to save our souls. [SD] |
Καὶ νῦν. |
Both now. |
Ἀπολυτίκιον. Τοῦ Σταυροῦ. |
Apolytikion. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA] |
__________ |
__________ |
Εἰ ἐτελέσθη ἡ Λιτή, τὰ ἑξῆς· |
If the Lity was sung during Vespers, use the following: |
ΙΕΡΕΥΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
PRIEST: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Εἰ μή, τὰ ἑξῆς· |
Otherwise, the following: |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον, δέσποτα. |
READER: Master, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
__________ |
__________ |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῆς Ἁγίας Μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy martyr Sophia and her three daughters, Faith, Love and Hope, whose memory we celebrate, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |