2025

2025

Τῷ Σαββάτῳ | Τῌ Ϛʹ ΣΕΠΤΕΜΒΡΙΟΥ

On Saturday | September 6

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῷ Σαββάτῳ τῆς ΙΓʹ Ἑβδομάδος

Saturday of the 13th Week

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ 2:6 – 9

1 Cor. 2:6 – 9

Ἀδελφοί, σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Brethren, among the mature we impart wisdom, although it is not a wisdom of this age or of the rulers of this age, who are doomed to pass away. But we impart a secret and hidden wisdom of God, which God decreed before the ages for our glorification. None of the rulers of this age understood this; for if they had, they would not have crucified the Lord of glory. But, as it is written, “What no eye has seen, nor ear heard, nor the heart of man conceived, what God has prepared for those who love him.” [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῷ Σαββάτῳ τῆς ΙΓʹ Ἑβδομάδος τοῦ Ματθαίου

Saturday of the 13th Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 22:15 – 22

Mt. 22:15 – 22

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

At that time, the Pharisees took counsel against Jesus, how to entangle him in his talk. And they sent their disciples to him, along with the Herodians, saying, “Teacher, we know that you are true, and teach the way of God truthfully, and care for no man; for you do not regard the position of men. Tell us, then, what do you think. Is it lawful to pay taxes to Caesar, or not?” But Jesus, aware of their malice, said, “Why put me to the test, you hypocrites? Show me the money for the tax.” And they brought him a coin. And Jesus said to them, “Whose likeness and inscription is this?” They said, “Caesar’s.” Then he said to them, “Render, therefore to Caesar the things that are Caesar’s, and to God the things that are God’s.” When they heard it, they marveled; and they left him and went away. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀρχαγγέλου.

For the Archangel.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 2:2 – 10

Heb. 2:2 – 10

Ἀδελφοί, εἰ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. ἔπρεπε γὰρ αὐτῷ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

Brethren, if the message declared by angels was valid and every transgression or disobedience received a just retribution, how shall we escape if we neglect such a great salvation? It was declared at first by the Lord, and it was attested to us by those who heard him, while God also bore witness by signs and wonders and various miracles and by gifts of the Holy Spirit distributed according to his own will. For it was not to angels that God subjected the world to come, of which we are speaking. It has been testified somewhere, “What is man that you are mindful of him, or the son of man, that you care for him? You made him a little lower than the angels, you have crowned him with glory and honor, putting everything in subjection under his feet.” Now in putting everything in subjection to him, he left nothing outside his control. As it is, we do not yet see everything in subjection to him. But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death, so that by the grace of God he might taste death for every one. For it was fitting that he, for whom and by whom all things exist, in bringing many sons to glory, should make the pioneer of their salvation perfect through suffering. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀρχαγγέλου.

For the Archangel.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 10:16 – 21

Lk. 10:16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ϛʹ τοῦ αὐτοῦ μηνός ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολοσσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.

On September 6, we remember the extraordinary miracle of Archangel Michael in Colossae, Phrygia.

Τῇ αὐτῇ ἡμέρᾳ Ἄθλησις τῶν ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου, καὶ Μακαρίου.

On this day was the contest of the holy martyrs Evdoxius, Zeno, Romulus and Macarius.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶται καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται.

On this day 1,104 soldiers along with St. Calodota died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ οἱ μοναχοὶ Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος· καὶ αἱ ἅγιαι Ἀνδροπελαγία καὶ Θέκλα· καὶ Θεόκτιστος ὁ Ναύκληρος, καὶ ἕτερος Κυριακὸς ὁ Δημότης, ξίφει τελειοῦνται.

On this day Sts. Faustus the presbyter, Macarius, Andrew and the monks Bibus, Kyriacus, Dionysius, Andronicus, and the holy women Andropelagia and Thecla; and also Theoctistus a skipper, and another Kyriacus a plebian, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ συνέδραμε καὶ τὰ ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτοκου εἰς τὸ Δεύτερον ἐν τῷ οἴκῳ τῆς ἁγίας Εἰρήνης.

This day coincided with the consecration of the Church of the Most Holy Theotokos at Deuterus in the Church of the Holy Peace.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercession of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.