Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Μηναῖον - Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ |
Menaion - August 6 |
Ἀπόδοσις τῆς Ἑορτῆς. |
Leave-taking of the Feast. |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμοὶ 47, 64, 103, 97. |
Antiphon 1. Mode 2. Psalms 47, 64, 103, 97. |
Στίχ. αʹ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. |
Verse 1: Great is the Lord, and greatly to be praised in the city of our God. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. βʹ. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. |
Verse 2: He who prepares mountains in His strength. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. γʹ. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. |
Verse 3: You cover Yourself with light as with a garment. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. δʹ. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου. |
Verse 4: The mountains shall greatly rejoice at the presence of the Lord. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
|
|
Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 86. |
Antiphon 2. Mode 2. Psalm 86. |
Στίχ. αʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. |
Verse 1: His foundations are in the holy mountains. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. |
Στίχ. βʹ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. |
Verse 2: The Lord loves the gates of Zion more than all the dwellings of Jacob. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. |
Στίχ. γʹ. Δεδοξασμένα ἐλαλήθη περὶ, σοῦ ἡ πόλις τοῦ Θεοῦ. |
Verse 3: Glorious things were said concerning you, O city of God. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. |
Στίχ. δʹ. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος· καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ. |
Verse 4: A man will say, “Mother Zion,” and a man was born in her. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. |
|
|
Ἀντίφωνον Γʹ. Ἦχος βαρύς. Ψαλμὸς 88. |
Antiphon 3. Grave Mode. Psalm 88. |
Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. |
Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS] |
Στίχ. βʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. |
Verse 2: The heavens shall confess Your wonders, O Lord. |
Στίχ. γʹ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. |
Verse 3: Blessed are the people who know glad shouting. |
Στίχ. δʹ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. |
Verse 4: O Lord, they shall walk in the light of Your face, and shall greatly rejoice in Your name the whole day long. |
Ἀπολυτίκιον. Ἦχος βαρύς. |
Apolytikion. Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
For with You, Lord, is the fountain of life; in Your light we shall see light. Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βαρύς. |
Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. (3) |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. (3) [SD] |
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βαρύς. |
Grave Mode. |
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. |
Upon the mountain were You transfigured, and Your disciples beheld Your glory as far as they were able, O Christ our God; so that when they would see You crucified they might understand that Your Passion was deliberate, and declare to the world that in truth You are the Father’s radiance. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος γʹ. ᾨδὴ Ἐνάτη. |
Prokeimenon. Mode 3. Ode ix. |
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
My soul magnifies the Lord, and my spirit rejoices in God my Savior. [RSV] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For he has regarded the low estate of his handmaiden. For behold, henceforth all generations will call me blessed. [RSV] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος |
Wednesday of the 10th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 16:4 – 12 |
1 Cor. 16:4 – 12 |
Ἀδελφοί, ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ. ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. |
Brethren, if it seems advisable that I should go also, they will accompany me. I will visit you after passing through Macedonia, for I intend to pass through Macedonia, and perhaps I will stay with you or even spend the winter, so that you may speed me on my journey, wherever I go. For I do not want to see you now just in passing; I hope to spend some time with you, if the Lord permits. But I will stay in Ephesus until Pentecost, for a wide door for effective work has opened to me, and there are many adversaries. When Timothy comes, see that you put him at ease among you, for he is doing the work of the Lord, as I am. So let no one despise him. Speed him on his way in peace, that he may return to me; for I am expecting him with the brethren. As for our brother Apollos, I strongly urge him to visit you with the other brethren, but it was not all his will to come now. He will come when he has the opportunity. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς 131. |
Alleluia. Mode pl. 4. Psalm 131. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. |
Verse 1: Arise, O Lord, into Your rest, You and the ark of Your holiness. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. |
Verse 2: The Lord swore to David this truth, and He shall not reject it, “I shall set upon your throne one from the fruit of your loins.” |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Wednesday of the 10th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 21:28 – 32 |
Mt. 21:28 – 32 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. |
The Lord said this parable, “A man had two sons; and he went to the first and said, ‘Son, go and work in the vineyard today.’ And he answered, ‘I will not’; but afterward he repented and went. And he went to the second and said the same; and he answered, ‘I go, sir,’ but did not go. Which of the two did the will of his father?” They said, “The first.” Jesus said to them, “Truly, I say to you, the tax collectors and the harlots go into the kingdom of God before you. For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the harlots believed him and even when you saw it, you did not afterward repent and believe him.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Ἦχος δʹ. |
Mode 4. |
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν. |
Your childbirth occurred without corruption. * It was God, wearing flesh, who came forth from your all-holy womb. * He was seen upon the earth and lived among men, O Theotokos; * therefore we all magnify you. [SD] |
|
|
Κοινωνικόν. |
Communion Hymn. |
Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα. |
We shall walk in the light of the glory of Your face, O Lord, forever. Alleluia. [SAAS] |
Δείξε Ἐκλογήν. |
Show Selected Verses. |
Ἐκλογὴ εἰς τὴν Μεταμόρφωσιν τοῦ Σωτῆρος |
Selected Psalm Verses for Transfiguration |
1. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. (47:2) |
1. Great is the Lord, and greatly to be praised. (47:2) [SAAS] |
2. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. (47:2) |
2. In the city of our God, in His holy mountain. (47:2) [SAAS] |
3. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. (64:7) |
3. He who prepares mountains in His strength. (64:7) [SAAS] |
4. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. (103:2) |
4. You cover Yourself with light as with a garment. (103:2) [SAAS] |
5. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. (97:8) |
5. The mountains shall greatly rejoice at the presence of the Lord. And He shall be seen in His glory. (97:8) [SAAS] |
6. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. (64:13) |
6. The desert fruits will be made fat, and the hills will be girded with rejoicing. (64:13) [SAAS] |
7. Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. (67:16) |
7. The mountain of God is a fertile mountain, a mountain richly curdled with milk, a fat mountain. (67:16) [SAAS] |
8. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; (23:3) |
8. Who shall ascend to the mountain of the Lord? Who shall stand in His holy place? (23:3) [SAAS] |
9. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; (14:1) |
9. O Lord, who shall dwell in Your tabernacle? Who shall live in Your holy mountain? (14:1) [SAAS] |
10. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. (42:3) |
10. Send out Your light and Your truth. (42:3) [SAAS] |
11. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου. (42:3) |
11. They guided me and led me to Your holy mountain. (42:3) [SAAS] |
12. Ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. (43:4) |
12. It was Your right hand and Your arm, and the light of Your countenance. (43:4) [SAAS] |
13. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (75:5) |
13. You give light wondrously from the everlasting mountains. (75:5) [SAAS] |
14. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. (73:16) |
14. The day is Yours, and the night is Yours. (73:16) [SAAS] |
15. Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. (73:16) |
15. You created the light and the sun. (73:16) [SAAS] |
16. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς. (73:17) |
16. You made all the boundaries of the earth. (73:17) [SAAS] |
17. Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. (73:17) |
17. Summer and winter, You formed these things. (73:17) [SAAS] |
18. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. (88:12) |
18. The heavens belong to You, and the earth is Yours. (88:12) [SAAS] |
19. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. (88:12) |
19. You founded the world and all its fullness. (88:12) [SAAS] |
20. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. (88:13) |
20. You created the north wind and the seas. (88:13) [SAAS] |
21. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (88:13) |
21. Tabor and Hermon shall greatly rejoice in Your name. (88:13) [SAAS] |
22. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. (88:16) |
22. O Lord, they shall walk in the light of Your face. (88:16) [SAAS] |
23. Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. (88:17) |
23. They shall greatly rejoice in Your name the whole day long. (88:17) [SAAS] |
24. Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. (88:17) |
24. They shall be exalted in Your righteousness. (88:17) [SAAS] |
25. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (89:17) |
25. Let the brightness of the Lord our God be upon us, from this present time and unto the ages. (89:17) [SAAS] |
Κρύψε Ἐκλογήν. |
Hide Selected Verses. |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος βαρύς. |
Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD] |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who was transfigured in glory on mount Tabor in front of His holy disciples and Apostles, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου. |
It is the Dormition fast. |