2025 |
2025 |
Τῇ Τρίτῃ | Τῌ ΚϚʹ ΑΥΓΟΥΣΤΟΥ |
On Tuesday | August 26 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τρίτῃ τῆς ΙΒʹ Ἑβδομάδος |
Tuesday of the 12th Week |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 5:15 – 21 |
2 Cor. 5:15 – 21 |
Ἀδελφοί, Χριστὸς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. |
Brethren, Christ died for all, that those who live might live no longer for themselves but for him who for their sake died and was raised. From now on, therefore, we regard no one from a human point of view; even though we once regarded Christ from a human point of view, we regard him thus no longer. Therefore, if any one is in Christ, he is a new creation; the old has passed away, behold, the new has come. All this is from God, who through Jesus Christ reconciled us to himself and gave us the ministry of reconciliation; that is, in Christ God was reconciling the world to himself, not counting their trespasses against them, and entrusting to us the message of reconciliation. So we are ambassadors for Christ, God making his appeal through us. We beseech you on behalf of Christ, be reconciled to God. For our sake he made him to be sin who knew no sin, so that in him we might become the righteousness of God. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Tuesday of the 12th Week of Matthew |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 1:16 – 22 |
Mk. 1:16 – 22 |
Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκε. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. |
At that time, passing along by the Sea of Galilee, Jesus saw Simon and Andrew the brother of Simon casting a net in the sea; for they were fishermen. And Jesus said to them, “Follow me and I will make you become fishers of men.” And immediately they left their nets and followed him. And going on a little farther, he saw James the son of Zebedee and John his brother, who were in their boats mending the nets. And immediately he called them; and they left their father Zebedee in the boat with the hired servants, and followed him. And they went into Capernaum; and immediately on the sabbath he entered the synagogue and taught. And they were astonished at his teaching, for he taught them as one who had authority, and not as the scribes. [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 10:32 – 38 |
Heb. 10:32 – 38 |
Ἀδελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. |
Brethren, recall the former days when, after you were enlightened, you endured a hard struggle with sufferings, sometimes being publicly exposed to abuse and affliction, and sometimes being partners with those so treated. For you had compassion on the prisoners, and you joyfully accepted the plundering of your property, since you knew that you yourselves had a better possession and an abiding one in heaven. Therefore do not throw away your confidence, which has a great reward. For you have need of endurance, so that you may do the will of God and receive what is promised. “For yet a little while, and the coming one shall come and shall not tarry; but my righteous one shall live by faith.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός μνήμη τῶν ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, καὶ τῆς συνοδίας αὐτῶν. |
On August 26 we commemorate the holy Martyrs Adrian and Natalie and their company. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγιῷ Ἀδριανῷ ξίφει τελειοῦνται. |
On this day those who suffered with St. Adrian died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀττικου καὶ Σισινίου· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος. |
On this day we also commemorate the Holy Martyrs Atticus and Sisinos, and our devout Father St. Hivistian. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη ἑτέρου Ἀδριανοῦ. |
On this day we also commemorate another Adrian. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ βασιλέως. |
On this day we also commemorate the devout monk St. Ioasaf, son of Anevir the king. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται. |
On this day the devout monk St. Tithoes reposed in peace. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |